: λόγος τέταρος ὅρα ε : ναβουχοδονόσορ ὁ βασιλεὺς πᾶσι τοῖς λαοῖς φυλαῖς γλώσσαις τοῖς οἰκοῦσιν ἐν πάσηι τῆι γῆι· εἰρήνη ὑμῖν πληθυνθείη· προύργου νομίζω πρότερον τὴν ὑπόθεσιν τῆς ἐπιστολῆς· καὶ τὴν αἰτίαν διεξελθεῖν εἶθ’ οὕτως τὴν ἑρμηνείαν διεξελθεῖν καὶ ποιήσασθαι· ὁ ναβουχοδονόσορ τῆς ἀσίας ἁπάσης κεκρατηκὼς καὶ τὴν αἴγυπτον δὲ ὑφ’ ἑαυτὸν ποιησά μενος· καὶ αἰθίοπας τοὺς πρὸς αἴγυπτον χειρωσάμενος· ὠμῶς μὲν λί αν καὶ ἀπηνῶς ἐχρήσατο τοῖς ὑπηκόοις· εἰς τοσαύτην δὲ ἤλασεν ἀ λαζονείαν· ὡς νομίζειν οὐ μόνον τῶν καλουμένων θεῶν ἀλλὰ καὶ αὐτοῦ τοῦ ὄντως θεοῦ θυ , μείζων εἶναι· καὶ δυνατώτερος· τοῦτον δὲ αὐτοῦ τὸν ἀπληστότατον τῦφον· οὐ μόνος ὁ θεσπέσιος διδάσκει δανιὴλ, ἀλλὰ καὶ ὁ θειότατος ἡσαΐας ὁ προφήτης· μᾶλλον δὲ αὐτὸς ὁ τῶν ὅλων θεὸς θς · διὰ τοῦ προφήτου φθεγγόμενος οὕτως· οὐαὶ ἀσσυρίοις ἡ ῥάβδος τοῦ θυμοῦ μου· καὶ ὀργή μού ἐστιν ἐν ταῖς χερσὶν αὐτῶν· τὴν ὀργήν μου εἰς ἔθνος ἄνομον ἀποστελῶ· καὶ ἐν τῶι ἐμῶ λαῶι συντάξω ποιῆσαι σκῦλα καὶ προνομήν· καὶ καταπατεῖν τὰς πόλεις· καὶ θεῖναι αὐτὰς εἰς κονιορτόν· ὅ δὲ λέγει τοιοῦτόν ἐστι θρήνων μέν εἰσιν ἄξιοι ἀσσύριοι μυρίων ὄντες ἐργάται κακῶν· ἀλλ’ ὅμως τούτοις διακόνοις εἰς τὰς κατὰ τῶν ἁμαρ τωλῶν χρήσομαι τιμωρίας· καὶ οἷόν τινα ῥάβδον κολαστικὴν, τούτοις τοῖς παρανομοῦσιν ἐπάξω· οὐ τοῖς ἄλλοις δὲ μόνον ἀνθρώποις ἀνοις · ἀλλὰ καὶ τῶι προσαγορευομένω μου λαῶι· ἐπάξω δὲ διὰ τὴν πολλὴν αὐτοῦ ἀσέβειαν καὶ παρανομίαν· καὶ τάς τε πόλεις αὐτῶν διὰ τούτων καθελῶ· καὶ τὰ ἐν ταῖς πόλεσι σκῦλα· τούτων γενέσθαι παρασκευάσω· ἐγὼ μὲν οὖν οἷόν τινι δημίωι τῶι ἀσσυρίωι χρώμενος δίκας δι’ αὐτοῦ τοῖς παρανομοῦσιν εἰσπράττομαι· αὐτὸς δὲ φησὶν οὐχ οὕτως ἐνεθυμήθη· καὶ τῆ ψυχῆι οὐχ οὕτω λελόγισται· ἀλλ’ ἀπαλλάξει ὁ νοῦς αὐτοῦ· καὶ τοῦ ἐξολοθρεοῦσαι ἔθνη οὐ κ ὀλίγα· καὶ ἐὰν εἴπωσιν αὐτῶι σοὺ μόνος εἶ ἄρχων· καὶ ἐρεῖ οὐκ έ λαβον τὴν χώραν βαβυλῶνος τὴν ἐπάνω· καὶ χαλάνης· οὗ ὁ πύρ γος ᾠκοδομήθη· καὶ ἔλαβον ἀραβίαν καὶ δαμασκὸν καὶ σαμάρειαν· ὅν τρόπον ταύτας καὶ πάσας τὰς χώρας λήψομαι: διὰ τούτων μὲν οὖν τὴν ἀλαζονείαν αὐτοῦ· δήλην πεποίηκεν· εἶτα προαγορεύει τὰ τὰ καταληψόμενα τὴν ἱερουσαλὴμ ἱλημ κακὰ· ὑποδείκνυσι δὲ καὶ τὰς τῆς τιμω ρίας αἰτίας· ὀλολύξατε γάρ φησι γλυπτὰ ἐν ἱερουσαλὴμ ἱλημ · καὶ ἐν σαμαρείαι· ὃν τρόπον γὰρ ἐποίησα σαμαρείαι καὶ τοῖς χειροποιήτοις αὐτῆς οὕτω ποιήσω καὶ ἐν ἱερουσαλὴμ ἱλημ καὶ ἐν τοῖς εἰδώλοις αὐτῆς: μεμαθήκαμεν δὲ ὅτι τῆς ἱερουσαλὴμ ἱλημ σεναχηρεὶμ ὁ τῶν ἀσσυρίων οὐ περιεγένετο βασιλεὺς, ὁ δὲ ναβουχοδονόσορ εἰς βαβυλῶνα τὰ βασίλεια μεταθεὶς καὶ βασιλικὴν ἐκείνην ἀποφήνας πόλιν· μετὰ τὴν τῆς νινευὴ κατάλυσιν· ἐπεστρά τευσε τῆι Ἰουδαίαι· καὶ ἀνάστατον τὴν ἱερουσαλὴμ ἱλημ πεποιηκὼς, τοὺς μὲν πλείστους τῶν οἰκητόρων ἀνεῖλε· τοὺς δὲ λοιποὺς ἐξανδραποδίσας αἰχμαλώτους ἀπήγαγεν ὡς εἶναι δῆλον κἀντεῦθεν ὡς μίαν οἶδεν ἡ θεία γραφὴ, τὴν ἀσσυρίων καὶ βαβυλωνίων βασιλείαν· καὶ ἐκ τῶν ἐπαγο μένων δὲ, τοῦτο ῥάδιόν ἔστι καταμαθεῖν· ἔσται γάρ φησιν ὅταν συντελέση κύριος κς · ποιῶν πάντα ἐν τῶι ὄρει σιὼν· καὶ ἐν ἱερουσαλὴμ ἱλημ · ἐπάξει κύριος κς ἐπὶ τὸν νοῦν τὸν μέγαν τὸν ἄρχοντα τῶν ἀσσυρίων· καὶ ἐπὶ τὸ ὕψος τῆς δόξης τῶν ὀφθαλμῶν αὐτοῦ· ἐτιμωρήσατο δὲ τὴν ἱερουσαλὴμ ἱλημ ὁ θεὸς θς · οὐ διὰ τοῦ σε ναχηρεὶμ ὃς τῶν ἀσσυρίων ἐβασίλευσεν· ἀλλὰ διὰ τοῦ ναβουχο δονόσορ· ὁ μὲν γὰρ οὐ μόνον οὐκ ἐπόρθησε τὴν πόλιν· ἀλλὰ καὶ ἅπασαν ἀπολωλεκὼς τὴν στρατείαν, ἀπέδρα μόνος καὶ οἴκοι παρὰ τῶν υἱέων τὴν σφαγὴν ἐδέξατο· ὁ δὲ ναβουχοδονόσορ καὶ τὴν πόλιν καθεῖλε· καὶ ἐνέπρησε τὸν θεῖον νεὼν καὶ τὸν λαὸν ἀπήγαγε δοριάλωτον· διδάσκει τοίνυν ἡμᾶς ἡ θεία γραφὴ· ὅτι μετὰ τὸ συντελέσαι κύριον κν ποιοῦντα πάντα· ἐν τῶι ὄρει σιὼν καὶ ἐν ἱερουσαλὴμ ἱλημ · ἃ ἠπείλησε λέγων· ὀλολούξατε γλυ πτὰ ἐν ἱερουσαλὴμ ἱλημ · ὃν τρόπον γὰρ ἐποίησα σαμαρείαι· καὶ τοῖς εἰ δώλοις αὐτῆς, οὕτω ποιήσω καὶ τῆι ἱερουσαλὴμ ἱλημ καὶ τοῖς χειροποιήτοις αὐτῆς: ἐπάξει φησὶ κύριος κς ἐπὶ τὸν νοῦν τὸν μέγαν τὸν ἄρχοντα τῶν ἀς συρίων· καὶ οὐ λέγει τῶν βαβυλωνίων· ἀλλὰ τῶν ἀσσυρίων· μία γὰρ τούτων κἀκείνων ἡ βασιλεία· νοῦν δὲ μέγαν καλεῖ· διὰ τὸ ὑψηλὸν τῶν βουλευμάτων καὶ ἀλαζονικὸν· διὸ καὶ εἰκότως ἐπάγει καὶ ἐπὶ τὸ ὕψος τῆς δόξης τῶν ὀφθαλμῶν αὐτοῦ· καὶ οὐχ ἁπλῶς ἔφη τῆς δόξης αὐτοῦ ἀλλὰ τῆς δόξης τῶν ὀφθαλμῶν αὐτοῦ· τουτέστιν ὃς ἄνθρωπος ἀνος ὢν ὑψηλότατός τε καὶ μέγιστος εἶναι φαντάζεται· εἶ πεν γὰρ τῆι ἰσχούϊ ποιήσω· καὶ ἐν τῆι σοφίαι τῆς συνέσεώς μου· ἀ φελῶ ὅρια ἐθνῶν· καὶ τὴν ἰσχοὺν αὐτῶν προνομεούσω· καὶ σεί σω πόλεις κατοικουμένας· καὶ τὴν οἰκουμένην ὅλην καταλή ψομαι τῆι χειρί μου ὡς νοσσιὰν καὶ ὡς καταλελειμμένα ὠὰ ἀρῶ· καὶ οὐκ ἔστιν ὃς διαφεύξηταί με· ἢ ἀντείπη μοι· οὕτω γυ μνώσας τῶν λογισμῶν τοῦ ἀσσυρίου τὸν τῦφον· ἐλέγχει τῶν ἐν θυμημάτων τὸ μάταιον· καὶ διδάσκει ὡς οὐδὲν ἂν τῶν ὑπ’ αὐτοῦ γενο μένων ἐγένετο, μὴ τοῦ θεοῦ θυ συγχωρήσαντος· καὶ βουληθέντος δίκας τῆς ἀσεβείας εἰσπράξασθαι, τοὺς ταῦτα ὑπ’ αὐτοῦ πεπονθότας· οὗ χάριν εἰκότως ἐπάγει· μὴ δοξασθήσεται ἀξίνη ἄνευ τοῦ κό πτοντος ἐν αοὐτῆι· ἢ ὑψωθήσεται πρίων ἄνευ τοῦ ἕλκοντος αοὐ τόν· ὡσαύτως ἐάν τις ἄρη ῥάβδον ἢ ξύλον: καθάπερ γάρ φησιν ἀδού νατον· αὐτομάτως ἀξίνην ἢ πρίονα ἢ ῥάβδον κινηθῆναι· τηνικαῦ τα γὰρ τούτων ἕκαστον ἐνεργεῖ· ἡνίκα ἄν τις τῆι χειρὶ χρησάμενος κινῆσαι ταῦτα θελήσειεν, οὕτως καὶ σὺ τῆς ἐμῆς παραχωρησάσης σοι προμηθείας, πεποίηκας ἃ πεποίηκας, διὰ τὴν τῶν πεπονθό των παρανομίαν· μὴ τοίνυν νόμιζε τῆι οἰκεία σοφία καὶ δυνάμει ταῦτα κατωρθωκέναι· εἰ δὲ οὐ βούλει ταῦτα σωφρόνως μαθεῖν· καὶ τὴν ἀλαζονι κὴν ὀφρὺν καταλῦσαι· τῆι πείρα μαθήσηι ὅτι ταῦτα οὕτως ἔχει· ἀποστελεῖ γὰρ κύριος κς ὁ θεὸς θς σαβαὼθ εἰς τὴν σὴν τιμὴν ἀτιμίαν· καὶ εἰς τὴν σὴν δόξαν πῦρ καιόμενον καυθήσεται· καὶ ἐν ἑτέρω δὲ χω ρίωι πάλιν τοιαῦτά φησὶν ὁ θεὸς θς πρὸς τὸν προφήτην· καὶ λήψηι τὸν θρῆνον τοῦτον ἐπὶ τὸν βασιλέα βαβυλῶνος· καὶ ἐρεῖς ἐν τῆι ἡ μέραι ἐκείνηι· πῶς ἀναπέπαυται ὁ ἀπαιτῶν· καὶ ἀναπέπαυεται ὁ ἐπισπουδαστής· συνέτριψεν ὁ θεὸς θς τὸν ζυγὸν τῶν ἀρχόντων· πατάξας ἔθνος θυμῶι πληγῆι ἀνιάτωι· εἶτα δείκνυσι τὴν τῆς οἰ κουμένης εὐφροσύνην· πᾶσα ἡ γῆ φησι μετ εὐφροσύνης· καὶ τὰ ξύλα τοῦ λιβάνου εὐφρανθήσονται ἐπὶ σοί· καὶ ἡ κέδρος τοῦ λιβάνου ἀφ’ οὗ σὺ κεκοίμησαι· οὐκ ἀνέβη ὁ κόπτων ἡμᾶς· τροπικῶς δὲ ταῦτα λέγει καὶ κέδρους τοῦ λιβάνου· προσαγορεύει· ἢ τὸν ἰσραὴλ ἰηλ ἐπίσημον ὄντα καὶ ἔνδοξον· ἢ τοὺς λαμπροὺς ἐν ἀξιώμασι· καὶ βασιλεύειν πεπιστευ μένους· καὶ μετὰ βραχέα, κωμωδῶν αὐτοῦ τὸν τῦφον· καὶ τὴν τῆς ἀλα ζονείας διδάσκων κατάλυσιν: πῶς ἐξέπεσε φησὶν ἐκ τοῦ οὐρανοῦ ὁ ἑωσφό ρος· ὁ πρωῒ ἀνατέλλων συνετρίβη ἐπὶ τὴν γῆν· ὁ ἀποστέλ λων· πρὸς πάντα τὰ ἔθνη· σὺ δὲ εἶπας ἐν τῆι διανοίαι σου εἰς τὸν οὐρανὸν ἀναβήσομαι· καὶ ἐπάνω τῶν ἄστρων θήσω τὸν θρόνον μου· καθιῶ ἐν ὄρει ὑψηλῶι ἐπὶ τὰ ὄρη τὰ ὑψηλὰ πρὸς βορρὰν ἀναβήσομαι· ἐπάνω τῶν νεφελῶν· καὶ ἔσομαι ὅμοιος τῶι ὑψίστωι· εἶτα δείκνυσι τῆς ἀνθρωπίνης εὐημερίας τὸ ἐπίκηρον· σὺ δέ φησιν ὁ ταῦτα λογίσασθαι τετολμηκὼς· εἰς ἅιδην καταβήσηι καὶ εἰς τὰ θεμέλια τῆς γῆς· οἱ ἰδόντες σε θαυμάσουσιν ἐπὶ σὲ καὶ ἐροῦσιν· οὗτος ὁ ἄνθρωπος ἀνος ὁ παροξύνων τὴν γῆν· ὁ σείων βασι λεῖς· ὁ θεὶς τὴν ὅλην ἔρημον· καὶ τὰς πόλεις αὐτῆς καθεῖλε· τοὺς ἐν ἐπαγωγῆι οὐκ ἠλέησε· πάντες οἱ βασιλεῖς τῶν ἐθνῶν ἐκοι μήθησαν ἐν τιμῆι· ἄνθρωπος ἐν τῶι οἴκωι αὐτοῦ· σὺ δὲ ῥιφήση· ἐν τοῖς ὄρεσιν ὡς εἰ νεκρὸς ἐβδελυγμένος· μετὰ πολλῶν τεθνηκότων ἐκκεκεντημένων μαχαίραι· καταβαινόντων εἰς ἅιδην· καὶ ἵνα μὴ πάσας τὰς αὐτοῦ προφητείας παραγαγὼν ἀποκναίσω τῶι μήκει τοὺς νῦν ἀκούοντας· καὶ τοὺς ὕστερον τούτοις ἐντευξομένους· εἰς ἐκεῖνα παραπέμψαντες τοὺς γνῶναι τὸν τῦφον αὐτοῦ καὶ τὴν ὠμότητα βουλομένους, ἐπὶ τὸ προκείμενον ἐπανάξω τὸν λόγον· τοῦτον τοίνυν ὁ τῶν ὅλων θεὸς θς εἰς εὐσέβειαν ποδηγῆσαι θελήσας· πολλὰ πολλάκις αὐτῶι σωτηρίας προσενήνοχε φάρμακα· καὶ πρῶτον μὲν ἐν τῶι δευτέρωι τῆς βασιλείας ἔτει· ὄναρ αὐτῶι τὴν εἰκόνα ἐκείνην ὑπέδειξεν· εἶτα τῆι λήθηι τοῦ ἐνυπνίου· εἰς χρείαν τοῦ προφήτου κατέστησεν· ἔπειτα διὰ τῆς ἑρμηνείας τὰς τῶν βασιλέων διαδοχὰς ἔδειξεν· ἀκριβῶς τῆς ἀνθρωπίνης εὐημερίας ὑποδεικνὺς τὸ βραχὺ καὶ ἐπίκηρον· καὶ παραυτίκα μὲν ὠφέλειαν ἐδέξατο· καὶ τὸ ἄμετρον σέβας τῶι δανιὴλ προσενήνοχεν· ὡς θεῶι θωι γὰρ λιβαννωτὸν αὐτῶι καὶ σπονδὰς προσενεχθῆναι προσέταξεν· ἀλλὰ πάλιν οὐ πολλοῦ διελθόντος χρόνου· τὴν εἰκόνα ἐκείνην ἀνέστησε· καὶ ἅπαντας τοὺς ὑπηκόους προσκυνεῖν αὐτῆι κατηνάγκασε· καὶ τοὺς τὴν εὐσέβειαν προτετιμηκότας τῆι ἀ πλήστως τραφείσηι πυρᾶι παραδέδωκεν· ἀλλὰ πάλιν ὁ ἀγαθὸς δεσπό της· μακροθυμίαι χρησάμενος· δίκας μὲν αὐτωι τῆς τε ἀλαζονείας καὶ τῆς θηριωδίας οὐκ ἔπράξατο· τὴν δὲ θείαν αὐτῶι δύναμιν ὑπο δείκνυσι· τοὺς εὔνους θεράποντας τῆς φλογὸς ἐκείνης ἐλευθερώ σας· πάλιν δὲ ἐκεῖθεν ὀλίγην ὠφέλειαν δεξάμενος· ὑμνεῖ μὲν τὸν τῶν ὅλων θεὸν θν · ἀπειλεῖ δὲ τὴν ἐσχάτην τιμωρίαν· τοῖς βλάσφη μόν τι κατ’ αὐτοῦ φθεγγομένοις· ἀλλ’ εὐθὺς καὶ παραυτίκα· καὶ ἐν αὐτῶι τῶ ἐνιαυτῶι λήθηι πάλιν τὴν μεγίστην ταύτην παραδοὺς θαυ ματουργίαν· ἐπιστρατεύει τοῖς ἱεροσολύμοις· καὶ καθαιρεῖ μὲν τῆς πόλεως τὰ τείχη· πυρπολεῖ δὲ τὸν ἅγιον τοῦ θεοῦ θυ νεὼν· κατατολμᾶ δὲ τῶν τούτου ἀδύτων· καὶ πάντα συλήσας τὰ ἀναθήματα· εἰς τὴν βαβυλῶνα σὺν τοῖς αἰχμαλώτοις ἀπήνεγκεν· ὅτι δὲ κατὰ τοῦτον ἐπε στράτευσε τὸν καιρὸν καὶ ὁ μακάριος ἡμᾶς ἱερεμίας διδάσκει οὕτω λέ γων· ὁ λόγος ὁ γενόμενος πρὸς ἱερεμίαν παρὰ κυρίου κυ , ἐν τῶι ἐνιαυτὸς αὐτῶι τῶι δέκατος σεδεκίου βασιλέως ἰούδα· οὗτος ἐνιαυτὸς ὄγδοος καὶ δέκατος τῶι ναβουχοδονόσορ βασιλεῖ βαβυλῶνος· ἐ χαράκωσεν ἐν ἱερουσαλὴμ ἱλημ · καὶ τῆς εἰκόνος δὲ τὸ διήγημα συγγράφων ὁ μακάριος δανιὴλ, τοῦτον τέθεικε τὸν χρόνον· ἔτους ὀκτωκαιδε κάτου ναβουχοδονόσορ ὁ βασιλεὺς, ἐποίησεν εἰκόνα χρυσῆν· ὡς εἶναι δῆλον ὅτι ἐν ἀρχῆι τοῦ ἔτους· ἀπήιτησε τὴν τῆς εἰκόνος προσκύνησιν· εἶτα τὴν στρατιὸν προπέμψας, ἠκολούθησε καὶ αὐτὸς· περιεγένετο δὲ τῆς ἱερουσαλὴμ ἱλημ ἑνδεκάτωι μὲν ἔτει τῆς βασιλείας σεδεκίου· ἐννεακαιδεκάτω δὲ τῆς ἑαυτοῦ βασιλείας· ἐπειδὴ τοίνυν οὐδεμίαν οὐδαμόθεν ὁ δείλαιος ὠφέλειαν ἐδέξατο, ἀγανα κτήσας ὁ τῶν ὅλων θεὸς θς δεδίττεται μὲν αὐτὸν· πρότερον μὲν δι’ ἐνυπνίου· εἶτα διὰ τοῦ δανιὴλ, τὰ διὰ τοῦ ἐνυπνίου σημαινόμενα δῆλο ποιεῖ· καὶ οὐδὲ οὕτως εὐθὺς ἐπάγει τὴν τιμωρίαν· ἀλλὰ προσφέρει μὲν αὐτῶι συμβουλὴν καὶ παραίνεσιν διὰ τοῦ δανιὴλ ἐνιαυτὸν δὲ ὅλον μακροθυμεῖ, τὴν μετάνοιαν ἀναμένων· ὡς δὲ οὐδεμίαν ἰατρείαν ἐκ τῆς μακροθυμίας ἠθέλησε δρέψασθαι, ἃ ἠπείλησεν ἐπιφέρει κακά· τιμωρεῖταί δὲ αὐτὸν οὐχ ἁπλῶς· ἀλλὰ τὸν ἀλαζόνα νοῦν ἐκεῖνον· τὸν ὑπὲρ φύσιν ὀνειροπολήσαντα, φρενοβλαβεία παίει καὶ παραπλη ξίαι· εἶτα θηριώδη γενόμενον ἐξελαθῆναι παρασκευάζει· καὶ τὰς ἐρήμους οἰκεῖν ἐπὶ χρόνωι μακρῶι· ἔπειτα αἴσθησιν αὐτὸν παρα σκευάζει λαβεῖν, τῶν κατεχόντων δεινῶν· οὔτε γὰρ οἷόν τε ἦν ὠ φέλειαν δρέψασθαι ἀναισθήτως· καὶ ἀναλγήτως παντελῶς διακεί μενον· οὕτως ἀναγνεύσας ἐκεῖνος· ἐπιγινώσκει μὲν τὰς ὀξυρρό πους τοῦ βίου μεταβολὰς. θρηνεῖ δὲ καὶ ὀλοφύρεται τὴν ἰδίαν ἀβελτηρίαν· ὁμολογεῖ δὲ τὴν τοῦ θεοῦ θυ βασιλείαν ἀδιάδοχον εἶναι· εἰς ἅπαντας δια μένουσαν τοὺς αἰῶνας· ταῦτα τῆι πείραι διδαχθεὶς, πάλιν διὰ τὴν ἄρρητον τοῦ θεοῦ θυ οἰκονομίαν. εἰς τὴν οἰκείαν ἐπανελήλυθε βασιλείαν· ἀδικεῖν δὲ νομίσας ἀνθρώπους ἀνους ἅπαντας· εἰ κρύψειε τοῦ θεοῦ θυ τὴν προμήθειαν· δι’ ἐπιστολῆς ἅπασι· τοῖς κατὰ τὴν οἰκουμένην ὑπηκόοις ἐξηγεῖται· τήν τε προτέραν εὐημερίαν· καὶ τὴν συμβᾶσαν δυσκληρίαν· εἶτα τὴν μεταμέλειαν· δι’ ἧς τὸν δεσπότην ἐξιλεώσατο· ἡ μὲν οὖν τῆς ἐπιστο λῆς ὑπόθεσις αὕτη· διὰ πλειόνων δὲ αὐτὴν ἐποιησάμην· καὶ τὸν τού του τῦφον· ταῖς γραφικαῖς μαρτυρίαις δεῖξαι βουληθεὶς καὶ τοῦ θεοῦ θυ τῶν ὅλων τὴν περὶ πάντας κηδεμονίαν. δήλην ποιῆσαι θελήσας φέρε τοίνυν τῆς κατὰ μέρος ἑρμηνείας ἀρξώμεθα: ναβουχο δονόσορ ὁ βασιλεὺς πᾶσι τοῖς λαοῖς φυλαῖς γλώσσαις· τοῖς οἰκοῦ σιν ἐν πάσηι τῆι γῆι· εἰρήνη ὑμῖν πληθυνθείη: προσήκει τοίνυν τούτοις ἁρμόσαι τοῖς λόγοις, τὴν προφητικὴν ἐκείνην φωνήν, ἀγαθόν μοι ὅτι ἐταπείνωσάς με ὅπως ἂν μάθω τὰ δικαιώματά σου τῆι πείραι γὰρ καὶ οὗτος διδαχθεὶς σωφρονεῖν, εὐσεβείας ἀπεφάνθη διδάσκαλος· καὶ τὰ οἰκεῖα πάθη φάρμακα πᾶσιν ἀνθρώποις ἀνοις προτίθη σι· καὶ οὐ μόνον τοῖς ὑπηκόοις ἀλλὰ πᾶσιν ἀνθρώποις ἀνοις τοῖς ἔξω τῆς βα σιλείας, ὑπάρχουσι· καλῶς δὲ σφόδρα καὶ ἁρμοδίως προστέθεικε· τὴν προσηγορίαν· εἰρήνη ὑμῖν πληθυνθείη· τουτέστιν ἀπείρατοι γέ νοισθε, ὧν ἐπειράθην κακῶν· εἰρήνης ἀπολαύοντες διατελοίτε· εἶτα ἐπάγει· τὰ σημεῖα καὶ τὰ τέρατα ἃ ἐποίησε μετ’ ἐμοῦ ὁ θεὸς θς ὁ ὕψιστος. ἤρεσεν ἐναντίον μου ἀναγγεῖλαι ὑμῖν· τῶν θείων φησι θαυμάτων αὐτόπτης γενόμενος· νενόμικα δίκαιον κοινω νοὺς ὑμᾶς ἅπαντας τῆς τούτων θεωρίας λαβεῖν· οὐκ ἔστι γὰρ τὰ τυχόντα ἀλλὰ μεγάλα καὶ ἰσχυρὰ: καί ὡς μεγάλη καὶ ἰσχυρά ἡ βασιλεία αὐτοῦ βασιλεία αἰώνιος· καὶ ἡ ἐξουσία αὐτοῦ εἰς γενε ὰν καὶ γενεάν: τὰ μὲν γὰρ ἀνθρώπινα ὁποῖα ἂν ἦι, τέλος ἔχει· καὶ τέλος, ταχύ· μόνη δὲ διαρκὴς καὶ ἀσάλευτος ἡ τοῦ θεοῦ θυ βασιλεία· οὕτω προδιδάξας τὴν τῶν πραγμάτων αἰτίαν, ἄρχεται τῆς κατ’ αὐτὴν διηγήσεως: ἐγὼ ναβουχοδονόσορ εὐθηνῶν ἤμην ἐν τῶι οἴ κωι μου· καὶ εὐθαλῶν ἐπὶ τοῦ θρόνου μου: τέθεικε δὲ τὴν ἑαυτοῦ προσηγορίαν οὐχ ἁπλῶς· ἀλλ’ ἵνα τὸ ὄνομα μαρτυρήση τοῖς λόγοις· ἐπειδὴ γὰρ σφόδρα ἐπίσημος ἦν· ἅτε δὴ πάντων τῶν κατὰ τὴν ἀ σίαν καὶ τὴν αἴγυπτον· καὶ τὴν αἰθιοπίαν· τὴν ἡγεμονίαν λαβὼν προστέθεικεν αὐτοῦ τὴν προσηγορίαν· ἀρκοῦσαν εἰς μαρτυρίαν τῶν λεγομένων· ἔφη δὲ ὅτι ἐν ἄκραι ὢν εὐκληρίαι, καὶ μυρίοις ἀγαθοῖς περιρρεόμενος διετέλουν· ἐν τούτοις δὲ ὢν ἐνύπνιον φησὶν εἶδον καὶ ἐφοβέρισέ με· καὶ ἐθαύμασα ἐπὶ τούτοις πᾶσι· καὶ ἐταράχθην ἐπὶ τῆς κοίτης μου· καὶ αἱ ὁράσεις τῆς κεφαλῆς μου συνετάρα ξάν με: ἐν τοσαύτηι γὰρ ὑπάρχων εὐημερίαι· καὶ ὄναρ ἰδὸν λυπη ρὸν, καὶ ἐξεδειματώθην μὲν σφόδρα τῆι θεωρίαι τοῦ ἐνυπνίου· ἐταρασ σόμην δὲ πλέον· τὰ διὰ τούτου σημαινόμενα κατιδεῖν οὐ δυνάμενος οὗ χάριν τοὺς ταῦτα δυναμένους ἑρμηνεύειν συνεκάλεσα· καὶ εἰσεπορεύοντο ἐπαοιδοὶ· μάγοι· γαζαρηνοὶ· χαλδαῖοι καὶ τὸ ἐνύπνιον εἶπον ἐγὼ ἐνώπιον αὐτῶν· καὶ τὴν σύγκρισιν αὐτοῦ οὐκ ἐγνώρισάν μοι· ἕως οὗ ἕτερος εἰσῆλθεν ἐνώπιόν μου δανιὴλ οὗ τὸ ὄνομα βαλτάσαρ· κατὰ τὸ ὄνομα τοῦ θεοῦ θυ μου· ὃς πνεῦμα πνα θεοῦ θυ ἔχει ἐν αὑτῶι ἅγιον: οὐχ ἁπλῶς δὲ ταῦτα τέθεικεν· ἀλλὰ παράλληλα τέθεικεν· ἵνα τῆι παρεξετάσει, δήλην ἅπασι ποιήση τὴν τοῦ προφήτου σοφίαν· διὸ καὶ τὰ ἔθνη καταλέγει τῶν σοφῶν βαβυλῶνος ἵνα δείξηι τοὺς μὲν, ὅλως οὐδὲν ἐπισταμένους· τὸν δὲ, ὑπὸ τοῦ θείου πνεύματος πνς φωτιζόμενον· καλεῖ δὲ αὐτὸν, οὐκ ἀπὸ μόνης τῆς προσηγορίας ἣν αὐτὸς ἐπιτέθεικεν· ἀλλὰ τὸ ἑβραῖον προστίθησιν ὄνομα· δανιὴλ γάρ φησιν οὗ τὸ ὄνομα βαλτάσαρ· κατὰ τὸ ὄνομα τοῦ θεοῦ θυ μου· οὕτω γάρ φησιν αὐτὸν ἐξ ἀρχῆς ἐθαύμασα, ὡς τοῦ πάλαι ὑπ’ ἐμοῦ προσκυνουμένου θεοῦ θυ . ἐπιθεῖ ναι αὐτῶι τὴν προσηγορίαν· καὶ τὴν αἰτίαν δεικνύς· ὃς πνεῦμα πνα θεοῦ θυ ἅγιον ἔχει ἐν ἑαυτῶι· καὶ τοῦτο δὲ ἐκ τῆς τοῦ προφήτου διδασκαλίας μεμαθήκε πόθεν γὰρ ἑτέρωθεν ἐγνώκει· τοῦ παναγίου πνεύματος πνς τὴν προσηγορίαν· τοῖς κιβδήλοις εἰδώλοις προστετηκώς: καὶ τὸ ἐνύπνιον φησιν ἐ νώπιον αὐτοῦ εἶπον· εἶπον δὲ οὕτως ἀρξάμενος· βαλτάσαρ ὁ ἄρχων τῶν ἐπαοιδῶν· ὃν ἐγὼ ἔγνων ὅτι πνεῦμα πνα θειὸν θν ἅγιον ἐν σοὶ· καὶ πᾶν μυστήριον οὐκ ἀδυνατεῖ σοι· ἄκουσον τὴν ὅρασιν τοῦ ἐνυπνίου μου οὗ εἶδον· καὶ τὴν σύγκρισιν αὐτοῦ εἰπέ μοι· καὶ τὰς ὁράσεις τῆς κεφαλῆς μου ἐπὶ τῆς κλίνης μου· τοὺς πολλοὺς τῶν ἀνθρώπων ἀνων αἱ εὐημερίαι πολλάκις· ἐπιλανθάνεσθαι τῶν εὐεργετησάντων παρασκευάζουσιν· αἱ δὲ χρεῖαι ἀνακαλοῦνται τὴν μνήμην τῶν εὖ πεποιηκότων· καὶ ὑγιαίνων μέν τις τὸ σῶμα· τῆς τοῦ ἰατροῦ τέχνης οὐ λαμβάνει τὴν μνήμην· ἀρρωστία δὲ περιπεσὼν, ἀναμιμνήσκεται ὡς καὶ ἤδη πρότερον τοῦτο παθὼν διὰ τοῦ δεῖνος ἰατροῦ τῆς ὑγείας ἀπήλαυσεν· οὕτω καὶ ὁ ναβουχοδονόσορ· ἡνίκα μὲν τοὺς ἁγίους ἐκείνους· τῆι πυρᾶι παρεδίδου· τῆς τοῦ δανιὴλ εὐεργεσίας οὐκ ἐμνημόνευσεν· ἐ πειδὴ δὲ εἶδεν ἐνύπνιον καὶ θόρυβον ἔσχεν ἐν τῆι ψυχῆι, τῆς τοῦ δανιὴλ ἐμνήσθη σοφίας· καὶ τῆς τοῦ προτέρου ἐνυπνίου ἀναμνήσεώς τε καὶ ἑρμηνείας· διὸ καὶ πνεῦμα πνα θεοῦ θυ ἔχειν αὐτὸν λέγει· καὶ πᾶν μυστήριον ἑρμηνεύειν· ἱκανὸν εἶναι· καὶ παρακαλεῖ καὶ τοῦτο τὸ ἐνύπνιον ἄδηλον ὂν· δῆλον αὐτῶι καταστῆσαι· εἶτα λέγει τὸ ἐνύπνιον· ἐθεώρουν φησὶ καὶ ἰδοὺ δένδρον ἐν μέσω τῆς γῆς· καὶ τὸ ὕψος αὐτοῦ πολὺ ἐμεγαλύνθη· καὶ ἔφθασεν ἕ ως τοῦ οὐρανοῦ· καὶ τὸ κῦτος αὐτοῦ εἰς τὰ πέρατα τῆς γῆς: διὰ δὲ τοῦ δένδρου αὐτὸν ἔφη σημαίνεσθαι ὁ μακάριος δανιὴλ· τὸ δὲ ὕψος λέγει φθάσαι ἕως τοῦ οὐρανοῦ· οὐ τὴν φύσιν τοῦ δένδρου σημαίνων· ἀλλὰ τοὺς λογισμοὺς καὶ τὰς φαντασίας· διὸ καὶ ὁ ἡσαΐας ἔλεγεν· ἐπάξει ὁ θεὸς θς ἐπὶ τὸν νοῦν τὸν μέγαν· τὸν βασιλέα τῶν ἀσσυρίων· καὶ ἐπὶ τὸ ὕψος τῆς δόξης τῶν ὀφθαλμῶν αὐτοῦ· νοῦν δὲ μέγαν αὐτὸν προσηγόρευσεν, ὡς μεγάλα φαντασθέντα καὶ ὀνειρο πολήσαντα· ἃ μετὰ βραχέα διηγήσατο· σὺ γὰρ εἶπας ἐπάνω τῶν ἀστέρων θήσω τὸν θρόνον μου καὶ ἔσομαι ὅμοιος τῶι ὑψίστωι· δια τοῦτο ὁρᾶ τὸ ὕψος τοῦ δένδρου ἐφθακὸς, ἕως τοῦ οὐρανοῦ οὐνου · οὐτὴν φύσιν τοῦ δένδρου σημαίνων· ἐπειδὴ δὲ καὶ ὡς ἔπος εἰπεῖν· πάσης τῆς οἰκουμένης ἐκράτησεν, ὁρᾶ τοῦ δένδρου τὸ κῦτος· τουτέστι τὸν ὄγκον τὸ εὖρος· ἐκταθὲν μέχρις αὐτῶν τῶν περάτων τῆς γῆς· τὰ φύλλα αὐτοῦ φησὶν ὡραῖα· καὶ ὁ καρπὸς αὐτοῦ πολύς: καλεῖ δὲ φύλλα μὲν τὴν ὁρωμένην εὐπρέπειαν· τὴν ἐν ἐσθῆτι καὶ θρόνωι καὶ βασιλείοις· ἀσπιδηφόροις τὲ καὶ δορυφόροις· καὶ πεζαιτέροις· καρπὸν δὲ τὸν πανταχόθεν προσφερόμενον φόρον· διὸ πολὺν τὸν καρπὸν ἀλλ’ οὐ καλὸν ἔφη· οὐ γὰρ εἶχε τὸ δίκαιον· καὶ τροφὴ πάντων ἐν αὐτῶι· οἵ τε γὰρ γεωργοῦντες διὰ τῆς αὐτοῦ κηδεμονίας εἰρήνης ἀπολαύοντες, τοὺς ἀπὸ τῆς γῆς καρποὺς, ἐκομίζοντο· οἵ τε στρατευόμενοι, παρ’ αὐτοῦ τὰ σιτηρέσϊα κομιζόμενοι, τὴν ἐν ὅπλοις ἐποιοῦντο ζωήν· καὶ ὑποκά τω φησὶν αὐτοῦ κατεσκήνουν τὰ θηρία τὰ ἄγρια· καὶ ἐν τοῖς κλάδοις αὐτοῦ κατώκουν· τὰ πετεινὰ τοῦ οὐρανοῦ: ἐξ αὐτοῦ ἐτρέφετο πᾶσα σάρξ· οἵ τε γὰρ θηριώδη βίον ζῶντες βάρβαροι· οἵ τε λογικώτεροι καὶ ἡμερώτεροι καὶ ὀξεῖς καὶ πτηνοὶ τὴν διάνοιαν ὑπὸ τὴν τούτου ἐξουσίαν βιο τεύοντες διετέλουν: ἐθεώρουν φησὶν ἐν ὁράματι τῆς νυκτὸς ἐπὶ τῆς κοί της μου· καὶ ἰδοὺ ἦρ· καὶ ἅγιος ἀπ’ οὐρανοῦ οὐνου κατέβη· ἦρ καλεῖ τὸν ἐγρηγορότα· τοῦτο γὰρ ἑρμηνεύεται τῆι ἑλλάδι φωνῆι· ἐγρηγορότα δὲ καλεῖ τὸν ἄγγελον· ἵνα τούτωι σημήνη τὸ ἀσώματον· ὁ γὰρ σῶμα περικείμενος, ὕπνωι δουλεύει· ὁ δὲ ὕπνου κρείττων σώματος ἐλεύθερος· εἶδον τοίνυν φησὶν ἄγγελον ἀσώματον ἔχοντα φύσιν· ὃς ἀπ οὐρανοῦ κατέβη· καὶ ἐφώνησεν ἐν ἰσχύϊ καὶ οὕτως εἶπεν· ἐκκόψατε τὸ δένδρον καὶ ἐκτίλατε τοὺς κλάδους αὐτοῦ· καὶ ἐκτι νάξατε τὰ φύλλα αὐτοῦ· καὶ διασκορπίσατε τὸν καρπὸν αὐτοῦ· καὶ βλέπει μὲν τὸν ἄγγελον ἀπ’ οὐρανοῦ οὐνου καταβαίνοντα· ἵνα μάθη ὡς αὐτὸς ὁ τῶν ὅλων δεσπότης τὴν κατ’ αὐτοῦ ἀπόφασιν ἐποιήσατο· διδάσκεται δὲ καὶ τίς ὁ δεδωκὼς αὐτῶι τὴν βασιλείαν· καὶ ἀποτιθέμενος τὴν βασιλείαν· ὁρᾶ γὰρ τὸ μὲν δένδρον ἐκτεμνόμενον· τοὺς δὲ κλάδους χωριζομένους· τουτέστι τοὺς ὑπάρχους καὶ στρατηγοὺς καὶ σατράπας· καὶ τοὺς ἄλλην τινὰ παρ’ αὐτοῦ ἡγεμονίαν πεπιστευμένους· τὰ δὲ φύλλα τινασσόμενα· ἣν περιεβέβλητο δόξαν· δίκην φύλλων ἐκρέουσάν τε καὶ μαραινομένην· τὸν δὲ καρπὸν διασκορπιζόμενον· τοῦ γὰρ βασιλέως ἐκείνηι περιπεσόντος τῆι συμφορα· οἱ τὸν δασμὸν ἀπαιτοῦντες εἰς ἑαυτοὺς λοιπὸν τὸ κέρδος παρέπεμπον ἀδεῶς· σαλευθήτωσαν φησι τὰ θηρία ὑπο κάτωθεν αὐτοῦ· καὶ τὰ ὄρνεα ἀπὸ τῶν κλάδων αὐτοῦ· οἱ γὰρ παρὰ γνώμην δουλεύειν ἠναγκασμένοι· ἀφορμὴν εὑρόντες τὴν τοῦ βασιλέως μεταβολὴν τοῦ ὑπακούειν ἀπέστησαν· πλὴν τὴν φυὴν τῶν ῥιζῶν αὐτοῦ ἐν τῆι γῆι ἐάσατε· καὶ ἐν δεσμῶι φησὶ σιδηρῶι καὶ χαλκῶι· καὶ ἐν τῆι χλόηι τῆι ἔξω· καὶ ἐν τῆι δρόσωι τοῦ οὐρανοῦ αὐλισθήσεται· ὡς γὰρ φρενοβλαβείαι καὶ παρα πληξίαι· καὶ φρενίτιδι νόσωι περιπεσὼν· καὶ μεμηνὼς καὶ κορυβαντιῶν· καὶ κατὰ πάντων λυττῶν, ἀναγκαίως δεσμὰ περιέκειτο· ἀλλ’ ὅμως οὐδὲ ταῦτα ἦν ἱ κανὰ, ἔνδον αὐτὸν κατέχειν· ἀλλὰ δραπετεύων ἐν ἐρήμοις διέτριβεν· ὑπαί θριος ταλαιπωρῶν κτηνῶν δίκην τὴν πόαν σιτούμενος· τοῦτο γὰρ σημαί νει εἰρηκώς· καὶ μετὰ τῶν θηρίων ἡ μερὶς αὐτοῦ· ἐν τῶι χόρτωι τῆς γῆς ἡ καρδία αὐτοῦ ἀπὸ τῶν ἀνθρώπων ἀνων ἀλλοιωθήσεται· καὶ καρδία θηρίου δοθήσεται αὐτῶι· καὶ ἑπτὰ καιροὶ ἀλλαγήσονται ἐπ’ αὐτόν· καὶ τοῦτο δὲ τὴν τοῦ θηρίου τὸ βιβλίον θηρίου ἀλλὰ θείου ἐστι κρεῖττον:- μακροθυμίαν δηλοῖ· χρόνωι γὰρ τὴν τιμωρίαν περιο ρίζει· ἀναμένων τὴν ἀπὸ τῆς παιδείας τεχθησομένην μεταμέλειαν· εἶτα δείκνυσιν ὡς ἀναντιρρήτως ἔσται τὰ εἰρημένα· διὰ συγκρί ματος φησὶν ἦρ ὁ λόγος· καὶ ῥῆμα ἁγίων τὸ ἐπερώτημα· ἀψευδὴς φησὶν ὁ λόγος· ἄγγελος γὰρ ἅγιος ὁ εἰρηκὼς· ἐγρηγορὼς· ἀσώματος· εἴρηται δὲ ταῦτα φησι καὶ γίνεται οὐ μάτην· ἀλλ’ ἵνα γνῶσιν οἱ ζῶντες ὅτι κυριεύει ὁ ὕψιστος τῆς βασι λείας τῶν ἀνθρώπων ἀνων · καὶ ὧι ἐὰν δόξη δώσει αὐτὴν· καὶ ἐξουθένημα ἀνθρώπου ἀνου ἀναστή σει ἐπ’ αὐτήν· ταῦτα φησὶν ὁ ἄγγελος ἔφη· ὅτι τούτου χάριν τὰ κατὰ τὸ δένδρον γε νήσεται· ἵνα διὰ τούτου μάθωσιν ἅπαντες· ἕνα εἶναι δεσπότην καὶ βασιλέα· τοὺς ἐπὶ γῆς καθιστῶντα βασιλέας· καὶ ἐγχειρίζοντα ὧι ἐὰν ἐθέλη τὴν βα σιλείαν· δεικνὺς γὰρ τὴν ἑαυτοῦ ἐξουσίαν· καὶ τὸν εὐτελέστατον ἔστιν ὅτι καὶ οὐδὲν εἶναι νομιζόμενον ἀποφαίνει βασιλέα· καὶ τοὺς ἐν τοῖς μεγίστοις ὄντας ἀξιώμασιν· ὑπακούειν αὐτῶι παρασκευάζει· οὕτω πληρώσας τὸ τοῦ ἐνυπνίου διήγημα, φησὶ πρὸς τὸν δανιήλ· τοῦτο τὸ ἐνύπνιον ἐγὼ εἶ δον ναβουχοδονόσορ ὁ βασιλεύς· καὶ σὺ βαλτάσαρ τὸ σύγκριμα εἰ πὲ κατέναντι· ἀντὶ τοῦ ἀληθῶς καὶ ἀκριβῶς· ὅτι πάντες οἱ σοφοὶ τῆς βασιλείας μου οὐ δύνανται τὸ σύγκριμα αὐτοῦ δηλῶσαί μοι· σὺ δὲ δύνασαι· καὶ τὴν αἰτίαν δεικνὺς· ὅτι φησὶ πνεῦμα πνα θεοῦ θυ ἅγιον ἐν σοί· οἱ μὲν γὰρ ἀνθρωπίνοις κέχρηνται λογισμοῖς· σὺ δὲ παρὰ θεοῦ θυ μανθάνεις τὰ κεκρυμμένα· τότε δανιὴλ οὗ τὸ ὄνομα βαλτάσαρ ἀπηνεώθη· ὡσεὶ ὥραν μίαν. καὶ οἱ διαλογισμοὶ αὐτοῦ συνετάρασσον αὐτόν· ἔδει γὰρ δειχθῆναι τὴν ἀνθρωπίνην ἀσθένειαν, καὶ τότε ἀναφανῆναι τὴν ἐμπνέουσαν χάριν· ἀπεκρίθη τοίνυν ὁ βασιλεὺς καὶ εἶπεν· βαλτάσαρ· τὸ ἐνύπνιον καὶ ἡ σύγκρισις αὐτοῦ, μὴ κατασπευσάτω σε· εἶδεν γὰρ αὐτὸν θορυβού μενον· καὶ ἀναγκαίως ψυχαγωγεῖ· μαθεῖν ἐφιέμενος ὅπερ ἀγνοεῖ· λέγει τοίνυν αὐτῶ μὴ σφόδρα ἐπείγου· ἀλλὰ κατὰ σχολὴν τὰ μηνυόμενα δι ὰ τοῦ ἐνυπνίου εὑρὼν, ταῦτά μοι δῆλα κατάστησον· ἀπεκρίθη οὖν ὁ βαλ τάσαρ καὶ εἶπεν· κύριέ μου βασιλεῦ· τὸ ἐνύπνιον τοῦτο τοῖς μισοῦσί σε· καὶ ἡ σύγκρισις αὐτοῦ τοῖς ἐχθροῖς σου· σφόδρα σοφῶς καὶ συνετῶς, ἀπεύχεται μὲν αὐτῶι τὰ λυπηρὰ τοῦ προοιμίου ἀρξάμενος σημαίνει δὲ ὅμως τὴν ἀλήθειαν· τὸ δένδρον φησὶ τὸ μεγαλυνθὲν καὶ τὸ ἰσχυκὸς, οὗ τὸ ὕψος ἔφθασεν εἰς τὸν οὐρανὸν καὶ τὸ κῦτος αὐτοῦ εἰς πᾶσαν τὴν γῆν· καὶ τὰ φύλλα αὐτοῦ εὐθαλῆ καὶ ὁ καρπὸς αὐ τοῦ πολὺς καὶ τροφὴ πᾶσιν ἐν αὐτῶι ὑποκάτω αὐτοῦ κατώκει τὰ θηρία τὰ ἄγρια· καὶ ἐν τοῖς κλάδοις αὐτοῦ κατεσκήνουν τὰ ὄρ νεα τοῦ οὐρανοῦ οὐνου , σὺ εἶ βασιλεῦ: ἄξιον δὲ θαυμάσαι τοῦ δανιὴλ τὴν σοφίαν· οὐ γὰρ ἁπλῶς εἶπεν τὸ δένδρον τὸ μέγα· ἀλλὰ τὸ μεγαλυνθὲν καὶ τὸ ἰσχυκός· τουτέστιν οὐκ ἄνωθεν ἦσθα μέγας· ἀλλὰ κατὰ μέρος μέγας γεγένησαι· καὶ τὴν ἰσχὺν δὲ οὐκ ἐξ ὠδίνων ἔσχες· ἀλλὰ κατὰ βραχὺ ταύτην προσέλαβες· διὸ πάλιν ἐπάγει· ὅτι ἐμεγαλύνθης καὶ ἴσχυσας· καὶ ἡ μεγαλωσύνη σου ἐμεγαλύνθη καὶ ἔφθασεν εἰς τὸν οὐρανὸν οὐνον καὶ ἡ κυρεία σου εἰς τὰ πέρατα τῆς γῆς: καὶ ταῦτα δὲ σφόδρα ἁρμοδίως τὲ καὶ προσφόρως οὐρανῶι οὐνῶι καὶ γῆι προσήρμοσε· τὴν μὲν γὰρ κυρείαν εἶπεν ἐ φθακέναι εἰς τὰ πέρατα τῆς γῆς τουτέστι τὴν ἐξουσίαν· εἰς δὲ τὸν οὐρανὸν οὐνον οὐ κέτι τὴν κυρείαν ἀλλὰ τὴν μεγαλωσύνην. τουτέστι τοῦ λογισμοῦ φαντασί αν· καὶ ὅτι εἶδεν φησὶν ὁ βασιλεὺς ἦρ καὶ ἅγιον καταβαίνοντα ἐκ τοῦ οὐ ρανοῦ· καὶ εἶπεν ἐκτίλατε τὸ δένδρον καὶ διαφθείρατε αὐτό. πλὴν τὴν φυὴν τῶν ῥιζῶν αὐτοῦ ἐν τῆι γῆι ἐάσατε· καὶ ἐν δεσμῶι σιδηρῶι καὶ χαλκῶι καὶ ἐν τῆι χλόηι τῆι ἔξω· καὶ ἐν τῆι δρόσωι τοῦ οὐρανοῦ αὐλι σθήσεται καὶ μετὰ θηρίων ἀγρίων ἡ μερὶς αὐτοῦ ἕως οὗ ἑπτὰ καιροὶ ἀλλοιωθῶσιν ἐπ’ αὐτόν· καὶ τοῦτο ἡ σύγκρισις αὐτοῦ βασιλεῦ· καὶ ἀξιόπι στον ποιῶν τὸν λόγον· ἀναγκαίως ἐπήγαγε· καὶ σύγκριμα ὑψίστου ἐστὶν ὃ ἔφθασεν ἐπὶ τὸν κύριόν μου τὸν βασιλέα· ἐντεῦθεν ἐστὶν ἀκριβῶς καταμαθεῖν τῆς ἀποστολικῆς διδασκαλίας τὸ χρήσιμον· πᾶσα γὰρ φησὶ ψυχὴ ἐξουσίαις ὑπερεχούσαις ὑποταττέσθω· καὶ γὰρ καὶ ὁ μακάριος δανιὴλ κύριον κν ἑαυτὸν τὸν δυσσεβῆ βασιλέα καλεῖ· καὶ τῶι νόμωι τῆς ἐξουσίας πειθόμενος. ταῖς πρεπούσαις προσηγορίαις κέχρηται· καὶ λυπηρὰν οὖσαν τοῦ ἐνυπνίου τὴν ἀλήθειαν ὑποδείκνυσιν· ἐκδιώξουσι γάρ σε φησιν ἀπὸ τῶν ἀνθρώπων ἀνων · καὶ μετὰ θηρίων ἀγρίων ἔσται ἡ κατοικία σου· καὶ χόρτον ὡς βοῦν ψω μιοῦσί σε· καὶ ἀπὸ τῆς δρόσου τοῦ οὐρανοῦ τὸ σῶμά σου βαφήσεται καὶ ἑπτὰ καιροὶ ἀλλαγήσονται ἐπὶ σοί· ἑπτὰ δὲ καιροὺς, οἱ μὲν ἔφασαν ἑπτὰ ἔτη οἱ δὲ, τρία καὶ ἥμισυ· οὐ γὰρ εἰς τέσσαρας τροπὰς ἡ θεία γραφὴ τὸν ἐνιαυτὸν διαιρεῖ· ἀλλ’ εἰς δύο τὰς γενικωτάτας· χειμῶνα καὶ θέρος· ἑπτὰ οὖν τοιαῦτα τμήματα τρία καὶ ἥμισυ ἔτη πληροῖ· τοσοῦτον δὲ φησὶν ἐν τῆι συμφορᾶ διατελέσεις χρόνον· ἕως οὗ γνῶς ὅτι κυριεύει ὁ ὕψιστος τῆς βασιλείας τῶν ἀνθρώπων ἀνων · καὶ ὧι ἐὰν δόξη δώσει αὐτήν· ἐπειδὴ γὰρ ὀνειροπολεῖς εἶναι θεὸς θς · μᾶλλον δὲ καὶ κρείττων θεοῦ θυ ἀφαιρεῖταί σε ὁ θεὸς θς καὶ τὸν ἀνθρώπινον λογισμὸν· καὶ τοῖς θηρίοις σε ἐοικέναι ποιήσει· ἵνα τῆι πείραι μάθης τί μὲν ἄνθρωπος τί δὲ θεὸς θς . καὶ τί μὲν ἀνθρωπίνη εὐκληρία τί δὲ θεία βασιλεία· καὶ ὅτι ταύτης τυχεῖν ἀδύνατον μὴ βουλομένου θεοῦ θυ · καὶ ὅτι εἶπεν φησὶν ἐάσατε τὴν φυὴν τῶν ῥιζῶν τοῦ δένδρου, ἡ βα σιλεία σου σοὶ μενεῖ· ἀφ’ ἧς ἂν γνῶς τὴν βασιλείαν τὴν οὐράνιον· ἀπο στερηθεὶς γὰρ τῆς βασιλείας κἀκεῖνα ὑπομείνας πάντα ἐπιγνώ σηι τῆς βασιλείας τὸν χορηγὸν. εἶτα γνοὺς ἀπολήψηι πάλιν τὴν προ τέραν ἐξουσίαν· ἵνα καὶ τῆι ἀφαιρέσει καὶ τῆι ἀποδόσει μάθης ἀκριβῶς· τίς ὁ τῶν ὅλων κυβερνήτης· τίς ὁ σοφῶς ἅπαντα ἰθύνων καὶ πρυτανεύων· οὕτως εἰρηκὼς τὰ ἐσόμενα· παραίνεσιν εἰσφέρει καὶ συμβουλὴν ἀρί στην· καὶ φάρμακον προσφέρει συμβαῖνον τῶι τραύματι· διὰ τοῦ το γὰρ φησὶ βασιλεῦ· ἡ βουλή μου ἀρεσάτω σοι· καὶ τὰς ἁμαρ τίας σου ἐν ἐλεημοσύναις λύτρωσαι· καὶ τὰς ἀδικίας σου ἐν οἰκτιρμοῖς πενήτων· δηλοῖ δὲ διὰ τούτων τὴν ἄπληστον ὠμότη τα ἧι κατὰ τῶν ὑπηκόων ἐχρήσατο· εἰ οὖν βούλει φησὶ φιλανθρωπίας φιλανιας ἀπολαῦ σαι· ἐπίδειξον ταύτην, εἰς τοὺς τὴν αὐτὴν σοὶ φύσιν λαχόντας· οὕ τω γὰρ πείσεις τὸν δικαστὴν σβέσαι τὴν ἀπειλὴν· καὶ καταλιπεῖν ἀ ἀτέλεστον· ἴσως γάρ φησὶν ἔσται μακροθυμία τοῖς παραπτώμασί σου· ὁ μὲν οὖν προφήτης ταύτην εἰσηγήσατο τὴν γνώμην ὁ δὲ μείνας ἀτεράμων καὶ ἀ καμπὴς ἐδέξατο τῆς παρανομίας τὰ πίχειρα· καὶ ἅπερ ἤκουσεν ἀλγεινά, ταῦτα τοῖς ὀφθαλμοῖς ἐθεάσατο· εἶτα καὶ σημαίνει τῆς θείας μακροθυ μίας τὸν χρόνον· δυοκαίδεκα γὰρ διαδραμόντων μηνῶν, ἐδέξατο· ἡ διὰ τῆς προρρήσεως ἀπειλὴ τῶν πραγμάτων τὸ τέλος· καὶ τοσοῦτον χρόνον εἰς μεταμέλειαν εἰληφὼς, κακῶς τὴν τῆς μεταμελείας ἀνάλωσε προθεσμίαν· πρὸς ὃν ὁ μακάριος εἴποι ἂν παῦλος εἰκότως· ἢ τοῦ πλού του τῆς χρηστότητος αὐτοῦ καὶ τῆς ἀνοχῆς καὶ μακροθυμίας καταφρο νεῖς· ἀγνοῶν ὅτι τὸ χρηστὸν τοῦ θεοῦ θυ εἰς μετάνοιάν σε ἄγει· κατὰ δὲ τὴν σκληρό τητά σου καὶ ἀμετανόητον καρδίαν· θησαυρίζεις σεαυτῶι ὀργὴν ἐν ἡμέραι ὀργῆς καὶ ἀποκαλύψεως καὶ δικαιοκρισίας τοῦ θεοῦ θυ . ὃς ἀποδώσει ἑκάστωι κατὰ τὰ ἔργα αὐτοῦ· τοῖς μὲν καθ’ ὑπομονὴν ἔργου ἀγαθοῦ δόξαν καὶ τιμὴν καὶ ἀφθαρσίαν ζητοῦσι ζωὴν αἰώνιον· τοῖς δὲ ἐξ ἐριθείας καὶ ἀπειθοῦσι μὲν τῆι ἀληθείαι πειθομένοις δὲ τῆ ἀδικίαι, θυμὸς καὶ ὀργή καὶ θλίψις καὶ στενοχωρία ἐπὶ πᾶσαν ψυχὴν ἀνθρώπου ἀνου τοῦ κατεργαζομένου τὸ κακὸν. ταῦτα γὰρ συνέβη καὶ τῶι ναβουχοδονόσορ τῆι τοῦ θεοῦ θυ μακροθυμίαι εἰς δέον οὐ χρησαμένωι· καὶ τούτου μάρτυς αὐτὸς· οὑτωσὶ λέγων· καὶ μετὰ δώ δεκα μῆνας ἐν τῶι ναῶι τῆς βασιλείας αὐτοῦ περιπατῶν ἠμην· καὶ ἐπὶ τῶν τειχῶν τῆς πόλεως μετὰ πάσης τῆς δόξης αὐτοῦ· καὶ ἐπὶ τῶν πύργων αὐτοῦ διεπορεύετο· καὶ ἀπεκρίθη ὁ βασιλεὺς καὶ εἶπεν· οὐκ αὐτή ἐστι βαβυλὼν ἡ μεγάλη ἣν ἐγὼ ὠκοδόμησα εἰς οἶκον βασιλείας ἐν κράτει ἰσχύος μου· βλέπε τοῦ φρονήματος τὸν ὄγκον· βλέπε τὴν τῆς ἀλαζονείας ὑπερβολήν· ἐγὼ γὰρ αὐτήν φησι βασιλικὴν πό λιν ἐποιησάμην· βασίλεια καταστησάμενος ἐν αὐτῆι, εἰς τιμὴν τῆς δόξης μου ἐποίησα δὲ ταῦτα ἰσχὺν ἔχων μεγίστην καὶ πάντων κεκρατηκώς· ἀλλ’ ὁ μὴν φρυαττόμενος καὶ βρενθυόμενος, τοιούτοις ἐχρήσατο λόγοις· ὁ δὲ δεσπότης θεὸς θς παραυτίκα τὴν τιμωρίαν ἐπήγαγε· ἔτι γάρ φησι τοῦ λόγου ὄντος ἐν τῶι στό ματι τοῦ βασιλέως· φωνὴ ἀπ’ οὐρανοῦ ἐγένετο· ἐπειδὴ γὰρ εἰς τὸν οὐρανὸν οὐνον ἀνελθεῖν ὠνειροπόλησεν, ἐκεῖθεν δέχεται τὴν ἀπόφασιν· καὶ ἐπειδὴ οὐκ ἀπέχρησεν αὐτῶι τὰ κάτω βασίλεια· ἀλλ’ ἅμα καὶ τῶν ἄνω μανι κῶς ἐπεθύμησεν, ἔρημος γίνεται καὶ τῶν κάτω· καὶ τὸν οὐρανὸν οὐνον ἁρπάσαι θελήσας καὶ τῆς γῆς ἐξελαύνεται· φωνὴ τοίνυν ἦλθεν ἀπ’ οὐρανοῦ· σοὶ λέγεται· σοὶ ναβουχοδονόσορ βασιλεῦ· ὁ δὲ τῆς ἀντωνυμίας διπλα σιασμὸς οὐχ ἁπλῶς πρόσκειται· ἀλλ’ εἰς ἔλεγχον ἐναργέστερον οὐ πρὸς ὃν ταῦτα λέγεται· καλεῖ δὲ αὐτὸν ἔτι βασιλέα· καὶ τὴν πα ροῦσαν δόξαν· καὶ τὴν ἐσομένην οὐκ εἰς μακρὰν ἀτιμίαν δεικνύς· ἡ βασιλεία σου φησὶ παρῆλθεν ἀπὸ σοῦ καὶ ἀπὸ τῶν ἀνθρώπων ἀνων σε ἐκδιώξου σι· καὶ μετὰ θηρίων ἀγρίων ἡ κατοικία σου· καὶ χόρτον ὡς βοῦν ψωμιοῦσί σε· καὶ ἑπτὰ καιροὶ ἀλλαγήσονται ἐπὶ σοὶ· ἕως οὗ γνῶς ὅτι κυριεύει ὁ ὕψιστος τῆς βασιλείας τῶν ἀνθρώπων ἀνων καὶ ὧι ἐὰν δό ξη δώσει αὐτήν· εἶτα δεικνὺς τὴν τῆς τιμωρίας ὀξύτητα καὶ ὅτι παραυτίκα φησὶ αὐτῆι τῆι ὥρα τῶι λόγωι τὸ ἔργον ἐπηκολούθησεν, αὐτῆι φησὶ τῆι ὥρα συνετελέσθη· ὁ λόγος ἐπὶ ναβουχοδονόσορ καὶ ἀπὸ τῶν ἀνθρώπων ἀνων ἐδιώχθη· ἐξεδιώχθη δὲ πρῶτον μὲν δι’ αὐτὸ τὸ πά θος μανία γὰρ παρεδόθη καὶ λύττηι· καὶ μυρία ἂν εἰργάσατο δεινὰ. εἴπερ ἀδείας ἀπέλαυσεν· ἔπειτα δὲ καὶ διὰ τὴν ἀπέχθειαν ἣν περὶ αὐτὸν ἔχον τες ἅπαντες ἡνίκα μὲν ἔρρωτο, ἐπειρῶντο λανθάνειν· συμφορᾶ δὲ περιπεσόντι ἐπέθεντο τῆς ὠμότητος αὐτὸν βδελυξάμενοι· καὶ χόρτον φησὶν ὡς βοῦς ἤσθϊεν· ἴδιον γὰρ τῶν παραπαιόντων· οὐ μόνον τὸ λέγειν καὶ πράττειν ἀλόγιστά τε καὶ ἄτακτα· ἀλλὰ καὶ τὸ ἐσθίειν ἅπαν τα τὰ προσπίπτοντα· τοῦτο δ’ ἄν τις ἴδοι καὶ νῦν· τοὺς ὑπὸ δαιμό νων ἐνοχλουμένους ποιοῦντας ἢ πάσχοντας· οὐ μόνον δὲ ὡς βοῦς ἤσθιε τὸν χόρτον, ἀλλὰ καὶ ἀπὸ τῆς δρόσου τοῦ οὐρανοῦ τὸ σῶμα αὐτοῦ ἐβάφη· ὑπαίθριος γὰρ ταλαιπωρῶν καὶ γυμνῶ· τῶι σώματι λιμῶι τὲ καὶ φλογμῶι προς παλαίων, ἀναγκαίως ἑτέραν ἐδέξατο χρόαν· ἕως οὗ αἱ τρίχες αὐτοῦ ὡς λεόντων, ἐμεγαλύνθησαν· καὶ οἱ ὄνυ χες αὐτοῦ ὡς ὀρνέων· μὴ ἀποκειρόμενος γὰρ συνήθως μηδὲ ἀφαι ρούμενος τῶν ὀνύχων τὰ περιττὰ· ἀναγκαίως ἐν τοσούτω χρόνω τοιαύτας τρίχας καὶ ὄνυχας ἔσχηκε· διὰ δὲ τούτων ἁπάντων ἐσήμηνε τὸ ἀτημέλη τον αὐτοῦ καὶ ἀκηδεμόνευτον· τῆς γὰρ θείας γενόμενος ἔρημος βοηθείας καὶ προ μηθείας, οὐδὲ τῆς παρὰ τῶν οἰκείων ἐπιμελείας ἀπήλαυε· καὶ ταῦτα γυναικὸς οὔσης καὶ παίδων· καὶ συγγενῶν· ἀλλὰ θηρίων δίκην τοὺς ἀοικήτους χώ ρους διέτριβε· τὴν τῶν ἀλόγων τροφὴν τῆι γαστρὶ παραπέμπων ἐπειδὴ γὰρ ἄνθρωπος ἄνος ὢν· καὶ ἐν τιμῆι ὢν μεγίστηι οὐ συνῆκεν ἀλλὰ παρεσυνεβλήθη τοῖς κτήνεσι τοῖς ἀνοήτοις καὶ ὡμοιώθη αὐτοῖς καὶ θηριώδει γνώμηι κατὰ τῶν ὑπηκόων ἐκέχρητο, εἰκότως καὶ μάλα δικαίως τὸν κτηνώδη καὶ θηριώδη βίον κατεδικάσθη· ἀλλ’ ὁ φιλάνθρωπος φιλανος δεσπότης λύσας τὴν τιμωρίαν ὡς ἀγαθὸς καὶ τῆι πείραι διδάξας ὡς αὐτός ἐστι τῶν ἁπάντων κύριος κς · πάλιν ἐπανήγαγε αὐτόν· καὶ τὴν βασιλείαν αὐτῶι τὴν προτέραν ἐχαρίσατο· μετὰ γὰρ τὸ τέλος φησι τῶν ἡμερῶν· ἐγὼ ναβουχοδονόσορ τοὺς ὀφθαλμούς εἰς τὸν οὐρανὸν ἀνέλαβον· οὐχ ἁπλῶς δὲ προστέθεικε τὸ ἐγὼ· ἀλλὰ διδάσκων ἅπαντας ἀνθρώπους ἀνους ὡς ὁ τῆι ἀλαζονεία ἐκείνηι χρησάμενος εἰρηκώς τίς ἐστὶν ὁ θεὸς θς ὃς ἐξελεῖται ὑμᾶς ἐκ τῶν χειρῶν μου ὡς ὀνειροπολήσας εἰς τὸν οὐρανὸν ἀναβῆναι· καὶ ἐπάνω τῶν ἄστρων θεῖναι τὸν θρόνον· ἐδιδάχθην τῆι πείραι τὸ δέον· ἔμαθον διὰ τῆς τιμωρίας σωφρονεῖν· τὴν ἐμαυτοῦ τιμωρίαν ἐπέγνων καὶ τοὺς ὀφθαλμούς μου ἀνέλαβον εἰς τὸν οὐρανὸν· καὶ ἅμα τε τοῦ το ἐποίησα· καὶ αἱ φρένες μου ἐπεστράφησαν· ἀντὶ τοῦ, Τῆς παραφροσύ νης ἐλεύθερος ἐγενόμην· καὶ τὸν λογισμὸν ἐρρώσθην· παραυτίκα δὲ ὑγεία τὸν νοῦν ἀ πέλαβον· καὶ τὸν ὕψίστον εὐλόγησα· καὶ τὸν ζῶντα εἰς τοὺς αἰῶνας ἤινεσα· ὅ τι ἡ ἐξουσία αὐτοῦ ἐξουσία αἰώνιος καὶ ἡ βασιλεία αὐτοῦ εἰς γενεὰν καὶ γενεάν· γνοὺς γὰρ τῆι πείραι τί μὲν ἄνθρωπος ἀνος τί δὲ θεὸς θς · ὡς ἄνθρωπος ἀνος τὸν μὲν ὕψιστον θεὸν θν προσαγορεύει καὶ ζῶντα· καὶ βασιλέα αἰώνιον ἀποκαλεῖ· τὴν δὲ οἰκείαν εὐ τέλειαν ἐπιγινώσκει· διό φησι καὶ πάντες οἱ κατοικοῦντες τὴν γῆν, ὡς οὐδὲν ἐλογί σθησαν· μέχρι μὲν γὰρ τοῦ παρόντος ὤμην εἶναι ἐμαυτὸν μέγιστόν τε καὶ ὑψηλό τατον· νῦν δὲ ἔγνων σαφῶς ὡς πᾶσα τῶν ἀνθρώπων ἀνων ἡ φύσις θεῶι θωι παραβαλλομένη οὐδέν ἐστι· καὶ ζητήσας εὐτελείας προσηγορίαν· καὶ μὴ εὑρὼν ἀξίαν, τὸ οὐδὲν τέθεικε· ἔμφασιν ἔχον ἱκανὴν, τοῦ σφαλεροῦ καὶ εὐδιαλύτου τῆς φύσεως· καὶ τὸν μὲν θεὸν θν καὶ ὕ ψιστον καὶ δεσπότην καὶ βασιλέα αἰώνιον ἀπεκάλεσεν· ἅπαντας δὲ ἀνθρώπους ἀνους οὐδὲν προσηγόρευσε· τοῦτω δὲ καὶ ὁ μακάριος ἡσαϊας τοῖς εἰδώ λοις τὴν θείαν παραβάλλων φύσιν· τὸ τῶν ἀνθρώπων ἀνων εἰς μέσον παρήγαγε γένος· εἰ γὰρ πάντα τὰ ἔθνη φησὶν ὡς σταγὼν ἀπὸ κάδου· καὶ ὡς ῥοπὴ ζυγοῦ ἐλογίσθησαν· καὶ ὡς σίελος λογισθήσονται· ὁ δὲ λίβανος οὐχ ἱκανὸς εἰς καῦσιν· καὶ πάντα τετράποδα· οὐχ ἱκανὰ εἰς ὁλοκάρπωσιν· καὶ πάν τα τὰ ἔθνη εἰς οὐδέν εἰσι καὶ εἰς οὐδὲν ἐλογίσθησαν αὐτῶι· τίνι ὁμοιώ σετε κύριον κν · καὶ τίνι ὁμοιώματι ὁμοιώσετε αὐτόν· τοσαύτην ὠφέλειαν ὁ ναβουχοδονόσορ ἐκ τῶν συμφορῶν ἐδέξατο· ὅτι προφητικῶς περὶ θεοῦ θυ φρονεῖ καὶ φθέγγεται· πάντες φησὶν οἱ κατοικοῦντες τὴν γῆν οὐδὲν ἐλογίσθησαν· κατὰ τὸ θέλημα αὐτοῦ ποιεῖ ἐν τῆι δυνάμει τοῦ οὐρανοῦ οὐνου καὶ ἐν τῆι κατοι κία τῆς γῆς·· καὶ αὕτη δὲ ἑτέρου προφήτου διδασκαλία· ὁ γὰρ μακάριος λέ γει δαβὶδ δαδ · πάντα ὅσα ἠθέλησεν ὁ κύριος κς ἐποίησεν· ἐν τῶι οὐρανῶι οὐνωι καὶ ἐν τῆ γῆι· τοῦτο καὶ οὗτος κηρύττει· ἃ γὰρ ἂν ἐθέλη φησὶ καὶ ἐν τῆι δυνάμει τοῦ οὐρανοῦ καὶ ἐν τῆι κατοικίαι τῆς γῆς πρυτανεύει· καὶ δεσπόζει οὐ μόνον τῆς γῆς· ἀλλὰ καὶ αὐ τῶν τῶν οὐρανῶν οὐνων · εἶτα τὸ ἄμαχον δεικνὺς τῆς δυνάμεως· καὶ οὐκ ἔστι φησὶν ὃς ἀντιστήσεται τῆι χειρὶ αὐτοῦ· καὶ ἐρεῖ αὐτῶι· τί ἐποίησας· ἀνάγκη γὰρ στέργειν τὰ ὑπ’ αὐτοῦ γινόμενα· ἄν τε θυμήρη ἄν τε ἀλγεινὰ ἦ· τολμηρὸν γὰρ τὸ ἀντιτείνειν καὶ αἰτιᾶσθαι· τὰ ὑπ’ αὐτοῦ σοφῶς πρυτανευόμενα· ταῦτα φησὶ γνοὺς καὶ ὁμολογήσας καὶ τὸν ὕψιστον δοξάσας, εἰς ἐμαυτὸν ἐπα νῆλθον· καὶ τὴν προτέραν βασιλείαν μετ εὐσεβείας ἀπέλαβον· αὐτῶι γὰρ τῶι καιρῶι αἱ φρένες μου ἐστράφησαν εἰς ἐμὲ· καὶ εἰς τὴν τιμὴν τῆς βασιλείας μου ἦλθον· καὶ ἡ μορφή μου ἐπέστρεψεν ἐπ’ ἐμέ· αὐχμῶν γὰρ ὡς εἰκὸς καὶ ῥυπῶν· ἀποκειράμενος καὶ τὰ περιττὰ τῶν ὀνύχων ἀφελόμενος καὶ τὸν ῥύπον ἀπονιψάμενος· καὶ τῆς θείας χάριτος ἀπολαύσας, ἐπεγνώσθη ὅτι ἄνθρωπος ἀνος ἦν ἐκεῖνος ὁ πρότερον τὴν μεγίστην διέπων βασιλείαν· καὶ οἱ τύραννοί μου φησὶ καὶ οἱ μεγιστάνες μου ἐπεζήτουν με· ἀποθέμενοι γὰρ κἀκεῖνοι τὸ μῖσος, διάθεσιν περὶ ἐμὲ, καὶ φίλτρον ἔλαβον· καὶ ἐπὶ τὴν βασιλείαν μου ἐκραταιώθην καὶ με γαλωσύνη περισσοτέρα προσετέθη μοι· καὶ τοῦτο δὲ πάλιν εὐσεβείας γέμει τὸ ῥῆμα· οὐ γὰρ εἶπεν μεγαλωσύνην περισσοτέραν ἐκτησάμην· ἀλλὰ προσετέθη μοι· τὸν χορηγὸν ὑποδεικνὺς καὶ τῶν ἀγαθῶν κηρύττων τὸν αἴ τιον· νῦν οὖν φησὶν ἐγὼ ναβουχοδονόσορ αἰνῶ· καὶ ὑμνῶ καὶ δοξάζω τὸν βασιλέα τοῦ οὐρανοῦ· ὅτι πάντα τὰ ἔργα αὐτοῦ ἀληθινὰ· καὶ αἱ τρίβοι αὐ τοῦ κρίσεις· καὶ πάντας τοὺς πορευομένους ἐν ὑπερηφανίαι δύναται ταπεινῶσαι· λαβὼν γὰρ πεῖραν τῶν λυπηρῶν· εἶτα τούτων ἀπαλλαγεὶς, αἰνῶ καὶ ὑμνῶ τὸν ταῦτα μοι κἀκεῖνα λυσιτελῶς ἐπάγοντα καὶ λίαν σοφῶς· καὶ οἶδα αὐτὸν οὐρανοῦ οὐνου βασιλέα· καὶ τὸν ἁπάντων δεσπότην ἀληθείαι χρώμενον καὶ δικαίως ἅπαντα πρυτανεύοντα· καὶ τοὺς ὑπερηφανίαι χρωμένους ταπεινῶσαι δυνάμενον· μαθόντες τοίνυν ὅπως ὑπερηφανία καὶ τῦφος· τοὺς χρωμένους λωβᾶται· καὶ οὓς ὁ τούτοις χαίρων τρυγᾶ καρποὺς, τὴν μητέρα μρα τῶν ἀγαθῶν τὴν ταπεινοφροσύνην κτησώμεθα· τοῦτο γὰρ καὶ ὁ κύριος κς μακαρίζει τὸ κτῆμα ὡς πρόσοδον ἔχον τὴν βασιλείαν τῶν οὐρανῶν οὐνων · μακάριοι γάρ φησιν οἱ πτωχοὶ τῶι πνεύματι πνι ὅτι αὐτῶν ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν οὐνων · προτίθησι δὲ καὶ ἑαυτὸν ἀρχέτυπον· τοῖς ὠφελεῖσθαι βουλομένοις λέγων· μάθετε ἀπ’ ἐμοῦ ὅτι πρᾶιός εἰμι καὶ ταπεινὸς τῆι καρδίαι· καὶ δεικνὺς ἡλίκος ὁ τούτων καρπὸς, εὐθὺς ἐπήγαγε καὶ εὑρήσετε ἀνάπαυσιν ταῖς ψυχαῖς ὑμῶν· εἰ δὲ τῶν ἁπάντων ὁ ποιητὴς καὶ δεσπότης ταπεινὸν ἑαυτὸν καλεῖ· καὶ διὰ τῶν πραγμάτων δείκνυσι, ποίας ἑτέρας συμβουλῆς δεῖται ἄνθρωπος ἀνος · ὁ χοῦς· ὁ πηλός· ἡ βῶλος· ἡ σποδός· ἡ ματαιότης· τὸ ἄνθος ὁ χόρτος ἠθικὸν ταῦτα γὰρ πάντα ὑπὸ τῆς θείας γραφῆς προσαγορεύεται· αἰσχυνθῶμεν τοίνυν τὴν τοῦ δεσπότου μετριότητα· ὃς πλούσιος ὢν δι’ ἡμᾶς ἐπτώχευσεν· ἵνα ἡμεῖς τῆι ἐκείνου πτωχεία πλουτήσωμεν· καὶ ἡμᾶς αὐτοὺς ἐπιγνῶμεν· καὶ τῆς φύσεως τὸ θνητὸν καταμάθωμεν· καὶ τῆς παρούσης εὐημερίας θεώ μενοι τὸ ὀξύρροπον· μηδὲν μὲν ἀλαζονικὸν ἐπὶ τοῖς παροῦσι φρονήσωμεν· γελάσωμεν δὲ μᾶλλον αὐτῶν τὸ εὔτρεπτον καὶ ἀβέβαιον· καὶ ἐπιθυμῶμεν ἐκείνων τυχεῖν τῶν ἀγαθῶν ἃ διαρκῆ τὴν φύσιν ἔχει καὶ μόνιμον ὧν γένοιτο πάντας ἡμᾶς ἀπολαῦσαι χάριτι καὶ φιλανθρωπία φιλανια τοῦ κυρίου κυ ἡμῶν ἰησοῦ ἰυ χριστοῦ χυ μεθ’ οὗ τῶ πατρὶ πρι δόξα σὺν τῶ ἁγίω πνεύματι πνι νῦν καὶ ἀεὶ, καὶ εἰς:-