λόγος τρίτος ὅρασις δ ἔτους ὀκτωκαιδεκάτου ναβουχοδονόσορ ὁ βασιλεὺς· ἐποίησεν εἰ κόνα χρυσῆν· ὑψος αὐτῆς πηχεων ἑξήκοντα καὶ εὖρος αὐτῆς πήχεων ἕξ. καὶ ἔστησεν αὐτὴν ἐν πεδίωι δεηρᾶ, ἐν χώρα βαβυλῶνος: ὁ μὲν ἀγαθὸς θεὸς θς καὶ φιλάνθρωπος φιλανος ἡμῶν δεσπότης, ἅτε δὴ ποιητὴς καὶ δημιουρ γὸς, βούλεται πάντας ἀνθρώπους ἀνους σωθῆναι καὶ εἰς ἐπίγνωσιν ἀληθείας ἐλθεῖν· καὶ oὐ θέλει τὸν θάνατον τοῦ ἁμαρτωλοῦ· ὡς τὸ ἐπιστρέψαι αὐτὸν καὶ ζῆν. οὗ χάριν ἅπαντα ὑπὲρ τῆς ἡμετέρας πραγματεύεται σωτηρίας· οἱ δὲ ἀναλγησίαν νοσοῦντες· καὶ τῶι ἀνηκέστω πάθει τῆς ἀλαζονείας δουλεύοντες· οὐδὲ μίαν ἐκ τῶν θείων φαρμάκων ὠφέλειαν καρποῦνται· ἀλλ’ ἐοίκασι μὲν ἀρρώστοις. ἀποστρεφομένοις τὴν παρὰ τῆς ἰατρικῆς τέχνης προσφερομένην αὐτοῖς θεραπείαν· ἀκρασία δὲ πολλῆι καὶ ἀταξίαι χρωμένοις· καὶ τὴν ἐπικειμένην αὐτοῖς, αὔξουσιν ὁσημέραι νόσον· τοιοῦτος ἦν οὗτος ὁ ἀλαζὼν βασιλεὺς· ὃς τοῦ θεοῦ θυ τῶν ὅλων ἀμέτρωι ανθρωπία φιλανια χρησαμένου· καὶ μετὰ τὰς μυρίας παρανομίας καὶ δυσσεβείας· θεραπείαν αὐτῶι προσενηνοχότος, καὶ ὑποδείξαντος τῆς τε παρούσης εὐημερίας τὸ ἐπίκηρόν τε καὶ μάταιον· καὶ τῆς ἀρετῆς τὸ ὑψηλόν τε καὶ περίβλεπτον· ἣ καὶ τοῦς δοριαλώτους· καὶ τοὺς τῆς δουλείας τὸν ζυγὸν φέρειν ἠναγκασμένους, ἀποφαίνει λαμπρούς· εὐθὺς μὲν ἐθαύμασε τὴν τοῦ προφήτου σοφίαν· καὶ τὸν τούτου θεὸν θν , τῶν ὅλων εἶναι θεὸν θν ὡμολόγησεν· ὀλίγου δὲ χρόνου διελθόντος, εἰς ἑαυτὸν ἐπανῆλθεν, ὥσπερ κύων, ἐπὶ τὸν ἴδιον ἔμετον; ἧ φησὶν ἡ θεῖ α γραφή· καὶ κατασκευάζει μὲν εἰκόνα χρυσῆν· τὸ μὲν ὕψος ἔχου σαν πήχεις ἑξήκοντα· τὸ δὲ εὖρος πήχεις ἓξ. καὶ ταύτην ἐν ἰσοπέ δωι στήσας χωρίωι ὥστε ἴσως ἁπάντων ὑπερέχειν· καὶ ὑπὸ πάντων ὁμοίως ὁρᾶσθαι παρὰ πάντων αὐτὴν κελεύει προσκυνεῖσθαι τῶν ὑπηκόων· οὐχ’ ἁπλοῦς δὲ οὗτος τῆς ἀλαζονείας· ἀλλ’ ἀντίθεος ἄν τικρυς καὶ θεομισ ὴ ή ς· ἐπειδὴ γὰρ ὁ θεὸς θς ὄναρ αὐτῶι μεγίστην ὑπέδει ξεν εἰκόνα. ἐκ τεττάρων ὑλῶν πεποιημένην. καὶ διὰ τούτων αὐτῶι τὰς τῶν τεττάρων βασιλειῶν διαδοχὰς παρεδήλωσεν. ἀντιστρα τεύει μὲν τῶι θεῶι θωι τὸν οἰκεῖον τῦφον· κατασκευάζει δὲ καὶ αὐτὸς εἰκόνα μέ γεθος αὐτῆι δεδωκὼς, ὅσον ἡ τῶν ἀνθρώπων ἀνων παρασχεῖν ἠδύνατο τέ χνη. oὐκ ἔτι δὲ αὐτὴν ἐκ χρυσοῦ καὶ ἀργύρου καὶ χαλκοῦ καὶ σιδήρου ποιεῖ· ἀλ λ’ ἐκ μιᾶς ὕλης τοῦ χρυσοῦ κατασκευάζει· οἰόμενος ὁ δείλαιος οὕτω ψευδεῖς ἀποδεῖξαι τοῦ θεοῦ θυ τὰς προρρήσεις· καὶ ἐπειδὴ ὁ μακάριος δανιὴλ τὸ ἐνύπνιον ἑρμηνεύων· αὐτὸν εἶναι ἔφη τὴν κεφαλὴν τὴν χρυσῆν· τουτέστι τὴν τῶν βαβυλωνίων ἤτουν ἀσσυρίων βασι λείαν· τὰ δὲ ἄλλα μόρια τῆς εἰκόνος ἐκ τῶν ἄλλων ὑλῶν αἳ τὴν κεφαλὴν διεδέξαντο, αὐτὸς πᾶσαν ἐκ χρυσίου τὴν εἰκόνα κατασκευ άζει οὕτως ἡγούμενος ὁ μάταιος, ἀτελεύτητον ἔχειν τὴν βασιλείαν· στήσας δὲ τὴν εἰκόνα συνήγαγε φησιν· πάντας τοὺς σατράπας· ὑπά τους τὲ καὶ στρατηγοὺς καὶ τοπάρχας· ἡγουμένους τὲ καὶ τυράννους· καὶ τοὺς ἐπεξουσιῶν· καὶ πάντας τοὺς ἄρχοντας τῶν χωρῶν· ἐλθεῖν εἰς τὰ ἐγκαίνια τῆς εἰκόνος. ἧς ἔστησε ναβουχοδονό σορ ὁ βασιλεύς: καὶ τούτων δὲ ἕκαστον· τὴν ἄκραν ὑπερηφανίαν παραδηλοῖ· οὐχ ἁπλῶς γὰρ τοὺς τυχόντας τῶν ὑπηκόων. εἰς τὴν τῆς εἰκόνος συνεκά λεσεν ἑορτὴν. ἀλλὰ τούς τε τοπάρχας· οἵ τῶν οἰκείων ἐθνῶν ἐβασί λευον· καὶ τοὺς ὑποκειμένους τούτοις σατράπας· καὶ τοὺς στρατηγοὺς τοὺς τῶν σατραπῶν τὴν ἡγεμονίαν πεπιστευμένους· καὶ εἴ τι ἕτερον εἶδος ἀρχῆς· παρ ἐκείνοις ἐνενόμιστο· καὶ εὐθὺς μὲν ἡ κλῆσις ἁπλῆ τις ἐνομίζετο· ὕστερον δὲ τὸ διὰ τῆς κλήσεως τυρευόμενον ἐφω ράθη· ἐπειδὴ γὰρ συνῆλθον ἅπαντες· ὁ κήρυξ φησὶν ἐβόα ἐν ἰσχύϊ τουτέστι μεγίστη χρώμενος τῆι φωνῆι· ὑμῖν λέγεται· ἔθνη λαοί. φυλαί γλῶσσαι· ἧι ἂν ὥραι ἀκούσητε τῆς φωνῆς τῆς σάλπιγγος σύριγγός τε καὶ κιθάρας· σαμβύκης τὲ καὶ ψαλτηρίου καὶ συμφω νίας καὶ παντὸς γένους μουσικῶν πίπτοντες προσκυνεῖτε τῆι εἰκόνι τῆι χρυσῆι ἧι ἔστησεν ναβουχοδονόσορ ὁ βασιλεύς· καὶ ὃς ἂν μὴ πεσὼν προσκυνήση; αὐτὴ τῆι ὥραι ἐμβληθήσεται εἰς τὴν κάμινον τοῦ πυρὸς τὴν καιομένην: oὕτως ἥρπασεν ὁ δείλαιος ὡς ἐνόμισε τὴν θείαν τιμήν. καὶ οὐκ ἀπέχρησεν αὐτῶι τὸ προσκυ νεῖσθαι παρὰ τῶν ὑπηκόων. ἀλλὰ καὶ τῆι εἰκόνι προσφέρεσθαι τὴν προσκύ νησιν ταύτην ἐνομοθέτησε· καὶ καταπλήττει μὲν ἅπαντας τῆ τε ὕλη καὶ τῆι τέχνηι καὶ τῶι μεγέθει τῆς εἰκόνος· κατακηλεῖ δὲ καὶ καταθέλγει· τῆι παντοδαπῆι τῶν μουσικῶν ὀργάνων ἠχῆι. τοὺς δὲ μήτε τὸ μέγε θος τῆς εἰκόνος ἐκπληττομένους· μήτε ὑπὸ τῆς τῶν ὀργάνων ὠδῆς τε καὶ ἡδονῆς καταθελγομένους, τῆι ἀπειλῆι τῆς καμίνου δεδίτ τεται· καὶ ἐπὶ μὲν τῶν ἄλλων ἁπάντων οὐ διήμαρτε τοῦ σκοποῦ· ἑώρα γὰρ ἅπαντας τὸ κελευόμενον ποιοῦντας· καὶ φόβωι καὶ ἡδονῆι ὡς δου λεύειν εἰθισμένους· μόνοι δὲ οἱ τρισμακάριοι παῖδες ἐκεῖνοι· τὴν πατρώαν εὐγένειαν ἀκήρατον καὶ ἐν δουλείαι φυλάξαντες, ἀζαρίας καὶ ἀνανίας καὶ μισαήλ, ἠρνήθησαν μὲν τὴν προσκύνησιν· οὐκ ἔλαθον δὲ τοὺς δυσσεβείαι συζῶντας χαλδαίους· οἳ κοινωνοὺς ἅπαντας ἔχειν· τῆς ἀσεβείας ἐβουλεύοντο· αὐτίκα τοίνυν προσίασι μὲν τῶι βασιλεῖ· ἀναμιμνήσκουσι δὲ αὐτὸν· τοῦ τεθέντος νόμου διαρρήδην διαγορεύοντος ἅπασι τοῖς ὑπηκόοις προσκυνεῖν τὴν εἰκόνα. καὶ τοῖς τοῦτο ποιεῖν παραιτουμένοις· ἀπειλοῦντος τὴν κάμινον· εἰσαγγέλλουσι δὲ τοὺς ἱεροὺς ἄνδρας ἐκείνους λέγοντες: ὅτι εἰσὶν ἄνδρες ἰου δαῖοι οὓς κατέστησας ἐπὶ τὰ ἔργα τῆς χώρας βαβυλῶνος. σε δρὰχ μισὰχ ἀβδεναγώ· οἱ ἄνδρες ἐκεῖνοι, οὐχ ὑπήκουσαν βασιλεῦ τῶι δόγματί σου: καὶ τόν τε οἰκεῖον φθόνον διὰ τούτων παραδηλοῦσι τοῦ τε βασιλέως ἐξάπτουσι τὴν ὀργὴν. αἰνιττόμενοι διὰ τούτων· μονονουχὶ λέγοντες ὅρα τίνας ἡμῶν προτετίμηκας· τίσι τὴν βαβυλωνίων ἡ γεμονίαν ἐπίστευσας· οἳ οὐδὲ τῆς τιμῆς τὸ μέγεθος εἰς νοῦν λαβεῖν ἠδυνή θησαν· καὶ εὐγνώμονες περὶ τὸν εὐεργέτην γενέσθαι· ἀλλὰ τῆς τιμῆς τὸ μέ γεθος, ἀτιμίας ἀφορμὴν ἐποιήσαντο· ἄντικρυς τοῖς σοῖς ἀντιλέγον τες νόμοις. καὶ τὰ σὰ πληροῦν οὐκ ἀνεχόμενοι δόγματα· οὐκ ἐντεῦθεν δὲ μόνον ἐστὶ θεωρῆσαι· τὸ τυραννικόν τε καὶ ἄγνωμον· ἀλλὰ καὶ ἑτέρωθεν καταμαθεῖν δυνατὸν· ὡς οὐδὲν δρῶσιν ὑπηκόοις ἁρμόττον· οὓς γὰρ νομίζεις θεοὺς, οὐ νομίζουσι· καὶ τὴν προσήκουσαν λατρείαν· τοῖς ὑπὸ σοῦ προσκυνουμένοις θεοῖς, οὐ προσφέρουσι· καὶ τῆς εἰκόνος δὲ τὴν προ σκύνησιν· ἣν ἅπαντες οἱ ἀρχόμενοι προσενηνόχασιν, ἠρνήθησαν προφανῶς· τούτων ἀκούσας ὁ φρενοβλαβὴς ἐκεῖνος βα σι λεὺς· καὶ ἐπιλαθόμενος τῶν ὑπ αὐτοῦ πρὸς τὸν δανιὴλ εἰρημένων· ἐπ’ ἀλη θείας ὁ θεὸς θς ὑμῶν αὐτός ἐστι θεὸς θς τῶν θεῶν· καὶ κύριος κς τῶν βασιλέων, ἄγει τοὺς ἄνδρας εἰς μέσον· πυνθάνεται δὲ εἰ τῶι ὄντι κοινωνεῖν αὐτῶ τῆς τῶν θεῶν οὐκ ἐθέλουσι θεραπείας· καὶ τῆς εἰκόνος φεύγουσι τὴν προσκύνησιν· εἶτα παραινεῖ καὶ συμβουλεύει τοῦτο ποιεῖν· τῆ τοῦ πυρὸς ἀπειλῆι δεδιττόμενος· ἐὰν γάρ φησὶ μὴ προσκυνήσητε αὐτῆ τῆ ὥρα ἐμβληθήσεσθε εἰς τὴν κάμινον τοῦ πυρὸς τὴν και ομένην· ἔπειτα τὴν ἄρρητον ἐκείνην καὶ θηριώδη βλασφημίαν τολμᾶ· καὶ τίς ἐστὶν ὁ θεὸς θς ὃς ἐξελεῖται ὑμᾶς ἐκ τῶν χειρῶν μου: οὕτω ταχέως ὃν ὡμολόγησεν ἐβλασφήμησε· καὶ ὃν θεὸν θν θεῶν ἀπεκάλεσε, καὶ ἀνθρώπου ἀνου ἀσθενέστερον ὑπέλαβεν εἶναι· ὃν δὲ κύριον κν βασιλέων προσηγόρευσε, νικᾶν ὁ δείλαιος ἐνεανιεύσατο· προγονικὰ δὲ αὐτοῦ τὰ τοιαῦτα τολμήματα. καὶ γὰρ ὁ σεναχηρεὶμ ἐκεῖνος στρατιᾶ μεγίστηι κατὰ τῆς ἱερουσαλὴμ ἱλημ χρησάμενος· ἐπιστέλλων τῶι ἐζεκίαι τοιαῦτα ἐφθέγξατο· μή σε ἀπατάτω ὁ θεός θς σου· ἐφ ὧι σὺ πέποιθας ἐπ’ αὐτῶι ὅτι ῥύσεται τὴν ἱερουσαλὴμ ἱλημ ἐκ χειρός μου. μὴ ἐρρύσαντο οἱ θεοὶ τῶν ἐθνῶν ἕκαστος τὴν ἑαυ τοῦ χώραν ἐκ χειρός μου; ποῦ ὁ θεὸς θς ἐμάθ. καὶ ποῦ ὁ θεὸς θς ἀρφάδ. καὶ ποῦ ὁ θεὸς θς τῆς πόλεως σεφφαρείμ· μὴ ἠδυνήθησαν ῥύσασθαι σαμάρειαν ἐκ χει ρός μου; ὅτι ῥύσεται κύριος κς τὴν ἱερουσαλὴμ ἱλημ ἐκ χειρός μου· ἀλλ’ οὐκ εὐθὺς καὶ παρα χρῆμα ἔλαβε τῆς βλασφημίας τὰ ἐπίχειρα· καὶ αἱ πολλαὶ μὲν ἐκεῖ ναι μυριάδες, ὑφ’ ἑνὸς ἀνηρέθησαν ἀγγέλου· αὐτὸς δὲ φυγὼν καὶ τὴν ἐνεγκοῦ σαν καταλαβὼν, σφαγέας οὓς ἐγέννησεν ἔσχηκεν· ἐπειδὴ γὰρ κατὰ τοῦ ποιητοῦ τὴν γλῶτταν ἐκίνησε, δέχεται τὴν σφαγὴν, παρὰ ἀνδρῶν ὧν ἐγέννησεν· ἀλλ οὐδὲ τοῦτο τὸ παράδειγμα τοῦ ναβουχοδονόσορ ἐχαλίνω σε τὴν γλῶσσαν· οὔτε τὸ ἐνύπνιον ἐκεῖνο· τὰς τῶν βασιλειῶν ὑπο δεῖξαν διαδοχὰς, ἐδίδαξε σωφρονεῖν· ἀλλ’ ἔμεινε κατὰ τοῦ πεποι ηκότος λυττῶν· ἀντιστρατεύει δὲ αὐτῶι ὁ θεὸς θς οὐκ ἄγγελον ὅπερ ἐπὶ τοῦ σεναχη ρεὶμ ἐκείνου πεποίηκεν· ἀλλὰ τρία παιδάρια αἰχμάλωτα δοριάλωτα τὴν ξένην οἰκεῖν ἠναγκασμένα. τὸν τῆς δουλείας ἕλκοντα ζυγὸν νέ αν ἄγοντα τὴν ἡλικίαν ἐν αὐτῶι ὄντα τῶι ἔαρι τοῦ χρόνου· οὗτοι γὰρ παραυτίκα τῆς λύττης ἐκείνης καὶ μανικῆς βλασφημίας ἀκούσαντες θυμοῦ καὶ ζήλου πλήρεις ἐγένοντο· καὶ ἀπεκρίθησαν καὶ εἶπον τῶι βασιλεῖ· οὐ χρείαν ἔχομεν ἡμεῖς περὶ τοῦ ῥήματος τούτου ἀποκριθῆναί σοι: περιττή φησιν ἡ πεῦσις ἡ παρὰ σοῦ ἡμῖν προσφερομένη. ἃ γὰρ ἐφρο νοῦμεν καὶ νῦν φρονοῦμεν· καὶ οὐδὲ μίαν μεταβολὴν ἐκ τῶν σῶν ἀπειλῶν δεξόμεθα· ἔστι γὰρ ὁ θεὸς θς ἡμῶν ἐν οὐρανοῖς ὧι ἡμεῖς λα τρεύομεν· δυνατὸς ἐξελέσθαι ἡμᾶς ἐκ τῆς καμίνου τῆς καιομένης· καὶ ἐκ τῶν χειρῶν σου βασιλεῦ ῥύσεται ἡμᾶς· τίς οὐκ ἂν εἰκότως ἐκπλαγείη τῶν μακαρίων τούτων νέων. τὴν ἀνδρείαν τὴν σοφίαν τὴν εὐσέβειαν· τὴν περὶ τοὺς νόμους δικαιοσύνην. τὴν περὶ πάντα σωφροσύνην· τὸ μὲν γὰρ μὴ καταπλαγῆναι τὸν τοσο ῦ τον ἐκεῖνον τύραννον· μετὰ πάντων ὡς ἔπος εἰπεῖν ἀνθρώπων ἀνων ἀντιτεταγμένων· καὶ τὴν μεγίστην ἐκείνην πυρὰν. οὐ λόγοις μόνον ἀπειλουμένην ἀλλὰ καὶ ὁρωμένην. τὴν ἀδάμαντος στερροτέραν ἀνδρείαν αὐτοῖς μαρτυρεῖ· τὸ δὲ τοὺς θείους νόμους προτιμῆσαι τῆς παρούσης ζωῆς, ποίας δι καιοσύνης ὑπερβολὴν καταλείπει· τὴν δὲ σωφροσύνην αὐτῶν κηρύττει· τὸ μήτε θρασέσι κατὰ τοῦ βασιλέως χρήσασθαι λόγοις. μήτε δειλίαι πάλιν καταισχύναι τὸ γένος· τὴν δὲ φρόνησιν καὶ σοφίαν· ἡ τοῖς δυσσε βέσι καὶ βλασφήμοις λόγοις ἀντιτεθεῖσα εὐσέβεια· ὁ μὲν γὰρ ἔλεγε τίς θεὸς θς ὃς ἐξελεῖ τε ὑμᾶς ἐκ τῶν χειρῶν μου· οἱ δὲ ἐβόων· ἔστι θεὸς θς ἡ μῶν ἐν οὐρανοῖς· ὧι ἡμεῖς λατρεύομεν· δυνατὸς ἐξελέσθαι ἡμᾶς ἐκ τῆς καμίνου τοῦ πυρὸς τῆς καιομένης. καὶ ἐκ τῶν χει ρῶν σου βασιλεῦ ῥύσεται ἡμᾶς: μὴ γὰρ δὴ φασὶ νομίσ ει η ς τὸν ἡμέτερον θεὸν θν τοῖς σοῖς ἐοικέναι θεοῖς· ἐκείνων γὰρ εἰκότως κατα φρονεῖς ἐξ ὕλης καὶ τέχνης ἐσχηκότων τὸ εἶναι· ὁ δὲ ἡμέτερος θεὸς θς · οὐρανοῦ οὐνοῦ καὶ γῆς καὶ τῶν ἁπάντων δημιουργὸς δύναμιν ἔχων ἣν δείκνυσι τὰ ὁρώμενα· τὴν γὰρ ὑπὲρ ταῦτα· τοῖς τῶν θείων ἀμυήτοις, οὐ ῥάδιον κατιδεῖν· τοῦτον οὖν πρεσβεύοντες, τὴν παρ’ αὐτοῦ βοήθειαν ἀναμένομεν· ἱκανὸς γὰρ ἡμᾶς καὶ τῶν σῶν ἀπαλλάξαι χειρῶν· καὶ τῆς καμίνου τοῦ πυρὸς, ἣν σὺ κατέκαυσας καῖ κατεσκεύασας· τὰ δὲ μετὰ ταῦτα ῥηθέντα· οὐδὲ μίαν ἀνδρείας καὶ φιλοθεΐας ὑπερβολὴν καταλείπει· εἰρηκότες γὰρ ἔστι θεὸς θς ἡμῶν ἐν οὐρανοῖς ὧι ἡμεῖς λατρεύομεν. δυ νατὸς ἐξελέσθαι ἡμᾶς ἐκ τῆς καμίνου τοῦ πυρὸς τῆς καιομένης καὶ ἐκ τῶν χειρῶν σου βασιλεῦ ῥύσεται ἡμᾶς, εὐθὺς ἐπήγαγον· καὶ ἐὰν μὴ, γνωστὸν ἔστω σοι βασιλεῦ ὅτι τοῖς θεοῖς σου οὐ λατρεύομεν καὶ τῆι εἰκόνι ἧι ἔστησας οὐ προσκυνοῦμεν: οὐ γὰρ ἐπι μισθῶι τῶι ἡμε τέρωι δεσπότη δουλεύομεν· ἀλλὰ φίλτρωι καὶ πόθω νυττόμενοι· πάντῶν ὁμοῦ τὴν τοῦ θεοῦ θυ προαιρούμεθα δεσποτείαν καὶ θεραπείαν· οὗ χάριν οὐδὲ τὴν ἀπαλλαγὴν τῶν κακῶν ἀορίστως αἰτοῦμεν· ἀλλὰ τοῦ δεσπότου τὴν οἰκονομίαν· καὶ προ μήθειαν στέργομεν· καὶ τὸ συνοίσειν μέλλον οὐκ εἰδότες, τῶι κυβερνήτη παραχωροῦμεν ἰθύνειν ὡς ἂν ἐθέλοι· ὅτι μὲν γὰρ ἀπαλλάττειν ἡμᾶς τῶν ἠπειλημένων ἰσχύει κακῶν, σαφῶς ἐπιστάμεθα· εἰ δὲ καὶ βούλεται τοῦτο ποιεῖν, ἀγνοοῦμεν· σοφῶι δὲ ὄντι παραχωροῦμεν πρυτανεύοντι· καὶ δεχόμεθα τὴν ψῆφον ταύτην· ἡμῖν συμφέρειν πιστεύοντες· εἴτε οὖν ῥύεται εἴτε καὶ μή· καὶ τῆς εἰκόνος σου καὶ τῶν θεῶν φεύγομεν τὴν προσκύνησιν· πρὸς τοιαύτας σοι ψυχὰς ἡ παράταξις· ὃν ἂν θέλης τρόπον ἀνταγωνίζου· οὔτε καταθέλ ξεις τιμῶν· οὔτε καταπλήξεις ἀπειλῶν· πάντων γὰρ ἡμῖν ὁ θεὸς θς · ὁ θεὸς θς ἡμῶν ἐρασμιώτατός τε καὶ φοβερώτατος· τί τούτων ὑψηλότερον τῶν ῥη μάτων· τούτοις τὴν ἀποστολικὴν ἐκείνην ἐφαρμόσαι προσήκει φωνήν. τὸ γὰρ τί προσευξόμεθα καθὸ δεῖ οὐκ οἴδαμεν· ἀλλ’ ὁ θηριώδης ἐκεῖνος καὶ μανικώτατος τύραννος· ἔμπλεως θυμοῦ γενόμενος ὡς καὶ δηλῶ σαι τῶι προσώπωι τὴν τῆς ψυχῆς ταραχὴν· ἐπιπλεῖστον μὲν ἐκκαυ θῆναι τὴν κάμινον παρηγγύησε· πεδηθῆναι δὲ τοὺς ἁγίους ἄνδρας παρε κελεύσατο· καὶ ὥστε μὴ δὲ μίαν γενέσθαι τῆς τιμωρίας ἀναβολὴν τῆς ἐσθῆ τος καὶ τῶν ὑποδημάτων ἀφαιρουμένων· σὺν αὐτοῖς τούτοις τῆι πυρᾶι παραδοθῆναι προσέταξε· τουτέστι σὺν τοῖς σαραβάροις αὐτῶν καὶ τιάραις καὶ περικνημῖσι· σαράβαρα δέ ἐστι. περσικῶν περιβολαίων εἴδη· τιάραι δὲ τῶν κεφαλῶν τὰ καλύμματα· περικνημίδας δὲ τὰς καλου μένας ἀναξυρίδας λέγει· ἢ τὰς σκυτίνας τὰς ἔξωθεν· οὕτω πε δηθέντες οἱ ἅγιοι ἄνδρες, παρεδόθησαν τῆι πυρᾶ· καὶ ὁ μὲν τάχους χάριν καὶ συντομίας οὕτως αὐτοὺς κατακαυθῆναι προσέταξεν· ἡ δὲ θεῖα χάρις ἕτερον ἐντεῦθεν ὠκονόμει μυστήριον· τὰ μὲν γὰρ ἐπιβληθέντα αὐτοῖς ἐκ σιδήρου δεσμὰ, συνήθως ἡ τοῦ πυρὸς διέλυσε φύσις· εὔπρηστα δὲ ὄντα λίαν τὰ περιβόλαια· ἀκήρατα διεφύλαξε· καὶ τοὺς μὲν τῶν ἁγίων ἀνδρῶν κατηγόρους, καὶ τοῦ δυσσεβοῦς προστάγματος δι ακόνους ἐκτὸς ἑστῶτας, ἡ φλὸξ κατανάλωσεν· αὐτοῖς δὲ τοῖς ἁγί οις, προσπελάζειν οὐκ ίσχυσεν· ἀλλὰ τοῖς ἔνδον τὰ νῶτα παρέχου σα, κατὰ τῶν οἰκείων ἐχώρει προσκυνητῶν. ὥσπερ δίκας αὐτοὺς ὑπὲρ τῶν τοῦ δεσπότου θεραπόντων εἰσπραττομένη· τοσαύτης δὲ ἔνδον· οἱ τῆς εὐσεβείας κήρυκες· ἀδείας καὶ θεραπείας ἀπήλαυον· ὅτι τῶν ἀνθράκων οἷόν τινων ἐπιβαίνοντες ῥόδων· περιεπάτουν φησὶν ἐν μέσω τῆς φλογὸς ὑμνοῦντες τὸν θεὸν θν καὶ εὐλογοῦντες τὸν κύριον κν · καὶ ταῦτα δὲ ἔμφασιν τινὰ τῆς ἄκρας αὐτῶν ἔχει φιλοσοφίας· οὔτε γὰρ ἤιτουν φησὶ τῶν δεινῶν ἀπαλλαγὴν· ἀλλ’ ὕμνουν τὸν οὕτω κατ’ αὐτοὺς πρυτα νεύσαντα. καὶ τῆς καλῆς ταύτης αὐτοὺς ὁμολογίας καταξιώσαντα· ἔστι δὲ ἰδεῖν ἐοικότα τοῖς νέοις τὰ παλαιά· καὶ γὰρ οἱ μακάριοι ἀπόστολοι πέτρος καὶ ἰωάννης ἰω · ὑπὸ τῆς τῶν φαρισαίων αἰκισθέντες συμμορίας· ἐξῆλθον χαίροντες ὅτι ὑπὲρ τοῦ ὀνόματος τοῦ θεοῦ θυ κατηξιώθησαν ἀ τιμασθῆναι· καὶ ὁ θειότατος δὲ παῦλος σὺν τῶι σίλα· μετὰ τὰς αἰκίας ἐκείνας τὰς ἐν φιλίπποις ὑπὸ τῶν στρατηγῶν αὐτοῖς προσενε χθείσας· δεσμωτήριον οἰκοῦντες· καὶ ποδοκάκη προσδεδεμένοι· κατὰ τὸ μεσονύκτιον φησὶ προσευχόμενοι ὕμνουν τὸν θεόν θν · οὕτω καὶ οἱ μακάριοι παῖδες οὗτοι· ἐν καμίνωι χορεύοντες· τὸν θεῖον ὕμνον διετέλουν ὑφαί νοντες· καὶ πρῶτος μὲν ὁ ἀζαρίας στόμα κοινὸν γενόμενος· καὶ ὑπὸ τῶν τῆς φλογὸς κυμάτων περικλυζόμενος. ἀνοίξας φησὶ τὸ στόμα αὐτοῦ. ἐν μέσω τοῦ πυρὸς εἶπεν· εὐλογητὸς εἶ κύριε κε ὁ θεὸς θς τῶν πατέρων πρων ἡμῶν· καὶ αἰνετὸν καὶ δεδοξασμένον τὸ ὄνομά σου εἰς τοὺς αἰῶνας. τίς ἂν πρὸς ἀξίαν· τοῦ προοιμίου τὴν σοφί αν θαυμάσειεν· oὐδὲ γὰρ ἐν εὐημερίαι οὐδὲ κατὰ ῥοῦν τοῦ βίου φερόμενος ἀλλ’ ἐν καμίνωι τοσαύτηι τὸν τῶν ὅλων ὕμνει θεὸν θν · καὶ ἐκάλει αὐτὸν, τῶν πατέρων πρων θεὸν θν . καὶ τήν τε τοῦ φρονήματος δείκνυσι μετριότητα. καὶ τῶν πατέρων πρων ἀνακηρύττων τὴν ἀρετήν· ὑμνοῦμεν γάρ σε φησὶ δέσποτα ἡμεῖς οἱ πα τέρας ἔχοντες ἐκείνους ὧν ἠθέλησας κληθῆναι θεός θς · σὺ γὰρ εἶπας τῶι θεράποντί σου μωυσῆι· ἐγὼ θεὸς θς ἀβραάμ. καὶ θεὸς θς ἰσαὰκ καὶ θεὸς θς ἰακώβ. τοῦτό σου τὸ ὄνομα. αἰνετόν ἐστι καὶ δεδοξασμένον. οὐκ’ ἐν καιρῶι τινὶ καὶ χρόνωι ῥητῶι. ἀλλ’ εἰς πάντας τοὺς αἰῶνας· ὅτι δίκαιος εἶ ἐπὶ πᾶσιν οἷς ἐποίησας ἡμῖν: ὑμνοῦμεν δέ σε φησὶ. τὸ δίκαιον τῆς σῆς ἐπιστάμενοι κρίσεως· ὀρθῆι γὰρ καὶ δικαίαι χρησάμενος ψήφωι ἐξανδραποδισθῆναι ἡμᾶς καὶ πόρρω τῶν οἰκείων γενέσθαι προσέταξας· καὶ πάντα σου φησὶ τὰ ἔργα ἀληθινὰ καὶ εὐθεῖαι αἱ ὁδοί σου· καὶ πᾶ σαι αἱ κρίσεις σου ἀληθιναὶ καὶ κρίματα ἀληθείας ἐποίησας· κα τὰ πάντα ἃ ἐπήγαγες ἡμῖν· καὶ ἐπὶ τὴν πόλιν τὴν ἁγίαν σου· τὴν τῶν πατέρων πρων ἡμῶν ἱερουσαλὴμ ἱλημ · ὅτι ἐν ἀληθείαι καὶ κρίσει ἐπήγα γες ἐφ’ ἡμᾶς ταῦτα πάντα: τὴν αὐτὴν μὲν ἅπαντα ἐννοιαν ἔ χει τὰ εἰρημένα· διαφόρως δὲ αὐτὰ εἴρηκε τὴν δικαίαν τοῦ θεοῦ θυ κρίσιν ὑμνῶν· καὶ χώραν οὐδὲ μίαν τῆι ἀχαριστίαι διδούς· διατοῦτο τῆς ἱερουσαλὴμ ἱλημ μνημονεύσας. καὶ ἁγίαν αὐτὴν ὀνομάσας· καὶ τῶν πατέρων πρων ἐκείνων τῶν ἐκλεκτῶν πόλιν προσαγορεύσας, εὐθὺς τὴν τῆς τιμωρίας αἰτίαν ἐπήγαγε· ταῦτα φησὶ πάντα ἐπήγαγες ἐφ’ ἡμᾶς, διὰ τὰς ἁμαρτίας ἡμῶν· ὅτι ἡ μάρτομεν καὶ ἠνομήσαμεν ἀποστῆναι ἀπὸ σοῦ: οὐ γὰρ μάτην φησὶ καὶ ἣν ἀφιέρωσας παρέδωκας πόλιν τοῖς πολεμίοις· καὶ ἡμᾶς εἴασας δο ριαλώτους γενέσθαι· ἀλλ’ ὅτι ἡμάρτομεν καὶ ἠνομήσαμεν ἀποστάντες ἀπὸ σοῦ· πολλὴν δὲ ἔμφασιν ἔχει τὸ ἀπὸ σοῦ· ἀντὶ τοῦ ποιητοῦ καὶ δημιουργοῦ τοῦ ἀγαθοῦ δεσπότου· τοῦ τροφέως καὶ φύλακος· τοῦ τῆς αἰγυπτίων δουλείας ἀπαλλάξαντος· τοῦ θάλατταν τεμόντος· τοῦ δι αβύσσου ποδη γήσαντος· τοῦ πέτραν ξηρὰν ὠδίσι πηγῶν κατακλύσαντος τοῦ τὰ ἄλλα ἅπαντα τὰ ἀνάγραπτα ἀγαθὰ χορηγήσαντος: ἡμάρτομεν τοίνυν ἀποστάντες ἀπὸ σοῦ· καὶ ἐξημάρτομεν ἐν πᾶσιν: οὐ γὰρ τόδε ἢ τόδε παρέβημεν· ἀλλὰ πάντα σου τὰ προστάγματα· καὶ τῶν ἐντολῶν τοῦ νόμου σου οὐκ ἠκούσαμεν· οὐδὲ ἐφυλάξα μεν αὐτάς· οὐδὲ ἐποιήσαμεν καθὼς ἐνετείλω ἡμῖν ἵνα εὖ μῖν γένηται: κἀνταῦθα πάλιν τὴν τῆς σοφίας ἔδειξεν ὑ περβολήν· ἡ γὰρ τῶν νόμων φησὶ καὶ τῶν ἐντολῶν φυλακὴ· σοὶ μὲν τῶι νομοθέτηι παρεῖχεν οὐδέν· ἡμῖν δὲ ἀγαθῶν ἀφθονίαν προεξενεῖ· τούτου τοίνυν χάριν. καὶ τοὺς νόμους τέθεικας ἐκείνους· ἡμῖν ἀφορμὰς χορηγῶν σωτηρίας· ἐπειδὴ τοίνυν φησὶ παρέβημεν, πάντα ὅσα ἡμῖν ἐπήγαγες· καὶ πάντα ὅσα ἐποίησας ἡμῖν ἐν ἀληθινῆι κρί σει ἐποίησας· ἀξία γὰρ τῆς ἁμαρτίας ἡ τιμωρία· εἶτα αὐτὴν δεικνὺς ἐπάγει· καὶ παρέδωκας ἡμᾶς εἰς χεῖρας ἀνόμων· ἐχθίστων ἀποστατῶν· καὶ βασιλεῖ ἀδίκωι καὶ πονηροτάτωι παρὰ πᾶσαν τὴν γῆν παρέδωκας ἡμᾶς: ἐπειδὴ γάρ σε τὸν ἡμέτερον οὐκ εθεραπεύ σαμεν βασιλέα ἀλλὰ τῆς σῆς κατεφρονήσαμεν ἀγαθότητος, εἰκότως ἡμᾶς ὠμοτάτωι καὶ ἀπηνεστάτωι· καὶ οὐδαμῶς εἰδότι τὸ δίκαιον δου λεύειν ἠνάγκασας βασιλεῖ· ἔχοντι καὶ τοὺς ὑπηκόους τῆι βασιλικῆι πονηρίαι συμβαίνοντας· ἀλλ’ ὅμως καὶ ἐν τοσούτοις ὄντες κακοῖς· πάσης ἐστερήμεθα παρρησίας· καὶ προσφέρειν σοι δέησιν ὑπὸ τῆς αἰσχύνης κωλυόμεθα· τοῦτο γὰρ σημαίνει λέγων· καὶ νῦν οὐκ ἔσ τιν ἡμῖν ἀνοῖξαι στόμα. αἰσχύνη καὶ ὄνειδος ἐγενήθημεν τοῖς δούλοις σου· καὶ τοῖς σεβομένοις σε: ἐμφράττει φησὶν ἡμῶν τὸ στό μα τῆς παρανομίας τὸ πλῆθος· ἀλλ’ ὅμως ἐπονείδιστοι καὶ καταγέ λαστοι· καὶ λίαν ἐπίχαρτοι τοῖς πολεμίοις γενόμενοι ἡμεῖς οἱ δοῦλοι σου προσαγορευόμενοι· ἱκετεύομέν σε· διὰ τὸ ἐπικείμενον ἡμῖν τῆς σῆς δεσποτείας ὄνομα. δεῖξαι τοῖς ἐναντίοις τὴν σὴν ἰσχὺν καὶ μὴ παντελῶς ἡμᾶς, τῆς σῆς προμηθείας ἀλλοτριῶσαι: μὴ παραδῶς γάρ φησιν ἡμᾶς εἰς τέλος διὰ τὸ ὄνομά σου· καὶ μὴ δι ασκεδάσης τὸ ἔλεός σου ἀφ ἡμῶν· καὶ τὴν διαθήκην σου μὴ ἀποστήσης: τολμῶμεν δέ φησι ταῦτα λέγειν· πολλὰ ἐνέχυρα τῆς σῆς ἀγαθότητος ἔχοντες· πρῶτον μὲν αὐτὸ τῆς σῆς δεσποτείας τὸ ὄνομα· ἔπειτα τὸν ἀμέτρητον ἔλεον· ὧι κεχρημένος ἰθύνεις τὰ σύμπαντα· πρὸς τούτοις τὰς πρὸς τοὺς πατέρας πρας ἡμῶν συνθήκας· ὑπέσχου γὰρ ἐκείνοις, περίβλεπτόν τε καὶ ἔνδοξον, τὸ ἐκείνων γέ νος ποιήσειν· εἶτα καὶ τῶν ὀνομάτων τῶν πατέρων πρων μέμνηται· τῆι μνή μη τῶν δικαίων τὸν ἀγαθὸν δεσπότην ἐκκαλούμενοι: δι’ ἀβραὰμ φησὶ τὸν ἠγαπημένον ὑπὸ σοῦ· καὶ ἰσαὰκ τὸν δοῦλον σου. καὶ ἰσραὴλ ἰηλ τὸν ἅγιόν σου· οἷς ἐλάλησας αὐτοῖς λέγων· πληθυνῶ τὰ σπέρμα ὑμῶν· ὡσεὶ τὰ ἄστρα τοῦ οὐρανοῦ· καὶ τὴν ἄμμον τὴν παρὰ τὸ χεῖλος τῆς θαλάσσης: ταῦτα φησὶν ἐκείνοις ὑπέσχου δέσποτα· οὓς ἠγά πησάς τε καὶ ἀοιδίμους ἐποίησας ὥστε τῆι ψάμμωι μὲν κατὰ τὸν ἀριθμὸν, παραβάλλεσθαι τὸ γένος· τοῖς δὲ ἄστρασι παραπλησίως εἶναι, λαμπρόν τε καὶ ὑψηλὸν καὶ περιφανές· εἶτα ἐκ παραλλήλου ταῖς ἐπαγγελίαις τὰ πρά γματα τιθεὶς, ὅτι δέσποτα φησὶν ἐσμικρύνθημεν παρὰ πάντα τὰ ἔθνη· καί ἐσμὲν ταπεινοὶ σήμερον ἐν πάσηι τῆ γῆι· καὶ ἵνα μὴ ψεῦδος κατηγορήση τῶν ὑποσχέσεων, εὐθὺς τὴν αἰτίαν ἐπήγαγε λέγων· διὰ τὰς ἁμαρτίας ἡμῶν· οὐ γὰρ σὺ φησὶ δέσποτα τὰς ὑποσχέσεις ἐψεύσω· ἀλλ’ ἡμεῖς τὰς συνθήκας παρέβημεν· καὶ πολλοὶ ὄντες κατὰ τὴν ὑπόσχεσιν. καὶ ἀριθμοῦ κρείττους, διὰ τὰς ἁμαρτίας ἡμῶν ὠλιγώ θημεν· τοῦτο γὰρ ἠνίξατο εἰρηκώς· ἐσμικρύνθημεν παρὰ πάντα τὰ ἔθνη. οὐ γὰρ εἶπεν σμικροὶ ἐσμὲν καὶ ὀλίγοι παρὰ πάντα τὰ ἔθνη· ἀλλ’ ἐσμικρύνθημεν παρὰ πάντα τὰ ἔθνη· τουτέστιν ἐγενόμεθα μὲν ἀ ριθμοῦ κρείττους· κατὰ τὴν σὴν ὑπόσχεσιν· παραβάντες δέ σου τὰς ἐντολὰς, ὀλίγοι ἀντι πολλῶν ἐγενόμεθα· εἶτα ὑποδείκνυσι τῶι θεῶι θωι τὴν κατέχουσαν συμφοράν· οὐχ ὡς ἀγνοοῦντα διδάσκων· ἀλλὰ τῆι διηγήσει τῶν λυπερῶν; εἰς φιλανθρωπίαν φιλανίαν ἐκκαλούμενος: καὶ οὐ κ έστι φησὶν ἐν τῶι καιρῶι τούτωι· ἄρχων καὶ προφήτης καὶ ἡγούμε νος: ἀπεστερήμεθα γάρ φησι βασιλείας· προφητείας· ἱερωσύνης· τῶν θείων σου καὶ μεγάλων δωρεῶν· δι’ ὧν κυβερνούμενοι διετελοῦ μεν: οὐδὲ ὁλοκαύτωσις φησὶν οὐδὲ θυσία· οὐδὲ προσφορὰ οὐδὲ θυ μίαμα· καὶ δεικνὺς τὴν αἰτίαν δι’ ἣν ἀδύνατον θῦσαι, ἀκολούθως ἐπήγαγεν· οὐδὲ τόπος τοῦ καρπῶσαι ἐνώπιόν σου καὶ εὑ ρεῖν ἔλεον: ὁ γὰρ σὸς νόμος τὴν τῶν θυσιῶν λειτουργίαν, ἑνὶ περιέγραψε τόπωι· καὶ παρανομία σαφὴς τὸ ἐν ἑτέρωι τό πωι προσενεγκεῖν σοι θυσίαν· τούτων ἀκούειν οὐκ ἐθέλουσιν ἰουδαῖ οι· ἀλλὰ τοὺς ὀφθαλμοὺς μύσαντες καὶ τὰ ὦτα βύσαντες, πάν τα τολμῶσι παρανόμως ἐπιτελεῖν· οἱ δὲ ἅγιοι οὗτοι παῖδες τοῦ νόμου τὸν σκοπὸν ἐπιστάμενοι· ἔλεγον τοῦ μὴ εἶναι τόπον τοῦ καρ πώσασθαι ἐνώπιον αὐτοῦ· καὶ εὑρεῖν ἔλεον· καὶ ἐπειδὴ φησὶ τούτου τυχεῖν ἀδύνα τον· πόρρω τῆς ἱερᾶς ἐκείνης πόλεως ὄντας, εὑρήκαμεν τρόπον τινὰ θεραπείας ὦ δεσπότα· ἐν ψυχῆι γὰρ συντετριμ μένηι· καὶ πνεύματι πνι ταπεινώσεως προσφέροντές σοι τὴν ἱκε τείαν, προσδεχθῆναι αὐτὴν παρακαλοῦμεν· ὡς ἐν ὁλο καυτώμασι κριῶν· καὶ ὡς ἐν μυριάσιν ἀρνῶν πιόνων· οὕτως γενέσθω ἡ θυσία ἡμῶν σήμερον ἐνώπιόν σου· καὶ τοῦ ἐκτελέσαι ὄπισθέν σου· ὅτι οὐκ ἔστιν αἰσχύνη, τοῖς πεποιθόσιν ἐπὶ σοί: ἐπειδὴ γάρ φησιν ὁ σὸς νόμος ἐν παντί σοι τό πωι προσφέρειν τὰς νενομισμένας θυσίας οὐ συγχωρεῖ· ἀντὶ κρι ῶν καὶ ταύρων καὶ ἀρνῶν τὸν ἀριθμὸν νικώντων· συντετριμμένην σοι καὶ τεταπεινωμένην καρδίαν προσφέρομεν· καὶ παρακαλοῦμεν γενέσθαι σοι ταῦτα, πάσης θυσίας ἡδίω· ἐπειδὴ εἴωθας τοὺς πεποι θότας ἐπι σοὶ, πάσης αἰσχύνης ἐλευθεροῦν· ταῦτα δὲ οὐχ ἁπλῶς οὕτως· οὕτος εἴρηκεν ὁ ἅγιος ἀνήρ· ἀλλ’ ὑπὸ τοῦ προφήτου δεδιδαγμένος δαβίδ δαδ · ὃς ἐν τῶι πεντηκοστῶι λέγει ψαλμῶι· ὅτι εἰ ἠθέλησας θυσίαν ἔ δωκα ἂ ἄ ν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις· θυσία τῶι θεῶι θωι πνεῦμα πνα συν τετριμμένον καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ θεὸς θς οὐκ ἐξουδενώσει· καὶ πάλιν ἐκ προσώπου τοῦ θεοῦ θυ · μὴ φάγομαι κρέα ταύρων ἢ αἷμα ταύρ τράγ ων πίομαι; θυσίαν θῦσον τῶι θεῶι θωι αἰνέσεως καὶ ἀπόδος τῶι ὑψίστωι τὰς εὐχάς σου· καὶ ἐπι κάλεσαί με· ἐν ἡμέραι θλίψεώς σου· καὶ ἐξελοῦμαι σε καὶ δοξάσεις με· καὶ μετα βραχέα· θυσία αἰνέσεως δοξάσει με· καὶ ἐκεῖ ὁδὸς ἣν δείξω αὐτῶι τὸ σωτήριόν μου· ταῦτα δεδιδαγμένος ὁ θεῖος οὗ τος ἀνὴρ, τὴν συντετριμμένην καρδίαν ἀντὶ πάσης θυσίας δεχθῆ ναι ἱκέτευσεν· εἶτα ἐπάγει· καὶ νῦν ἐξακολουθοῦμεν ἐν ὅλη καρδίαι. καὶ φοβούμεθά σε· καὶ ζητοῦμεν τὸ πρόσωπόν σου μὴ καταισχύνης ἡμᾶς· τὸ γὰρ πλῆθος τῶν συμφορῶν, ἑτέρους ἡμᾶς ἀνθ’ ἑτέρων εἰργάσατο· καὶ παραβάτας ὄντας τῶν σῶν ἐν τολῶν. ἐν ὅλη σε καρδία καὶ φοβεῖσθαι καὶ ζητεῖν παρεσκεύασε· πρό σωπον δὲ ἐνταῦθα τὴν εὐμένειαν ἐκάλεσε· καὶ τὴν τῆς ἐλευθερίας ἀπόδοσιν· καὶ τὴν τῆς κηδεμονίας ἀπόληψιν· καὶ ἀπολαβόντα δυνα τὸν ἦν ὁρᾶν· καὶ τὸν θεῖον νεὼν καὶ τὰς ἐπιτελουμένας αὐτόθι λατρείας· δι’ ὧν ἀσώματον ὄντα τὸν θεὸν θν ὄντα καὶ ἀόρατον, ὁρᾶν ἐφαντάζοντο· ἐπειδὴ τοίνυν τοσαύτην ἡμῶν διὰ τῆς τιμωρίας εἰργάσω μεταβο λὴν μὴ καταισχύνης ἡμᾶς· ἀλλὰ ποίησον μεθ’ ἡμῶν κατὰ τὴν ἐπιείκειάν σου· καὶ κατὰ τὸ πλῆθος τοῦ ἐλέους σου· καὶ ἐξελοῦ ἡ μᾶς κατὰ τὰ θαυμάσιά σου· καὶ δὸς δόξαν τῶι ὀνόματί σου· διὰ ταῦτα φησὶν οἴκτου ἡμᾶς καὶ φιλανθρωπίας φιλανίας ἀξίωσον· ἐλεεῖν τὲ γὰρ πέφυ κας καὶ μακροθυμίαι κεχρῆσθαι πρὸς ἅπαντας· συνδρομόν τε ἔχεις τῆι βουλήσει τὴν δύναμιν· καὶ μαρτυρεῖ τὰ ὑπὸ σοῦ γινόμενα θαύμαστα· τὰ δὲ εἰς ἡμᾶς γινόμενα· καὶ τὸ σὸν ὄνομα ὑμνεῖσθαι παρασκευάσει· οὐχ’ ὑφ’ ἡμῶν μόνον τῶν σωζομένων· ἀλλὰ καὶ ὑπὸ τῶν τὴν ἡμετέραν σωτηρίαν ὁρώντων: δὸς δόξαν τῶι ὀνόματί σου κύριε κε · καὶ ἐντρα πείησαν πάντες οἱ ἐνδεικνύμενοι τοῖς δούλοις σου κακά· καὶ καταισχυνθείησαν ἀπὸ πάσης δυναστείας· καὶ ἡ ἰσχὺς αὐ τῶν συντριβείη· καὶ γνώτωσαν ὅτι σὺ εἶ ὁ θεὸς θς μόνος· καὶ ἔνδοξος ἐφ’ ὅλην τὴν οἰκουμένην· διὰ γὰρ τῆς εἰς ἡμᾶς γε νομένης φιλανθρωπίας φιλανίας καταλυθήσεται μὲν τῶν ἐναντίων τὸ θράσος σβεσθήσεται δὲ αὐτῶν ἡ λύττα· καὶ τὸ φρόνημα αὐτῶν τὸ ὑψηλὸν συν τριβήσεται καὶ γνώσονται σὲ μόνον εἶναι κύριον κν τε καὶ θεὸν θν , ὑπὸ πάσης ἄξιον ὑμνεῖσθαι τῆς οἰκουμένης· καὶ οἱ νῦν προσκυνοῦντες θεοὺς πολλοὺς, τῶν μὲν οἰκείων θεῶν γνώσονται τὴν ἀσθένειαν· τὴν δὲ σὴν προσκυνήσουσι δύναμιν· οἱ μὲν οὖν ἔνδον ἐν τῆι καμίνωι χορεύοντες· οὕτω τὸν θεὸν θν ὑμνοῦντες καὶ ἱκετεύοντες διετέλουν· οἱ δὲ τοῦ βασιλέως ὑπηρέται· καὶ τῶν ἁγίων κατήγοροι οὐ κ έληγον ὕλην τῆι φλογὶ χορηγοῦντες· πίσσαν καὶ κληματίδα. καὶ στίππυον· καὶ νάφθαν: εἶδος δέ ἐστιν ἐν ἐκείνη τῆι χώραι γι νόμενον· ἐξάψαι τὴν φλόγα δυνάμενον· τοσαύτη δὲ ἦν ἡ χορηγου μένηι τῆι πυρᾶ τροφὴ, ὡς ἐπ’ ἐννέα καὶ τεσσαράκοντα πήχεις· διαχυθῆναι· καὶ τῶν χαλδαίων ἐμπρῆσαι τοὺς πλησιάζοντας· καὶ οἱ μὲν ἔξωθεν ἐξῆπτον τὴν φλόγα· θεῖος δὲ ἄγγελος ἐσκεδάννυε τὴν φλόγα· καὶ τὸ μέσον τῆς καμίνου τῶν ἀνθράκων ἐγύμνου· καὶ αὖραν ψυχρὰν τινά τε καὶ μετρίως ὑγρὰν καὶ πολλὴν τοῖς ἁγίοις ἡ δονὴν πραγματευομένην· ὠδίνειν τὸ πῦρ παρεσκεύαζε· καὶ ταύτην τοῖς τῶν ἁγίων ἐπαφιέναι σώμασιν: ἐποίησε γάρ φησι τὸ μέσον τῆς καμίνου, ὡς πνεῦμα πνα δρόσου διασυρίζον· καὶ οὐ χ’ ἡψατο αὐτῶν τὸ καθόλου τὸ πῦρ· καὶ οὐκ ἐλύπησεν αὐτούς· οὐδὲ παρηνώχλησεν αὐτοῖς· ἀλλὰ μηδεὶς πρὸς ταῦτα ἀφορῶν. σμικρυνέτω τοὺς τῶν ἁγίων ἀγῶνας· τῶν δὲ ἱερῶν ἐκείνων ἀνα μιμνησκέσθω λόγων· ἔστι θεὸς θς ἐν οὐρανῶι οὐνῶι ὧι ἡμεῖς λατρεύομεν· ὃς δύναται ἡμᾶς ἐξελέσθαι ἐκ τῆς καμίνου τοῦ πυρὸς τῆς καιομένης· καὶ ἐκ τῶν χειρῶν σου βασιλεῦ ῥύσεται ἡμᾶς· κἂν μὴ, γνωστὸν ἔστω σοι βασιλεῦ. ὅτι τοῖς θεοῖς σου οὐ λατρεύομεν· καὶ τῆι εἰκόνι τῆ χρυ σῆι ἧι ἔστησας οὐ προσκυνοῦμεν· ὥστε οἱ ἅγιοι παῖδες ἐκεῖνοι τῆς φλογὸς ἐκείνης κατεφρόνησαν· οὐ πρὸς τοῦτο τὸ τέλος ὁρῶν τες. ἀλλὰ θάνατον προσδεχόμενοι· ὁ δὲ ἀγωνοθέτης ἐβράβευσεν ὡς ἠθέλησε· καὶ τοὺς ἀλιτηρίους ἐκείνους κατήισχυνε· καὶ τούτους ἀοι δίμους ἀπέφηνε· ταύτης τοίνυν τῆς σωτηρίας ἀπολαύσαντες οἱ †† μακάριοι καὶ τρισμακάριοι καὶ πολλάκις τοῦτο· οὐκ ἔτι ὑμνεῖν τὸν θεὸν θν ἑνὶ παρεχώρησαν· ἀλλ ὡς ἐξ ἑνός φησι στόματος ὕμνουν καὶ ἐδόξαζον· καὶ εὐλόγουν τὸν θεὸν θν ἐν τῆι καμίνωι· τὴν ἀρίστην ἑαυτῶν συμφωνίαν καὶ θαυμαστὴν ὑμνωδίαν τῆι παρὰ τὴν εἰκόνα συμφωνίαι. καὶ τοῖς μου σικοῖς ἀντιτάξαντες ὀργάνοις καὶ δεικνύντες ὅσω τὸ μὴ προσκυ νῆσαι τὴν εἰκόνα, τοῦ προσκυνῆσαι λυσιτελέστερον· ἄρχονται δὲ οὕτω τοῦ ὕμνου· εὐλογητὸς εἶ κύριε κε ὁ θεὸς θς τῶν πατέρων πρων ἡμῶν· καὶ αἰνετὸς καὶ ὑπερυψούμενος εἰς τοὺς αἰῶνας· καὶ εὐλογημένον τὸ ὄνομα τῆς δόξης σου τὸ ἅγιον· καὶ ὑπερ αἰνετὸν καὶ ὑπερυψού μενον εἰς τοὺς αἰῶνας: ἔρωτός ἐστι καὶ θερμοτάτου καὶ πλειστοτάτου τὰ ῥήματα· τούτωι γὰρ τετρωμένοι, ζητοῦσιν ὀνόματα τοῦ ὑμνουμέ νου τὴν ἀξίαν παραδηλῶσαι δυνάμενα· καὶ μὴ εὑρίσκοντες, ταῖς ὑπερ θετικαῖς αὐτὰ προσθέσεσιν ἐξυφαίνουσιν· ὑπερυψούμενον ὀνομάζον τες καὶ ὑπεραινετόν· καὶ οὐκ αὐτὸν μόνον· ἀλλὰ καὶ τὸ ὄνομα τῆς δόξης αὐτοῦ· καλῶς δὲ πανταχοῦ κύριον κν καὶ θεὸν θν τῶν πατέρων πρων ἀποκαλοῦσι· σφὰς αὐτοὺς ἀναξίους εἶναι τῆς προσηγορίας ταύτης ὁμολογοῦντες· εὐλο γημένος εἶ ἐν τῶι ναῶι τῆς ἁγίας δόξης σου· καὶ ὑπεραινετὸς καὶ ὑπερένδοξος εἰς τοὺς αἰῶνας· ἄληστον ἔχουσι τοῦ θείου νεὼ τὴν μνή μην· καὶ ἀκριβεῖς ὄντες τοῦ νόμου φύλακες, ἐννόμως προσεύχονται· ἀν τὶ τοῦ εἰς ἐκεῖνον ἀποβλέποντες τὸν νεὼν ἔνθα σου ἡ δόξα ἐπιφαί νέσθαι εἰώθει· τοῦτον σοι τὸν ὕμνον προσφέρομεν· εἰ γὰρ καὶ μυριάκις ἐμπέ πρησται, τῆς σῆς ἁγιωσύνης μετέχει· καὶ ἵνα μή τις ὑπολάβη περι γράφειν αὐτοὺς τῶι τόπωι· τὸν ἀσώματόν τε καὶ ἀπεριόριστον θεὸν θν · ἀναγκαίως ἐπάγουσιν· εὐλογητὸς εἶ ἐπὶ θρόνου τῆς βασιλείας σου· καὶ ὑπερύμνη τὸς καὶ ὑπερυψούμενος εἰς τοὺς αἰῶνας· εἶτα δεικνῦντες τίνα θρό νον καλλοῦσιν, εὐθὺς ἐπιφέρουσιν· εὐλογητὸς εἶ ὁ βλέπων ἀβύσσους· καθήμενος ἐπὶ χερουβίμ· καὶ ὑπερύμνητος καὶ ὑπερυψούμενος εἰς τοὺς αἰῶνας: καὶ ἐπειδὴ καὶ ὁ νεὼς ἐκεῖνος εἶχεν τῶν χερουβὶμ τὰς εἰκόνας· ἐν τοῖς ἁγίοις τῶν ἁγίων· ὡς ἂν μηδὲ μία τοῖς ἀκούουσιν ἐν τεῦθεν γένηται βλάβη· καὶ περιγεγράφθαι νομίσωσι τὸν θεόν θν . θερα πεύουσι τὸν ἀκροατὴν λέγοντες· εὐλογητὸς εἶ ἐν τῶι στερεώ ματι τοῦ οὐρανοῦ· καὶ ὑπερύμνητος καὶ ὑπερυψούμενος εἰς τοὺς αἰῶνας· πανταχοῦ γάρ φησιν εἶ καὶ τὰ σύμπαντα πληροῖς· καὶ πᾶσαν περιέχεις τὴν κτίσιν· οὕτως ὑμνήσαντες, καλοῦσιν ἅπασαν τὴν γενητὴν φύσιν· εἰς κοινωνίαν τῆς ὑμνωδίας· οὐ μόνον τὴν λογικὴν, ἀλλὰ καὶ τὴν ἄλογόν τε καὶ ἄψυχον· εὐλογεῖτε γάρ φησι πάντα τὰ ἔργα κυρίου κυ · τὸν κύριον κν ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας· καὶ ἵνα μὴ καθ’ ἕκαστον ἑρμηνεύων· εἰς μῆκος ἄπειρον ἐκτείνω τὸν λόγον· καλοῦσιν εἰς τὴν χορείαν· καὶ οὐρανὸν καὶ τὰ ὕδατα τὰ ὑπεράνω τῶν οὐρανῶν οὐνῶν · καὶ τὰς δυνάμεις τὰς τὸν θεῖον θρόνον περιπολούσας· καλοῦ σι καὶ ἥλιον καὶ σελήνην· καὶ τοὺς ἄλλους φωστῆρας· καὶ οὐ μόνον τὰ κατ’ οὐρανὸν ἀλλὰ καὶ τὰ ἐν τῶι ἀέρι γινόμενα· ὄμβρον καὶ δρόσον καὶ πνεύματα· εἶ τα τὰς ἐναντίας ποιότητας· ψῦχος καὶ καῦμα. εἶτα φύσιν ὁμοῦ καὶ ἐνέρ γειαν· πῦρ καὶ καῦμα· τὸ μὲν γὰρ πῦρ φύσεως ὄνομα· τὸ δὲ καῦμα οὐ κ ἐν οὐσίαι ἀλλὰ πυρὸς ἐνέργεια καλοῦσι· καὶ δρόσον καὶ νιφετὸν· καὶ πάγον καὶ ψῦχος· καὶ πάχνας καὶ χιόνας· τὰ συγγενῆ καὶ ὁμόφυλα· εἶτα νύκτας καὶ ἡμέρας. καὶ τὰ τούτων ποιητικά. φῶς καὶ σκότος· τὰ μὲν γὰρ ὀνόματα· τὰ δὲ πράγματα. ἐκάλεσε γάρ φησιν ὁ θεὸς θς τὸ φῶς ἡμέραν· καὶ τὸ σκότος ἐκάλεσε νύ κτα· εἰ γὰρ καὶ σκιὰ τὸ σκότος ἐστὶ καὶ οὐκ’ οὐσία ἀλλὰ πρᾶγμα συμβεβηκὸς· καὶ τῆς νυκτὸς ποιητικόν· καὶ ἐπειδὴ δρόσου καὶ νιφετοῦ ἐμνημόνευσαν, ἀ ναγκαίως δεικνύουσι καὶ τὰς τούτων πηγάς· εὐλογεῖτε γὰρ ἔλεγον ἀστραπαὶ καὶ νεφέλαι· αἱ μὲν τίκτουσαι· αἱ δὲ, τὰς ὠδῖνας προμηνύουσαι· ἀστρα πὰς γάρ φησιν ὁ προφήτης, εἰς ὑετὸν ἐποίησεν· οὕτως μνημονεύσαντες τῶν κατ’ οὐρανὸν καὶ ἀέρα· καὶ ἑκάστω ὑμνεῖν παρακελευσάμενοι· ἐπὶ τὴν κοινὴν μητέρα μρα τὴν γῆν, μεταφέρουσι τοῦ ὕμνου τὴν παρακέλευσιν καὶ φασίν· εὐλογεί τω ἡ γῆ τὸν κύριον κν · ὑμνείτω καὶ ὑπερυψούτω αὐτὸν εἰς τοὺς αἰῶνας· εἶτα κατὰ διαίρεσιν· εὐλογεῖτε ὄρη καὶ βουνοὶ τὸν κύριον κν · ἔπειτα τὰς ταύ της ὠδῖνας· εὐλογεῖτε πάντα τὰ φυόμενα ἐν τῆι γῆι τὸν κύριον κν : καὶ ἐπειδὴ τῆς κάτω μοίρας ἐστὶ καὶ οἱ ποταμοὶ καὶ ἡ θάλασσα; ἀναγκαίως καὶ τούτων ἐποιήσα ν το τὴν μνήμην· μνημονεύουσι δὲ καὶ τῶν τῆς θαλάττης τροφίμων· εὐλογεῖτε γάρ φησι κήτη καὶ πάντα τὰ κινούμενα ἐν τοῖς ὕδασι τὸν κύριον κν · μετὰ ταῦτα πετεινὰ καλοῦσι· καὶ τὰ θηρία καὶ τὰ κτήνη. καὶ ἔσχατον ἁπάντων τῶν ἀνθρώπων ἀνων τὴν φύσιν· τῆς κοσμογονίας τὴν τάξιν φυλάξαντες· καὶ γὰρ ὁ μακάριος μωυσῆς· πρῶτα μὲν φῦναι τῶ θείωι λό γωι τὰ δένδρα συνέγραψεν· εἶτα τῶν νηκτῶν παραχθῆναι τὰ γένη· καὶ πρὸς τούτοις καὶ σὺν τούτοις· τῶν ἀεροπόρων ὀρνίθων τὴν φύσιν· μετὰ δὲ ταῦτα θη ρία καὶ κτήνη· τελευταῖον δὲ τὸν ἄνθρωπον ἄνον · καλέσαντες δὲ τῶν ἀνθρώπων ἀνων τὴν φύσιν εἰς ὑμνωδίαν· πάλιν κατὰ διαίρεσιν ὑμνεῖν παρεγγυῶσι τὸν ποιητήν· καὶ πρώτους μὲν τῶν ἄλλων ἁπάντων τοὺς υἱοὺς ἰσραὴλ ἰηλ τοῦτο ποιεῖν παρα κελεύονται· καὶ τούτους δὲ πολλαχοῦ διαιροῦσι καὶ τάττουσι πρώτους ἱερεῖς· ἅ τε δὴ τὴν θεῖαν λειτουργίαν πεπιστευμένους· εἶτα ἵνα μὴ νομισθῶσι μό νοις τοῖς ἱερεῦσι περιγράφειν τὴν ὑμνωδίαν ἐπάγουσιν· εὐλογεῖτε δοῦ λοι κυρίου κυ τὸν κύριον κν ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας· μονονουχὶ λέγοντες ὅτι δυνατὸν εὐγνωμόνως δουλεύειν τῶι δεσπότηι. καὶ τὸν ἱερωσύνης γεγυμνωμένον· προκηρύττουσι καὶ τὴν ἀνάστασιν· εὐ λογεῖτε γάρ φησι πνεύματα πνατα καὶ ψυχαὶ δικαίων τὸν κύριον κν · τουτέστι πνεύματα πνατα καὶ ψυχαὶ τῶν δικαίων· αἱ τῶν ἀνθρωπίνων παθῶν ὑπέρτεραι γεγενημέναι· αἱ τοῦ πνεύματος πνς τὴν χάριν ὑποδεξάμεναι· ἔπειτα καὶ τοὺς ἀρετῆς εἴδη τινὰ κεκτημένους. εὐλογεῖτε φησὶν ὅσιοι καὶ ταπεινοὶ τῆι καρδία τὸν κύριον κν · δυνατὸν γάρ φησι τοὺς ἀδικίας ἀπηλλαγμένους· καὶ ταπεινῶι φρονήματι κεχρημένους· καὶ ἀρέσκειν θεῶι θωι καὶ τὸν ἁρμόττοντα ὕμνον προσφέρειν· ταῦτα δὲ οὐκ ἀδολεσχίαι χρώ μενοι· κατέλεξαν ἅπαντα· ἀλλὰ πρῶτον μὲν τὸ περὶ τὸν δεσπότην· πυρ σεύοντες φίλτρον· καὶ σφὰς αὐτοὺς ἀναμιμνήσκοντες τῶν ἀρρήτων εὐεργεσιῶν· καὶ τῆς τῶν ἀνθρώπων ἀνων ἕνεκεν ἐξ αρχῆς γενομένης δημιουρ γίας· διὰ γὰρ τούτων μην ύ ουσι τῶν λόγων· ὅτι ὑμνοῦμεν σε καὶ ὑπερυψοῦμεν· ὅτι δι’ ἀγγέλων ἡμᾶς εὐεργετεῖς· ὅτι οὐρανὸν, ἡμῶν χάριν ἐδημιούργησας· ἡλίωι δὲ τὴν ἡμέραν φωτίζεις· καὶ τῆι σελήνηι, τῆς νυκτὸς, κεραννύεις τὸ ἀφεγγές· καὶ τοῦ χρόν ου ἡμᾶς τὰ μέτρα διδάσκεις· ὑμνοῦμέν σε ὅτι καὶ λειμῶ να ἡμῖν ἀστέρων; βλαστῆσαι τὸν οὐρανὸν παρεσκεύασας· καὶ ἄνθεσιν ἀμαράντοις· ἑστιᾶς ἡμῶν τὰς ὄψεις· καὶ τῆς νυκτὸς ἡμῖν διὰ τοῦ δρόμου τούτων, παρέχεις τὰ μέτρα γινώσκειν· καὶ τίς ἄν σε πρὸς ἀξίαν ὑμνή σειεν· ὁρῶν τῶν ὡρῶν τὰς μεταβολὰς· τῶν τροπῶν τὰς ἐναλλαγὰς, καῦμα προσφόρως ἐν θέρει γινόμενον· εἶτα πνευμάτων πνων αὔρας ἀναψυχούσας· ψῦχος ἐν χειμῶνι καὶ ὑετὸν ἐπιφερόμενον· καὶ ἕκαστον ῥυθμῶι καὶ τάξει προ βαῖνον· ἀστραπὰς, τὸν ὑετὸν μηνυούσας· νεφέλας τὸν ὑετὸν ὠδινούσας· ὄρη καὶ πεδία ληΐοις κομῶντα· καὶ ἄλσεσι πηγὰς ἀναβλυζούσας· καὶ ἀρ δείαν τοῖς φυτοῖς προσφερούσας· ποταμοὺς, ἄπαυστα τρέχοντας· καὶ τοῦ δρόμου παῦλαν οὐ δεχομένους· θάλατταν ἐν μέσω κειμένην· φιλίας καὶ ὁμονοίας αἰτίαν· καὶ χωρίον κοινὸν τούτων κἀκείνων δεχόμενον τὰ σύμβολα· καὶ ἵνα μὴ καθ’ ἕκαστον λέγω· πρῶτον μὲν τούτων ἁπάντων ἐμνημόνευσαν· οἱ μακάριοι τὴν οἰκείαν ἐπι δει κνῦντες εὐγνωμοσύνην· καὶ θερμότερον ἐπιτελέσαι τῆι μνήμη τῶν εὐεργεσιῶν τὸν ὕμνον βουλόμενοι· ἔπειτα δὲ καὶ τοὺς χαλδαίους ἔξωθεν· ἐπακούοντας παιδεῦσαι πειρώμενοι· ὅτι τὰ ὑπ αὐτῶν προσκυνούμενα στοιχεῖα· τοῦ θεοῦ θυ τῶν ὅλων. διὰ τοῦτο καὶ πυρὸς καὶ ὑδάτων· ἡλίου τὲ καὶ σελήνης· οὐρανοῦ τὲ καὶ γῆς, ἐναργῶς μνημονεύουσι· πεῖσαι βουλόμενοι τοὺς ἀνοήτους· παύσασθαι μὲν τοῦ προσκυνεῖν τὰ ὁρώμενα· τὸν δὲ τούτων ποιητὴν ἐπιγνῶναι. καὶ πρέπουσαν αὐτῶι θεραπείαν προσενεγκεῖν· εἰκὸς γὰρ ἦν τὸ μέγα θαῦμα θεωμένους· καὶ τοῦ πυρὸς τὴν ἧτταν ὁρῶντας· καὶ αὐτῶν δὲ καὶ τοῦ βασιλέως αὐτῶν τὴν αἰσχύνην· τῶν αἰχμαλώτων δὲ ἐκείνων παίδων· τὴν σωτη ρίαν τὲ καὶ παρρησίαν δέξασθαι· διὰ τῆς ὑμνωδίας τὴν τῆς εὐσεβείας διδασκαλίαν· οὕτως ὑμνήσαντες τελευταῖον ἐπάγουσιν· εὐλογεῖτε ἀνανία ἀζαρία μισαὴλ τὸν κύριον κν ὑμνεῖτε· καὶ ὑπερυψοῦτε αὐ τὸν εἰς τοὺς αἰῶνας: οὕτως ἑαυτοὺς, ἐσχάτους ἡγοῦντο τῆς κτίσεως· καὶ πάντων ἀνθρώπων ἀνων εὐτελεστάτους· τοιοῦτος ἦν ὁ μακάριος μακρ παῦλος λέγων· ἐμοὶ τῶι ἐλαχιστοτέρωι πάντων ἁγίων· ἐδόθη ἡ χάρις αὕτη· καὶ ἀλλαχοῦ· χριστὸς χς φησὶν ἰησοῦς ἰς ἦλθεν ἁμαρτωλοὺς σῶσαι, ὧν πρῶτός εἰμὶ ἐγώ· καὶ τῶν μὲν ἁμαρ τωλῶν πρῶτον ἑαυτὸν ὀνομάζει· τῶν δὲ ἁγίων, ἔσχατον ἀποκαλεῖ· οὕ τω καὶ οἱ μακάριοι οὗτοι ἐσχάτοις ἑαυτοῖς παρακελεύονται· ὑμνεῖν τὸν κύριον κν · καὶ ὑπερυψοῦν αὐτὸν εἰς τοὺς αἰῶνας· εἶτα διηγοῦνται τὸ θαῦμα. ὅτι ἐρρύσατο ἡμᾶς ἐξ ἅιδου· καὶ ἔσωσεν ἡμᾶς ἐκ χειρὸς θανάτου· ἀνθρωπίναις γὰρ ἀ πηγορεύθημεν ψήφοις· καὶ ἐρρύσατο ἡμᾶς ἐκ μέσου καιομένης φλογός· καὶ ἐκ μέσου πυρὸς, ἐρρύσατο ἡμᾶς· ἐξομολογεῖσθε τοίνυν τῶι κυρίω κω ὅτι χριστὸ ς ν χ ς ν ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ· τί γὰρ χρηστότερον τί δὲ ἀγαθώτερον τοῦ τοσούτωι ἐν τοῖς καθ’ ἡμᾶς χρησαμένου ἐλέωι· καὶ τοσαύτην ἀρετὴν ἐπιδει ξάμενου· ἐλέωι φασὶ τῆς σωτηρίας τετυχηκέναι· εἶτα ἐπειδὴ μόνων τῶν υἱῶν ἰσραὴλ ἰηλ ἐμνημόνευσαν ἄνω καλοῦσι καὶ τοὺς ἐν τοῖς ἔθνεσιν εὐσεβοῦντας· καὶ τῶν θεὸν θν θεραπεύειν ἐσπουδακότας· εὐλογεῖτε πάντες οἱ σεβόμενοι τὸν κύριον κν · κύριον κν τὸν θεὸν, τῶν θεῶν· ὑμνεῖτε καὶ ἐξομολογεῖσθε· ὅ τι εἰς πάντας αἰῶνας τὸ ἔλεος αὐτοῦ καὶ εἰς τὸν αἰῶνα τῶν αἰ ώνων: καὶ τὸ ἄπειρον αὐτοῦ τῆς ἀγαθότητος δεῖξαι φιλονεικοῦντες· καὶ ἡττώμενοι· πολλάκις τὸ τῶν αἰώνων ἀναστρέφουσιν ὄνομα· τοιοῦτος τῶν ἁγίων τούτων ὁ ὕμνος· οὗτος καὶ τὸν θηριώδη καὶ ἀπηνῆ βασιλέα. ἐκπλήξας ὁμοῦ καὶ καταπλήξας· τῶν μὲν βασιλικῶν ἐξανέστησε θρόνων· δραμεῖν δὲ παρ’ αὐτοὺς παρεσκεύασε· καὶ θεωρεῖ τέτταρας ἀντὶ τριῶν· ἐν τῆι καμίνωι χορεύοντας· καὶ λέγει τοῖς μεγιστάσιν αὐτοῦ· οὐχὶ ἄν δρας τρεῖς ἐβάλομεν πεπεδημένους ἐν μέσω τοῦ πυρὸς καὶ ἰδοὺ ἐγὼ θεωρῶ ἄνδρας τέτταρας λελυμένους καὶ περιπατουῦντας· ἐν μέσω τοῦ πυρὸς καὶ διαφθορὰ οὐκέστιν ἐν αὐτοῖς· καὶ ἡ ὅρασις τοῦ τετάρτου ὁμοία υἱῶι θεοῦ: ὢ τῆς ἀρρήτου μακροθυμίας· εἰκότως ἐ βόων οἱ ἅγιοι παῖδες· ὅτι εἰς πάντας τοὺς αἰῶνας τὸ ἔλεος αὐτοῦ· ἰδοὺ γὰρ καὶ τοῦτον ὠμότητι τοσαύτη. καὶ τύφωι χρησάμενον· καὶ τὸ θεῖον σέβας ἁρπάσαι φιλνονεικήσαντα· καὶ τοὺς θείους θεράποντας ὠμῶς καὶ θη ριωδῶς κολάσαι πειραθέντα, πρὸς τὴν εὐσέβειαν ποδηγεῖ· καὶ τὴν οἰκείαν αὐτοῦ θαυματουργίαν ἐπιδείκνυσι· καὶ τὸν ἀποσταλέντα εἰς ἐπικουρίαν τῶν ἁγίων ἄγγελον, δῆλον αὐτῶι ποιεῖ· καὶ ἐκπλήττει μὲν αὐτὸν πρῶτον τῶι ἀριθμῶι ἀντὶ τριῶν τέτταρας ὑποδείξας ἔπειτα τῆι λύσει τῶν δεσμῶν λελυμένους γὰρ ἀντὶ δεδεμένων ἑώρα· ἔπειτα τῆι σωτηρίαι· δι αφθορὰ γάρ φησιν οὐκ ἔστιν ἐν αὐτοῖς· ὅθεν ἐκπλαγεὶς καὶ καταλύσας τὸν τῦφον· προσέρχεται καὶ φησί· σεδρὰχ μισάχ ἀβδεναγώ· οἱ δοῦλοι τοῦ θεοῦ θυ τοῦ ὑψίστου· ἐξέλθετε καὶ δεῦτε· καὶ ἐξῆλθον σεδρὰχ μισὰχ ἀβδεναγώ· ἐκ μέσου τοῦ πυρός: μεμάθηκεν ὁ μάταιος ὁ λέγων τίς ἐστὶν ὁ θεὸς θς · ὃς ῥύσεται ὑμᾶς ἐκ τῶν χειρῶν μου, ὅτι ἔστι θεὸς θς ἄρρητον ἔχων τὴν δύναμιν· τῶι πυρὶ κελεύων ἐναντίαν ἐπιδεῖξαι τοῖς ἁγίοις ποιότητα· ὃν θεὸν θν ἐ κεῖνος ὠνόμασεν· ἔγνω ὅτι ἔστι θεός θς · καὶ ὕψιστος θεὸς θς · ἐξελθόντων δὲ τῶν ἁγίων· θαυμάζουσι μὲν ἅπαντες σατράπαι καὶ τοπάρχαι· καὶ στρατηγοὶ θεωροῦντες ἀκήρατον διατηρηθὲν τῶν ἁγίων τὸ σῶμα. καὶ τὰς τρίχας αὐτὰς, οὐδὲ μίαν αἴσθησιν ἐκ τῆς φλογὸς δεξαμένας ἐκείνης· οὐ τὰς τρίχας δὲ μόνον· ἀλλὰ καὶ αὐτὴν τὴν ἐσθῆτα· καὶ τὰ ὑποδήματα ἀκέραια μείναντα· ὡς καὶ αὐτῆς ἀπηλλάχθαι τῆς ἀπὸ τοῦ πυρὸς ὀσμῆς· εἶτα ὑμνεῖ ταῦτα θεασάμενος ὁ ναβουχοδονόσορ καὶ λέγει· εὐλογητὸς κύριος κς ὁ θεὸς θς τοῦ σεδρὰχ μισὰχ καὶ ἀβδεναγώ· ὃς ἀπέστειλε τὸν ἄγγελον αὐτοῦ· καὶ ἐρρύσατο τοὺς παῖδας αὐτοῦ· ὅτι ἐπεποίθεισαν ἐπ αὐ τῶι· καὶ τὸ ῥῆμα τοῦ βασιλέως ἡλλοίωσαν· καὶ παρέδωκαν τὰ σώ ματα αὐτῶν. ὅπως μὴ λατρεύσωσι μὴ δὲ προσκυνήσωσι παν τὶ θεῶι θωι ἑτέρωι· ἀλλ’ ἢ τῶι θεῶι θωι αὐτῶν: ἀεὶ τῆι πείραι παρα λαμβάνων ὁ μάταιος τοῦ θεοῦ θυ τὴν δύναμιν· λήθηι τὰ θαύμαστα παραδίδω σι ν · τοῦτο καὶ ἐπὶ τοῦ θειοτάτου πεποίηκε δανιήλ. ἀναστὰς γὰρ προ σεκύνησεν αὐτῶι καὶ μαναᾶ καὶ εὐωδίαν, προσενεχθῆναι αὐτῶι παρε σκεύασε· καὶ νῦν δὲ ὡς αὕτως θεασάμενος τῶν ἁγίων τούτων τὴν σω τηρίαν· ὑμνεῖ τὸν θεὸν θν καὶ θαυμάζει τοὺς ἄνδρας· ὅτι ἡλλοίωσαν τὸ ῥῆμα τοῦ βασιλέως· καὶ προετίμησε φησὶν εὐσεβῆ θάνατον· παρανό μου ζωῆς· καὶ νῦν φησὶν ἰδοὺ ἐγὼ ἐκτίθημι δόγμα ὅπως πᾶς λαὸς φυλὴ γλῶσσα· ἣ ἂν εἴπη βλασφημίαν κατὰ τοῦ θεοῦ θυ σεδρὰχ μισὰκ ἀβδεναγὼ εἰς ἀπώλειαν ἔσονται· καὶ οἱ οἶκοι αὐτῶν δι αρπαγήσονται· καθότι οὐκ έστι θεὸς θς ἕτερος ὃς δυνήσεται ῥύσασθαι οὕτως: καὶ τῶι ὄντι τοῦτο τῆι πείραι μεμάθηκε· πολλῶν γὰρ καλου μένων θεῶν· καὶ τεμένη καταλύσας· καὶ ταμιεῖα συλήσας· βωμοὺς ἀνα σπάσας· καὶ τοὺς ἱερωμένους αὐτοῖς κατασφάξας, οὐδεμιᾶς θείας ἐνεργείας ἐδόξατο πεῖραν· κατὰ δὲ τῶν τῶι θεῶι θωι ἀνακειμένων τῆι λύττη χρησάμενος. εἶδεν τοῦ θεοῦ θυ καὶ τὴν ἄπειρον δύναμιν· καὶ τὴν μακρο θυμίαν τὴν ἄρρητον· τοὺς γὰρ οἰκείους θεραπευτὰς ἀκραιφνεῖς δι εφύλαξεν. αὐτὸν δὲ τέως δίκας τῆς μανίας οὐκ εἰσεπράξατο· ἐπι μείναντα δὲ τῆι δυσσεβείαι· μετὰ βραχὺ μετρίως ἐκόλασεν· εἶτα μετανοία χρησάμενον φιλανθρωπίας φιλανίας ἠξίωσε· τότε δὲ ὅμως κα τεύθυνεν ὁ βασιλεὺς φησὶν. τὸν σεδρὰχ μισὰχ ἀβδεναγώ. ἐν τῆι χώραι βαβυλῶνος· καὶ ηὔξησεν αὐτοὺς· καὶ ἠξίωσεν αὐτοὺς ἡγεῖσθαι πάντων τῶν ἰουδαίων τῶν ἐν τῆι βασιλείαι αὐτοῦ· τοσαύτην ὁ δεσπότης τῶν θεραπεύειν αὐτὸν ἐσπουδακότων ποιεῖται προ μήθειαν· καὶ εἰκότως ἐβόων οἱ ἅγιοι παῖδες οὗτοι· ὅτι οὐκ έστιν αἰσχύνη τοῖς πεποιθόσιν ἐπὶ σοί· καὶ ἡμεῖς τοίνυν ταύτην κτησώμεθα τὴν ἐλ ἠθικόν πίδα· πάσης ὁμοῦ προτιμῶντες τῆς κτίσεως, τὸν τῆς κτίσεως καὶ ποιητήν καὶ κυβερνήτην· καὶ γενέσθωσαν ἡμῖν οἱ μακάριοι οὗτοι παῖδες· ὠφελείας παράδειγμα· εὐσεβείας ἀρχέτυπον· ποδηγοὶ πρὸς τὸν θεὸν θν · καὶ τὰ ὑπὸ τοῦ θεοῦ θυ τοῖς ἀξίοις χορηγούμενα· ὧν γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν· χάριτι καὶ φιλανθρωπία φιλανία τοῦ κυρίου κυ ἡμῶν ἰησοῦ ἰυ χριστοῦ χυ μεθ’ οὗ τῶι πατέρι πρι δόξα σὺν ἁγίωι πνεύματι πνι νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων ἀμήν.