λόγος δεύτερος: ὅρασις τρίτη:– ἐν τῶι ἔτει τῶ δευτέρωι τῆς βασιλείας ναβουχοδονόσορ ἐνυ πνιάσθη ναβουχοδονόσορ ἐνύπνιον· καὶ ἐξέστη τὸ πνεῦμα πνα αὐτοῦ· καὶ ὁ ὕπνος αὐτοῦ ἀπεγένετο ἀπ’ αὐτοῦ· ἐντεῦθεν μανθάνομεν ὡς εὐθὺς καὶ παραχρῆμα τῆς βασιλείας ἀρξάμενος· ἐπεστράτευσε τῆι ἰουδαία ἐν τῶι τρίτω ἔτει τῆς βασιλείας ἰωακείμ· καὶ τὸν μὲν ἐκέλευσε φέρειν δασμόν. τοὺς δὲ λαβὼν αἰχμαλώτους, εἰς τὴν τῶν ἀσσυρίων ἀπήγαγε χώραν· μαρτυρεῖ δὲ καὶ ἱερεμίας ὁ προφήτης τοῖς χρόνοις οὕτω λέγων· ὁ λόγος ὁ γενόμενος πρὸς ἱερεμίαν ἐπὶ πάντα τὸν λαὸν ἰούδα ἐν τῶι ἔτει τῶι τετάρτωι ἰωακεὶμ υἱοῦ ἰωσίου βασιλέως ἰούδα. οὗτος ἐνιαυτὸς πρῶτος τοῦ ναβουχοδονόσορ βασιλέως βαβυλῶνος. εὑρίσκομεν τοίνυν ἐνταῦθα ὡς τοῦ τρίτου ἔτους τῆς βασιλείας τῶι ἰω ακεὶμ, βασιλεύσας ὁ ναβουχοδονόσορ τὴν κατὰ τῶν ἰουδαίων στρατιὰν ἐποιήσατο· ἐν ἀρχῆι δὲ τοῦ τετάρτου ἔτους ὁ προφήτης ἱερεμίας παραίνεσιν τῶι λαῶι προσφέρων, ἔφη πρῶτον εἶναι τοῦτον τὸν ἐνιαυτὸν, τῶι βασιλεῖ ναβουχοδονόσορ καὶ ὁ μακάριος δὲ δανιὴλ τὴν πρώτην αἰχμαλωσίαν εἰρηκὼς γεγενῆσθαι· ἐν ἔτει τρί τω τῆς βασιλείας ἰωακεὶμ βασιλέως ἰούδα, ἐπήγαγε νῦν. ἐν τῶι ἔτει τῶι δευτέρωι τῆς βασιλείας ναβουχοδονόσορ, ἐνυ πνιάσθη ἐνύπνιον· ταῦτα δὲ οὐχ’ ἁπλῶς προστέθεικα ἀλλ ἵνα καὶ τὸν χρόνον ἀκριβῶς καταμάθωμεν· τούτου χάριν γὰρ οἱ ὅσιοι προ φῆ ται μεμνημένοι τῶν βασιλέων· καὶ τὸν ἀριθμὸν τῶν ἐτῶν ἀναγρά φουσιν · ἐν τῶι ἔτει τοίνυν τῶι δευτέρωι τῆς βασιλείας ναβουχοδονό σορ ἐνυπνιάσθη ἐνύπνιον καὶ ἐξέστη τὸ πνεῦμα πνα αὐτοῦ· καὶ ὁ ὕπνος ἀ πέστη ἀπ’ αὐτοῦ καὶ εἶπεν ὁ βασιλεὺς τοῦ καλέσαι τοὺς ἐπαοιδοὺς καὶ τοὺς μά γους καὶ τοὺς φαρμακοὺς καὶ τοὺς χαλδαίους τοῦ ἀναγγεῖλαι τῶ βασιλεῖ τὸ ἐνύπνιον αὐτοῦ· ἡ μὲν οὖν τοῦ θεοῦ θυ οἰκονομία τοῖς ἐχέφροσι δήλη γνώριμον γὰρ αὐτοῦ ποιῆσαι βουληθεὶς τὸν οἰκεῖον προφήτην. ἵνα τὰς ἀγαθὰς ἐντεῦθεν καὶ σωτηρίους σρίους δέξηται παραινέσεις· δεδίττεται μὲν αὐτὸν τῶι ἐνυπνίωι ἀφαιρεῖται δὲ τοῦ ἐνυπνίου τὴν μνήμην. ἀλλ’ ὥσ περ δήλη τοῦ θεοῦ θυ τῶν ὅλων ἡ προμήθεια. οὕτω γνώριμος ἅπασι τοῖς εὐσεβέσιν ἡ τοῦ βασιλέως παράνοια· πῶς γὰρ οὐκ ἄκρας παραπλη ξίας· τὸ παρ’ ἑτέρον ζητεῖν τοῦ ἐνυπνίου τὴν μνήμην· ἀλλ ὅμως κληθέντες φησὶ ἦλθον καὶ ἔστησαν ἐνώπιον τοῦ βασιλέως. καὶ εἶπεν αὐτοῖς ὁ βασιλεὺς ἐνυπνιάσθη ἐνύπνιον καὶ ἐξέστη τὸ πνεῦμά πνα μου. τοῦ γνῶναι τὸ ἐνύπνιον· καὶ ἐλάλησαν οἱ χαλδαῖοι συριστὶ τῶ βασιλεῖ· καὶ εἶπον βασιλεῦ εἰς τὸν αἰῶνα ζῆθι· σὺ εἰπὲ τὸ ἐ νύπνιον τοῖς παισί σου καὶ τὴν σύγκρισιν αὐτοῦ ἀπαγγελοῦμεν· καὶ τὴν μὲν αἴτησιν τῶι ὄντι ἀκόλουθον ἐποιήσαντο· ἀλαζονικὴν δὲ τὴν ὑπόσχεσιν· οὔτε γὰρ ἀνθρωπίνης ἦν διανοίας θείας ἑρμηνεύειν ἀποκαλύψεις δίχα τῆς ἄνωθεν συνεργίας· συριστὶ δὲ τὴν διάλεξιν οἱ χαλδαῖοι πεποί ηνται τοὺς ἐκ διαφόρων συνειλεγμένους ἐθνῶν· καὶ ἰδίαν μὲν ἑκάστων γλῶτταν ἐ χόντων· κοινῆι δὲ πάντων τῆι σύρων χρωμένων διαλέκτωι διδάξαι βουλόμενοι τὸ τῆς ἀποκρίσεως ἀκόλουθον· ἀλλὰ οὐδὲ οὕτως ἔπεισαν τὸν ἀλαζόνα βασιλέα· μὴ ἀπαιτεῖν παρὰ ἀνθρώπων ἀνων τὰ πέρα τῆς φύσεως ἀπεκρίθη γὰρ εὐθὺς ὁ βασιλεὺς καὶ εἶπεν τοῖς χαλδαίοις. ὁ λόγος ἀπέστη ἀπ’ ἐμοῦ ἐὰν οὖν μὴ γνωρίσητέ μοι τὸ ἐνύπνιον καὶ τὴν σύγκρισιν αὐτοῦ, εἰς ἀπώλειαν ἔσεσθε. καὶ οἱ οἶκοι ὑμῶν διαρπα γήσονται· ἐὰν δὲ τὸ ἐνύπνιον καὶ τὴν σύγκρισιν αὐτοῦ γνωρίσητέ μοι· δόματα καὶ δωρεὰς καὶ πολλὴν τιμὴν λήψεσθε παρ’ ἐμοῦ· πλὴν τὸ ἐνύπνι ον καὶ τὴν σύγκρισιν αὐτοῦ ἀπαγγείλατέ μοι: ταῦτα δὲ οὐ μόνον αὐτοῦ τὸ θρασὺ καὶ θηριῶδες· ἀλλὰ καὶ τὸ λίαν ἀνόητον ὑποδείκνυσιν· ἀνοίας γὰρ ἐσχάτης τὸ νομίσαι ἢ τῆι ἀπειλῆι τῶν κακῶν ἢ τῆι ὑποσχέσει τῶν ἀγαθῶν πλείονα τοῖς χαλδαίοις, ἐγγενήσεσθε γνῶσιν αὐτίκα τοίνυν ἐκεῖ νοι πρὸς αὐτὸν ἔφασαν· εἰπὲ τὸ ἐνύπνιόν σου τοῖς παισί σου· καὶ τὴν σύγκρισιν αὐτοῦ ἀπαγγελοῦμεν· τὴν μὲν γὰρ δουλείαν φησὶν ὁμολογοῦμεν· ἀλλὰ καὶ τὴν φύσιν γινώσκομεν. καὶ ἑρμηνεῦσαι μὲν εἰ μάθοιμεν τὸ ἐνύπνι ον δυνησόμεθα· εὑρεῖν δὲ αὐτὸ σοὶ μὲν γνωρισθὲν· εἶτα λήθηι παραδοθὲν, οὐ δυνησόμεθα· ἀλλ’ οὐδὲν ὁ μάταιος ἧττον ἐπέκειτο· τοῦ ἐνυπνίου ζητῶν τὴν ἀνάμνησιν· ἀπεκρίθη γάρ φησιν ὁ βασιλεὺς καὶ εἶπεν· ἐπ’ ἀ ληθείας οἶδα ὅτι καιρὸν ὑμεῖς ἐξαγοράζετ ο ε · καθ’ ὅτι οἴδατε ὅτι ἀπέστη ἀπ’ ἐμοῦ τὸ ῥῆμα. ἐὰν οὖν τὸ ἐνύπνιον μὴ ἀπαγγείλητέ μοι· ἕν ἔστι τὸ δόγμα ὑμῶν καὶ οἶδα τὸ ῥῆμα ψευδὲς καὶ διεφθαρμενον συνέσεσθε εἰπεῖν ἐνώπιόν μου. ἕως οὗ ὁ καιρὸς παρέλθη τὸ ἐνύπνιόν μου εἴπατέ μοι καὶ γνώσομαι ὅτι καὶ τὴν σύγκρισιν αὐτοῦ ἀναγγελεῖτέ μοι: τούτων δὲ τῶν λόγων ἡ μὲν ἀπαίτησις αὐ το θά δης καὶ μανική. ἡ δὲ κατηγορία λίαν ἀληθής· βούλεσθε γάρ φησι μαθεῖν τὸ ἐνύπνιον· ἵνα κοινῆ τινὰ πλασά μενοι ἑρμηνείαν ψευδῆ, φενακίσητέ με συνήθως συνεργὸν λαβόντες τοῦ χρόνου τὸ μῆκος· καὶ τῆς ἐκβάσεως τὸν καιρὸν ἀναμένοντες· τούτων ἀκούσαντες οἱ χαλδαῖοι. ὡς γὰρ ἔοικεν· οὗτοι πλείονα τῶν ἄλλων εἶχον παρ’ αὐτῶι παρρησίαν. ἀποφαντικῶς λοιπὸν διαλέγονται. καὶ παντελῶς ἀπαγορεύουσι τοῦ ἐνυπνίου τὴν ἀνάμνησιν· οὐκ ἔστι γὰρ ἔλεγον ἄνθρωπος ἄνος ἐ πὶ τῆς ξηρᾶς ὅστις δυνήσεται γνωρίσαι τὸ ῥῆμα τῶ βασιλ’· καθότι πᾶς βασιλεὺς μέγας καὶ ἄρχων ῥῆμα τοιοῦτον οὐκ ἐπερωτᾶ πάντα μά γον χαλδαῖον ὅτι ὁ λόγος ὃν ὁ βασιλ’ ἐπερωτᾶ βαρύς· καὶ ἕτερος οὐκ ἔσ τιν ὃς ἀναγγελεῖ αὐτὸν ἐνώπιον τοῦ βασιλέως· ἀλλ ἢ θεοὶ ὧν οὐκ ἔστιν ἡ κατοικία μετὰ πάσης σαρκός· ὅθεν οὐκ ἐνδέχεται καθάπερ οἴει· ἀνθρώπινα φησὶ παρ’ ἡμῶν ἐπιζήτησον. μὴ τὰ πέρα τῆς φύσεως. πάντων γὰρ μάλιστα βασιλεῦσιν ἁρμόξει δικαίως τὴν βασιλείαν ἰθύ νειν· καὶ τὰ δυνατὰ παρὰ τῶν ὑπηκόων ζητεῖν· ἃ δὲ νῦν ἀπαιτεῖς, οὐ δικαίως ἀπαιτεῖς· οὐ γάρ ἐστιν ἀνθρώπων ἀνων τῶν σάρκα περικειμένων ἡ τοιαύτη γνῶ σις. ἀλλὰ τῆς ἀσωμάτου φύσεως· τῆς ἀκριβῶς ἅπαντα γινωσκούσης· ταῦ τα μὲν οὖν παρὰ τῶν χαλδαίων ἐρρέθη· προωκονομεῖτο δὲ ἡ τοῦ δανιὴλ ἀνάρ ρησις τούτων γὰρ εἰρηκότων· οὐκ ἔστιν ἀνθρώπων ἀνων ἀλλ’ ἢ θεῶν τὰ τοιαῦτα γινώσκειν ὁ θεσπέσιος dανιὴλ ἀναμιμνήσκει μὲν τοῦ ἐνυπνίου τὸν βασι λέα. ἀκριβῶς δὲ καὶ σαφῶς ἑρμηνεύει· διδάσκει δὲ τὸν βασιλέα ὅτι ἡ τοιαύ τη γνῶσις οὐκ ἀνθρώπων ἐστὶ τῶν ἐπὶ γῆς ἑρπόντων· οὔτε μὴν θεῶν τῶν οὐκ ὄντων· ἀλλὰ τοῦ τὰ πάντα πεποιηκότος θεοῦ θυ . ἀλλὰ τούτων μὲν ἕκαστον· ἐν τῶι οἰκείωι χωρίωι τὴν ἁρμόττουσαν ἑρμηνείαν δέ ξεται· ἐπὶ δὲ τά συνεχῆ τῆς ἑρμηνείας τὸν λόγον μετενέγκωμεν· τό τε φησὶν ὁ βασιλεὺς ἐν θυμῶι πολλῶι καὶ ὀργῆι εἶπεν ἀπολέσαι πάν τας τοὺς σοφοὺς βαβυλῶνος. καὶ τὸ δόγμα ἐξῆλθε καὶ οἱ σοφοὶ ἀπε κτέννοντο· καὶ ἐζήτησαν τὸν δανιὴλ καὶ τοὺς φίλους αὐτοῦ ἀνελεῖν· τυραννικὸν ἀλλ’ οὐ βασιλικὸν τὸ ἐγχείρημα. ἄδικον προφανῶς καὶ δικαι οσύνης ἔρημον· ἀλαζονεία γὰρ καὶ τῦφος ἐξουσίαν βασιλικὴν προσλαβόν τα· ὄλεθρον μηχανᾶται τοῖς ὑπηκόοις ἀλλ ὁ θειότατος δανιὴλ τὴν ἄδικον ταύτην σφαγὴν θεασάμενος· πυνθάνεται τοῦ ἀριὼχ ὃς τὸν ὠμότατον τόῦτον ἐνεχειρίσθη φόνον· λέγων· ἄρχον τοῦ βασιλέ ως περὶ τίνος ἐξῆλθεν ἡ γνώμη αὕτη ἡ ἀναιδὴς ἐκ προσώπου τοῦ βασιλέως· ἠγνόει γὰρ ὡς ἔοικεν ἅτε δὴ μὴ κληθεὶς εἰς τὸν σύλλογον βαβυλῶνος τῶν σοφῶν οὐδέπω γὰρ τὰ τρία παρεληλύ θεισαν ἔτη· ἐν οἷς αὐτοὺς τῆι βασιλικῆι τραφέντας τροφῆι μετὰ τὸν ρητὸν τοῦτον χρόνον· εἰσαχθῆναι πρὸς αὐτὸν προσέταξε τῶν βα βυλωνίων ὁ βασιλεὺς. εἰ δὲ πρὸ τούτων διηγήσατο τῶν λόγων ὅτι καὶ εἰσῆλ θον καὶ τῶν ἄλλων προεκρίθησαν ἀμείνους ὀφθέντες, θαυμαζέτω μηδείς ἐκεῖνο γὰρ τὸ διήγημα συμπεράναι βουληθεὶς ἅπαντα σαφῶς ἐδίδαξε τὰ τηνικαῦτα συμβάντα. εἶτα μεταβαίνει λοιπὸν ἐφ’ ἕτερον διήγημα. τῶν ἐν τῶι μεταξὺ χρόνωι γεγενημένων. ὅτι γὰρ οὐδέπω τῶν παρρησί αν ἐχόντων ἦν πρὸς τὸν βασιλέα. ἡνίκα τοὺς σοφοὺς συνήγαγε βαβυλῶ νος· ἡ τῆς ἀδίκου σφαγῆς ἄγνοια μαρτυρεῖ· ταύτης γὰρ ἀγνοῶν τὴν αἰ τίαν· τὸν ἀριὼχ ἠρώτα. καὶ ἐπειδὴ ἔμαθε θαρρεῖ μὲν τὴν πρὸς τὸν βασιλέα διάλεξιν· ἀξιοῖ δὲ αὐτὸν ὀλίγον χρόνον ἐνδοῦναι αὐτῶι. εἰς τὴν τοῦ ἐνυπνίου ζήτησιν. καὶ τῆς ἑρμηνείας τὴν εὕρεσιν· εἶτα διδάσκει ἡμᾶς τὸν τῆς εὑρέσεως τρόπον· οὐκ αὐτὸς φιλοτιμούμενος ἀλλ’ ἡμᾶς ἐπὶ τὴν ἴσην καὶ ὁμοίαν σπουδὴν ἐκκαλούμενος. εἰσῆλθε γάρ φησι δανιὴλ εἰς τὸν οἶκον αὐτοῦ καὶ τῶι ἀνανία καὶ τῶι ἀζαρία καὶ τῶι μισαὴλ τοῖς φίλοις αὐ τοῦ ἐγνώρισε τὸ ῥῆμα καὶ οἰκτιρμοὺς ἐζήτουν παρὰ τοῦ θεοῦ θυ τοῦ οὐρανοῦ· ὑπὲρ τοῦ μυστηρίου τούτου ὅπως μὴ ἀπόλωνται δανιὴλ καὶ οἱ φίλοι αὐτοῦ μετὰ τῶν ἐπιλοίπων σοφῶν βαβυλῶνος: ἀληθῶς πολὺ τῆς ἀληθείας καὶ τοῦ ψεύδους τὸ μέσον· οἱ μὲν γὰρ τοῦ ψεύδους ἐργάται τῆς θείας εἰσὶν ἔρημοι συμμαχίας· καὶ λογισμοῖς μόνοις ἀνθρωπίνοις εὐσεβείας γεγυμνωμένοις χρώμενοι· πάντα καὶ λέγουσι καὶ πράττουσιν, εἰς ἀπάτην ἀν θρώπων· οἱ δὲ τρόφιμοι τῆς ἀληθείας λέγειν ἢ πράττειν· οὐδὲν οἴκοθεν ἀνέ χονται· τὰ δὲ σφῶν αὐτῶν πείσματα τῆς τὰ πάντα ἐφορώσης προμηθείας ἐξάπτοντες· ἐστάσιν ἀκίνητοι μὴ κλονούμενοι. ἀλλὰ τῆς ζάλης τῶν ἀνθρω πίνων λογισμῶν ἀπηλλαγμένοι· καὶ τούτου μάρτυς ὁ θεσπέσιος δανιὴλ· ὀλί γον μὲν χρόνον αἰτήσας εἰς τὴν τοῦ ἐνυπνίου εὕρεσιν· οὐκ εἰς λογισμοὺς δὲ ἁπλῶς τὸν καιρὸν δαπανήσας· ἀλλ’ ἱκετείαν καὶ προσευχὴν ἀσπασάμενος. καὶ οὐδὲ ἑαυτῶι μό νωι θαρρήσας ἀλλὰ καὶ τοὺς ὁμοτρόπους εἰς κοινωνίαν τῆς ἱκετείας λαβών καὶ οὐκ ἐψεύσθη τῆς ἐλπίδος· τότε γάρ φησι τῶι δανιὴλ ἐν ὁράματι τῆς νυκτὸς τὸ μυστήριον ἀπεκαλύφθη. καὶ εὐλόγησε τὸν θεὸν θν τοῦ οὐρανοῦ δανιὴλ καὶ εἶπεν· εἴη τὸ ὄνομα κυρίου κυ τοῦ θεοῦ θυ εὐλογημένον ἀπὸ τοῦ αἰῶνος καὶ ἕως τοῦ αἰῶνος ὅτι ἡ σοφία καὶ ἡ σύνεσις αὐτοῦ ἐστι. καὶ αὐτὸς ἀλλοιοῖ καιροὺς καὶ χρόνους· καθιστᾶ βασιλεῖς καὶ μεθιστᾶ. διδοὺς σοφίαν τοῖς σοφοῖς. καὶ φρόνησιν τοῖς εἰδόσι σύνεσιν. ἀὐ τὸς ἀποκαλύπτει βαθέα καὶ ἀπόκρυφα· γινώσκων τὰ ἐν τῶι σκότει καὶ τὸ φῶς μετ’ αὐτοῦ ἐστίν: διὰ πάντων τὴν οἰκείαν εὐγνωμοσύνην δείκνυσι καὶ πλέκει τὸν ὕμνον οὐχ ἁπλῶς· ἀλλὰ τῆς πλοκῆς ὕλην ποιούμενος τοῦ ἐνυ πνίου τὴν εὕρεσιν· προσήκει γὰρ τὸν ἀιδιον καὶ αἰώνιον διηνεκῶς ἀνυμνεῖν θεόν θν · σοφίας ὄντα καὶ συνέσεως πηγήν. ὀρθῶς ἅπαντα καὶ ἀγαθῶς πρυτανεύον τα· καὶ ταῖς τῶν πραγμάτων μεταβολαῖς, ἐλέγχοντα μὲν τὸ τῆς ἀνθρω πίνης εὐημερίας ἀβέβαιον· δεικνύντα δὲ πᾶσιν ἐναργῶς τὴν οἰκείαν ἰσχύν· χειροτονῶν γὰρ βασιλέας. πάλιν αὐτοὺς ἀποχειροτονεῖ ῥαδίως· καὶ δι δοὺς ἐξουσίαν ἀφαιρεῖ ταύτην ὁτ’ ἂν ἐθέλη. καὶ σοφίας δὲ καὶ φρονήσεως αὐτός ἐστι χορηγός. δίδωσι δὲ ταύτην οὐχ ἁπλῶς. ἀλλὰ τοῖς συνιέναι καὶ γνῶναι αὐτὸν βουλο μένοις· ἀποκαλύπτει δὲ οἷς θέλει τὰ μηδαμῶς φαινόμενα. ἀλλ οἷόν τινι βυθῶι κρυπτόμενα τῶι μηδέπω γενέσθαι· καὶ φῶς ὑπάρχων νοερὸν φῶς τε οἰκῶν ἀπρόσιτον, ἀκριβῶς ἅπαντα γινώσκει τὰ ἐν τῶι σκότει κρυπτό μενα· διό σοι ὁ θεὸς θς τῶν πατέρων πρων μου. ἐξομολογοῦμαι καὶ αἰνῶ ὅτι σοφίαν καὶ δύναμιν ἔδωκας μοι καὶ νῦν ἐγνώρισάς μοι ἃ ἠξιώσαμεν παρὰ σοῦ ὅτι τὸ ὅραμα τοῦ βασιλέως ἐγνώρισάς μοι τοῦ γνωρίσαι τοῦτο τῶι βασιλεῖ. τοι αῦται τῶν εὐσεβῶν αἱ ψυχαί. ἐν ταῖς χρείαις τὸν θεὸν θν ἐπιστάμεναι χορηγὸν καὶ τοῖς αὐτοῦ λιμέσι προστρέχουσαι. καὶ μετὰ τὴν τῶν ἀγαθῶν χορηγί αν. οὐκ ἀνεχόμεναι λήθη παραδιδόναι τῶν δωρεῶν τὴν μνήμην. ἀλλ’ ὕμνοις ἀμειβόμεναι τὸν εὐεργέτην θεόν θν · ἄξιον δὲ ἐπισημήνασθαι τοῦ θείου τούτου ἀν δρὸς τὸ μέτριον φρόνημα. καὶ γὰρ τὴν αἴτησιν ποιούμενος κοινωνοὺς ἔ λαβε τοὺς ὁμοτρόπους τῆς προσευχῆς. καὶ τὸν ὕμνον ὑφαίνων ὑπὲρ ὧν ἔλαβε πάλιν αὐτῶν ἐμνημόνευσεν· οὐ γὰρ εἶπεν ἐγνώρισάς μοι ἃ ἠξίω σά σε. ἀλλ’ ἃ ἠξιώσαμεν παρὰ σοῦ· οὕτω τὸν θεῖον συμπεράνας ὕμνον. εὐθὺς φησὶν. ἦλθεν δανιὴλ πρὸς ἀριὼχ· ὃν κατέστησεν ὁ βασιλεὺς ἀπολέσαι τοὺς σοφοὺς βαβυλῶνος καὶ εἶπεν αὐτῶι τοὺς σοφοὺς βαβυλῶνος μὴ ἀ πολέσης· εἰσήγαγε δέ με ἐνώπιον τοῦ βασιλέως. καὶ τὴν σύγκρισιν τοῦ ὁράματος ἀναγγελῶ τῶι βασιλεῖ: πρέπων καὶ οὗτος τῶι προφή τηι ὁ ἔλεος· οὐ γὰρ ἠνέσχετο μόνος μετὰ τῶν φίλων· ἀπαλλαγῆναι τῆς ἀδί κου σφαγῆς· ἀλλὰ καὶ τοῖς χαλδαίοις πραγματεύεται σωτηρίαν. ἐλπίζων διὰ τοῦδε τοῦ θαύματος καὶ τῆς ἀσεβείας αὐτοὺς ἀπαλλάξειν. καὶ τῶι τῶν ὅλων προσάξειν θεῶι θωι . ὁ δὲ ἀριὼχ τούτων ἀκούσας τῶν λόγων· σπουδῆι τὸν δανιὴλ εἰσήγαγεν ἐνώπιον τοῦ βασιλέως. καὶ εἶπεν αὐτῶι εὕρηκα ἄνδρα ἐκ τῶν υἱῶν τῆς αἰχμαλωσίας τῆς ἰουδαίας· ὅστις τὸ σύγκριμα τῶι βασιλεῖ ἀναγγελεῖ: πάλιν ἐντεῦθεν σαφὲς ἡμῖν ὅτι οὐδέπω τῆς τοῦ δανιὴλ ἀρετῆς πεῖραν ὁ βασιλεὺς εἰλήφει. οὐ γὰρ ἂν εἴπερ ἐγινώσκετο. ἀορίστως εἶπεν ἀριὼχ εὑρήκαμεν ἄνδρα ἐκ τῶν υἱῶν τῆς αἰχ μαλωσίας τῆς ἰουδαίας ὅστις τὸ σύγκριμα τῶι βασιλεῖ ἀναγγελεῖ· ὁ δὲ βασιλεὺς περιχαρὴς γενόμενος, εἶπεν τῶι δανιὴλ οὗ τὸ ὄνομα βαλτάσαρ· εἰ δύνασαι ἀναγγεῖλαι τὸ ἐνύπνιον ὃ εἶδον· καὶ τὴν σύγκρισιν αὐτοῦ ἀναγγελεῖς· ἐπισημήνασθαι δεῖ καὶ τοῦτο ὅτι βαλτάσαρ αὐτὸν οὐκ ἀεὶ προσαγορεύει. ἀλλ’ ὅτε τῶι βασιλεῖ διαλέγεται, ταύτην αὐτῶι τὴν προσηγορίαν ἐπιτίθησιν. ἐρωτηθεὶς δὲ ὅμως εἰ δύναται. καὶ τὸ ἐνύπνιον καὶ τὴν ἑρμηνείαν ἀναγγεῖλαι τῶι βασιλεῖ· ἀπεκρίνατο λέγων· τὸ μυστήρι ον ὃ ὁ βασιλεὺς ἐπερωτᾶ, οὐκ ἔστι σοφῶν μάγων ἐπαοιδῶν γαζα ρηνῶν δύναμις ἀναγγεῖλαι τῶ βασιλεῖ. ἀλλ’ ἔστι θεὸς θς ἐν οὐρανῶι ἀποκαλύπτων μυστήρια: θαυμαστῶς τῆς διδασκαλίας ἤρξατο· ἐκβάλλων γὰρ τὸν τῶν ἀφρόνων ἐκείνων χαλδαίων χορὸν καὶ γυμνώσας αὐτῶν τὴν ἀ σθένειαν· τὸν θεὸν θν ἔφη τῆς τῶν μυστηρίων ἀποκαλύψεως διδάσκαλον. προστέθεικε δὲ καὶ τὸ ἐν οὐρανῶι. τοὺς κάτω γινομένους καὶ προσκυνουμένους, ἐκβάλλων θεούς. καὶ τῶι μὲν ἑνικῶι ὀνόματι, τὸ πλῆθος ἐκβάλλει τῶν οὐκ ὄν τῶν θεῶν· τῆι δὲ ἐν οὐρανῶι διαγωγῆι, τοὺς κάτω φαινομένους δεί κνυσιν οὐ θεούς· ἀλλὰ ἀπάτης ἀφορμὴν ἔχουσαν τῶν ἀνθρώπων ἀνων τὴν τέ χνην. οὗτος φησὶν ὁ θεὸς θς ἐγνώρισεν ὁ θεὸς θς τῶ βασιλεῖ ναβουχοδονόσορ. ἃ δεῖ γενέσθαι ἐπ εσχάτων τῶν ἡμερῶν: οὕτω προοιμιασάμενος, πάλιν ἐπισπᾶται τῆι εὐλογίαι εἰς εὔνοιαν τοῦ βασιλέως τὴν ἀκοήν: βασι λεῦ γάρ φησιν εἰς τοὺς αἰῶνας ζῆθι· ἐπειδὴ γὰρ μέλλει καὶ τὸ ἐνύπνιον λέγειν· καὶ τὴν ἑρμηνείαν ἐπάγειν. καὶ προλέγειν αὐτῶι τὴν τῆς βασιλείας κατάλυσιν προοιμιαζόμενος φησὶν ὅτι ἐμοὶ εὐχὴ καθέστηκε ζῆν σε διηνεκῶς μὴ τοί νυν ἐμοὶ ἐπιγράψης τὸ ὑπὸ τοῦ ἐνυπνίου δηλούμενον. εἶτα φησίν τὸ ἐνύπνιόν σου καὶ αἱ ὁράσεις τῆς κεφαλῆς σου· ἐπὶ τῆς κοίτης σου: τουτεστιν βα σιλεῦ ἃ νύκτωρ ἐθεάσω ταῦτά ἐστιν· οἱ διαλογισμοί σου ἐπὶ τῆς κοίτης σου ἀνέβησαν. τί δεῖ γενέσθαι μετὰ ταῦτα. ἐλογίζου φησὶ κατακείμενος ἐπὶ τῆς κλίνης εἴτε εἰς ἀεὶ ζήσηι εἴτε τῶι γέ νόμωι τῶν ἀνθρώπων ἀνων , ὑπὸ τὸν θάνα τον γενήσηι· ἐπεθύμεις δὲ μαθεῖν καὶ τὰ μηδέπω γεγενημένα· καὶ ὁ ἀπο καλύπτων μυστήρια ἐγνώρισέ σοι ἃ δεῖ γενέσθαι. πανταχοῦ δὲ τὸν ἕνα καὶ μόνον κηρύττει θεόν θν · τῆς πολυθεΐας ἐκβάλλων τὴν πλάνην. εἶτα καὶ τοῦ οἰκεί ου φρονήματος τὴν μετριότητα δείκνυσιν· ἐμοὶ γάρ φησιν οὐκ ἐν σοφί α τῆι οὔση ἐν ἐμοὶ παρὰ πάντας τοὺς ζῶντας τὸ μυστήριον ἀπεκαλύ φθη. ἀλλ’ ἕνεκεν τοῦ τὴν σύγκρισιν τῶ βασιλεῖ γνωρίσαι· καὶ ἵνα γνῶς τοὺς διαλογισμοὺς τῆς καρδίας σου. ταύτης γάρ φησι τῆς ἀποκαλύ ψεως ἔτυχον οὐκ ἐπειδὴ πάντων εἰμὶ τῶν ἀνθρώπων ἀνων σοφώτερος· ἀλλ ἵνα σὺ μάθης, ἃ μαθεῖν ἐπεθύμησας· ἐμοὶ δὲ διακόνωι ταύτης ἐχρήσατο τῆς γνώσεως ὁ θεὸς θς τῶν ὅλων. ὡς οἰκείωι θεράποντι· ἄρχεται τοίνυν τῆς ἐξηγήσεως καὶ λέγει πρῶτον αὐτῶι τὸ ἐνύπνιον : σὺ βασιλεῦ ἐ θεώρεις καὶ ἰδοὺ εἰκὼν μία πολλή. ἡ εἰκὼν ἐκείνη μεγάλη καὶ ἡ πρόσο ψις αὐτῆς ὑπερφερής· ἑστῶσα πρὸ προσώπου σου· καὶ ἡ ὅρασις αὐτῆς φο βερά. εἰκὼν, ἧς ἡ κεφαλὴ χρυσίου καθαροῦ· αἱ χεῖρες αὐτῆς καὶ τὸ στῆθος καὶ οἱ βραχίονες ἀργυροῖ· ἡ κοιλία καὶ οἱ μηροὶ χαλκοῖ· καὶ αἱ κνῆμαι σιδηραῖ. οἱ πόδες, μέρος μέν τι σιδήρου. μέρος δέ τι ὀστράκου: τέτταρας μὲν ὕλας διὰ τῶν προειρημένων ἐσήμανε· τὸν χρυσόν· τὸν ἄργυρον· τὸν χαλκόν. τὸν σίδηρον· τὸ γὰρ ὄστρακον οὐ καθ’ αὐτὸ εἶπεν. ἀλλὰ τῶι σιδήρωι συμμε μιγμένον. δηλοῖ δὲ διὰ τούτων τὰς μεγίστας τὲ καὶ καθολικωτάτας βασι λείας· αἳ τοῦ πλείστου τῆς οἰκουμένης ἐκράτησαν ἀλλήλας διαδεξά μεναι· ὅτι μὲν γὰρ καὶ ἄλλαι βασιλεῖαι συνέστησαν. καὶ ἐπὶ τοῦ παρόντος δὲ συνεστάσι, δῆλόν ἐστιν· οὐ μὴν πάντων ἢ τῶν πλειόνων ἐστὶν αὐτὰς κρατούσας ἰδεῖν· ἀλλ ἢ ἑνὸς ἢ δύο μόνων ἐθνῶν· λέγει τοίνυν πρώ την ἁπάντων γεγενῆσθαι τὴν ἀσσυρίων ἡγεμονίαν· ἡ αὐτὴ δέ ἐστί τῆι βαβυλωνίων. ἀσσύριοι γὰρ καὶ οὗτοι κἀκεῖνοι. ἀλλὰ ποτὲ μὲν ἐν τῆι νίνωι τῆι παρ’ ἑβραίοις νινευῆι καλουμένηι. τὰ βασίλεια ἐσχήκα σι. ποτὲ δὲ ἐν τῆι βαβυλῶνι· ὅτι δὲ μία ἐστὶν ἡ βασιλεία τούτων κακείνων. καὶ αὐτὸς ὁ προφήτης μαρτυρεῖ· ἑρμηνεύων γὰρ τὸ ἐνύπνιον φησίν· ἡ κεφα λὴ ἡ χρυσῆ σὺ εἶ βασιλεῦ· καὶ ὁ μακάριος ἱερεμίας ὁ προφήτης φησί· ποτή ριον χρυσοῦν βαβυλών ἐν χειρὶ κυρίου κυ μεθύσκον πᾶσαν τὴν γῆν· ἀπὸ οἴνου αὐτῆς + ἐπίεσαν ἔθνη ἐσαλεύθησαν δια τοῦτο· καὶ ἄφνω ἔπεσε βαβυλὼν καὶ συνετρίβη. εἰ δὲ ἑτέρα ἦν παρὰ ταύτην ἡ τῶν ἀσσυρίων βασιλεία ταύτης πρεσβυτέρα, ποί αν ἄν τις αὐτὴν ὕλην καλέσειε· μαρτυρεῖ δὲ καὶ ὁ θαυμάσιος μωυσῆς ταῦθ’ οὕ τως ἔχειν· ἐν γὰρ τῆι κοσμογενείαι περὶ τοῦ νεβρὼδ εἰρηκὼς ὅτι γίγας κυνηγὸς ἔναντι κυρίου κυ · ἐπήγαγε· καὶ ἐγένετο ἀρχῆ τῆς βασιλείας αὐτοῦ βαβυλὼν ὀρὲχ καὶ χαλδάννη· καὶ οἱ ἔξω δὲ συγγραφεῖς, τοὺς βαβυλωνίους ἀσσυρίους προσαγορεύουσι καὶ μέχρι δὲ τοῦ παρόντος ὡς φασὶν αὐτὴν ἀσσυρίαν ὀνομάζουσι πέρσαι· οὐκ οὖν ἡ μὲν πρώτη ὕλη· ἥτις ἐστὶν ὁ χρυσὸς, τὴν ἀσσυ ρίων καὶ βαβυλωνίων σημαίνει βασιλείαν. κεφαλὴν δὲ αὐτὴν πρώτην ὡς γεγε νημένην, ὀνομάζει. ἡ δευτέρα δὲ ἥτις ἐστὶν ὁ ἄργυρος ἡ περσῶν ἐστὶ καὶ μήδων. κύρος γὰρ ἑκατέρωθεν ὁρμώμενος μητρόθεν μὲν ἐκ μήδων πατρόθεν δὲ ἐκ περσῶν· κατέλυσε μὲν ἀσσυρίων ἤτοι βαβυλωνίων τὴν βασιλείαν· μετατέθεικε δὲ τὴν βασιλείαν εἰς πέρσας· στῆθος δὲ αὐτὸν προσηγόρευσε καὶ βραχί ονας· ἵνα δείξη τὴν πρὸς δύο ἔθνη συγγένειαν. διὰ μὲν γὰρ τῆς δεξιᾶς τὸ πατρῶιον αὐτοῦ σημαίνει γένος τὸ μητρῶιον δὲ διὰ τῆς εὐωνύμου ὧν τὴν συνάφειαν, τὸ στῆθος πεπίστευται· τὴν καρδίαν ἔχον τῶν λογισμῶν τὸ ταμιεῖον· λογισμῶι δὲ καὶ τὰ γαμικὰ τελεῖται συμβόλαια· τὸν δὲ χαλκὸν προσηγόρευσε τὴν μακεδονικὴν βασιλείαν, μετὰ τὴν περσικὴν ἀναφα νεῖσαν καὶ αὐτὴν ἁπάντων ὁμοίως κρατήσασαν. τὴν κοιλίαν δὲ αὐτῆι καὶ τοὺς μηροὺς ἀπένειμε· τήν τε μοναρχίαν τοῦ ἀλεξάνδρου διὰ τῆς κοιλίας μηνύων· καὶ διὰ τῶν μηρῶν τὴν μετὰ τὴν ἐκείνου τελευτὴν γεγενημένην τῆς βασιλείας διαίρεσιν· σίδηρον δὲ τὴν ῥωμαικὴν προση γόρευσε βασιλείαν αὕτη δὲ τὴν μακεδονικὴν διεδέξατο· ἀπένειμε δὲ αὐτῆ τὰς κνήμας· ἅτε δὴ περὶ τὸ τέλος τοῦ παντὸς οὔσας σώματος καὶ φέρειν ἅπαντα δυναμένας τὰ σώματα· τὰς δὲ τῶν ποδῶν βάσεις σι δηρᾶς μὲν καὶ ταύτας ὀστράκωι δὲ ἀναμεμιγμένας διὰ δὲ τούτου οὐ χ ετέραν αἰνίττεται βασιλείαν ἀλλὰ τὴν αὐτὴν ἀσθενεστέραν ἑαυ τῆς ἐσομένην· καὶ τῆι τοῦ ὀστράκου ἀσθενείαι συμμεμιγμένην· τὴν δὲ τῶν ὑλῶν διαφορὰν τέθεικεν· οὐ τῆς τιμῆς ἀλλὰ τῆς ἰσχύος δεικνὺς τὸ διάφορον· τοῦ μὲν γὰρ χρυσοῦ ὁ ἄργυρος στεγανώτερος τοῦ δὲ ἀργύρου στεγανώτερος ὁ χαλκός· ὁ δὲ σίδηρος καὶ αὐτοῦ τοῦ χαλκοῦ· πολλῶ τῶι μέτρωι στερεμνιώτερος· ἡ διαφορὰ τοίνυν οὐκ’ ἐν τῆι τιμῆι ἀλλ’ ἐν τῆι ἰσχύι καὶ δυνάμει. ἀναγκαῖον δὲ ζητῆσαι. τί δήποτε ἐν εἰκόνι τῶν ὑλῶν τούτων ἐθεάσατο τὴν συνθήκην. οὐδὲν γὰρ ἁπλῶς οὐδὲ μάτην ὑπὸ τοῦ θεοῦ θυ τῶν ὅλων ἀ πο καλύπτεται· ἡ εἰκὼν σχήματα ἀλλ’ οὐ πράγματα ἔχει. τοι οῦτος δὲ ὁ παρὼν βίος οὐδὲν ἔχων διαρκὲς οὐδὲ μόνιμον· διὸ καὶ ὁ μακάριος παῦλος ἐβόα ὅτι παράγει τὸ σχῆμα τοῦ κόσμου τούτου· καὶ ἀλλαχοῦ δὲ πα ραινῶν λέγει μὴ συσχηματίζεσθε τῶι αἰῶνι τούτωι· καὶ ὁ μακάριος δὲ δαβὶδ δαδ τῆς ἀνθρωπίνης εὐημερίας διελέγχων τὸ μάταιον φησί· πλὴν τὰ σύμπαντα ματαιότης πᾶς ἄνθρωπος ζῶν· μέντοι γε ἐν εἰκόνι διαπορεύεται ἄνθρωπος ἄνος πλὴν μάτην ταράσσεται· θησαυρίζει καὶ οὐ γινώσκει τίνι συνάξει αὐτά· ἐπειδὴ τοίνυν καὶ ὁ παρὼν βίος ὀξυρρόπους ἔχει τὰς μεταβολὰς θνητὰ γὰρ πάντα τὰ ὁρώμενα καὶ πρόσκαι ρα· καὶ ἐπίκηρα· καὶ ἡ εἰκὼν δὲ τῶν μὲν πραγμάτων τὴν ἐνέργειαν οὐκ έ χ ει· μόνα δὲ τὰ σχήματα δείκνυσι βασιλέων καὶ ἀρχόντων καὶ ὑπηκόων. πρὸ ς δὲ τούτοις καὶ αὐτὸ τὸ σχῆμα, εὐδιάλυτον ἔχει· εἰκότως ὁ τῶν ὅλων θεὸς θς τὸν ἀλαζόνα ἐκεῖνον παιδεῦσαι βουληθεὶς βασιλέα. τῆς ἀνθρω πίνης ὀφρύος τὸ μάταιον· καὶ διδάξαι ὅτι ῥάστην ἔχει τὰ ἀνθρώπει α τὴν μεταβολήν· εἰκόνα μὲν αὐτῶι ὄναρ προτίθησι. τὰ δὲ ταύτης μόρια μερίζει ταῖς ὕλαις· τὰς συχνὰς καὶ ἐπαλλήλους τῶν βασιλέων διδάσκων μεταβολὰς καὶ διαδοχάς· καὶ πείθων ἅπαντας ὡς αὐτὸς μόνος διηνεκὲς ἔχει τὸ κράτος. ἄναρχόν τε καὶ ἀτελεύτητον· καὶ ἁπαξα πλῶς αἰώνιον τὴν βασιλείαν· τούτοις ἐπάγει ὁ μακάριος δανιὴλ τὰ λοιπὰ τοῦ ἐνυπνίου διδάσκων· ἐθεώρεις ἕως ὅτου ἀπεσχίσθη ἀπὸ ὄρους λίθος ἄνευ χειρῶν· καὶ ἐπάταξε τὴν εἰκόνα ἐπὶ τοὺς πόδας τοὺς σιδηροῦς καὶ ὀστρακίνους· καὶ ἐλέπτυνεν αὐτοὺς εἰς τέλος· τότε ἐλεπτύνθησαν εἰσ ἅπαξ· ὁ σίδηρος. τὸ ὄστρακον ὁ χαλκός· ὁ ἄργυρος ὁ χρυσός. καὶ ἐγένοντο ὡσεὶ κονιορτὸς ἀπὸ ἅλωνος θερινῆς· καὶ ἐξῆρεν αὐτὰ τὸ πλῆθος τοῦ πνεύματος πνς . καὶ πᾶς τόπος οὐχ’ εὑρέθη ἐν αὐτοῖς. καὶ ὁ λίθος ὁ πατάξας τὴν εἰκόνα ἐγένετο εἰς ὄρος μέγα. καὶ ἐπλήρωσε πᾶσαν τὴν γῆν: τοῦτο μὲν τοῦ ἐνυπνίου τὸ τέλος προσήκει δὲ κάτωθεν ἡμᾶς ἄρξασθαι τῆς ἑρμηνείας· ζητήσ ο ω μεν τοίνυν πρότερον. τίς ὁ λίθος προσαγορευόμενος καὶ βραχὺς πρότερον φαι νόμενος ὕστερον ἐδείχθη μέγιστος· καὶ τὴν οἰκουμένην ἐκάλυψεν οὐκ οὖν ἀκούσωμεν αὐτοῦ τοῦ θεοῦ θυ . διὰ ἡσαΐου τοῦ προφήτου λέγοντος· ἰδοὺ τί θημι ἐν σιὼν λίθον πολυτελῆ ἀκρογωνιαῖον ἔντιμον· εἰς τὰ θεμέλια αὐτῆς. καὶ πᾶς ὁ πιστεύων αὐτῶι, οὐ μὴ καταισχυνθῆ. ἀκούσωμεν δὲ καὶ τοῦ μακαρίου δαβὶδ δαδ προθεσπίζοντος καὶ βοῶντος· λίθον ὃν ἀπεδοκί μασαν οἱ οἰκοδομοῦντες. οὗτος ἐγενήθη εἰς κεφαλὴν γωνίας· ταύτην δὲ τὴν μαρτυρίαν καὶ αὐτὸς ὁ δεσπότης χριστὸς χς ἐν τοῖς ἱεροῖς εὐαγγελίοις ἰουδαίοις προσήνεγκεν· οὐκ ἀνέγνωτε λέγων· λίθον ὃν ἀπεδοκίμασαν οἱ οἰκοδομοῦντες. οὗτος ἐγενήθη εἰς κεφαλὴν γωνίας· παρὰ κυρίου κυ ἐγένετο αὕτη καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ὑ ἡ μῶν· καὶ ὁ μακάριος δὲ πέτρος ἐν ἰ ουδαίοις δημηγορῶν· καὶ τοῦ κυρίου κυ τὴν προφητείαν εἰς μέσον πα ρά γων· ἑρμηνεύει τὴν μαρτυρίαν οὕτω λέγων· οὗτός ἐστὶν ὁ λίθος ὁ ἐξ δενωθεὶς παρ’ ὑμῶν τῶν οἰκοδομούντων ὃς ἐγένετο εἰς κεφαλὴν γωνίας καὶ ὁ μακάριος δὲ παῦλος φησίν. ἐποικοδομηθέντες ἐπὶ τῶι θεμε λίωι τῶν ἀποστόλων καὶ προφητῶν· ὄντος ἀκρογωνιαίου ἰησοῦ ἰυ χριστοῦ χυ αὐτοῦ· καὶ ἀλλαχοῦ θεμέλιον φησὶν ἄλλος οὐ δύναται θεῖναι παρὰ τὸν κείμενον ὅς ἐστιν ἰησοῦς ἰς χριστός χς · καὶ πάλιν· ἔπινον φησὶν ἐκ πνευματικῆς πνικῆσ ἀκολουθούσης πέτρας ἡ δὲ πέτρα ἦν ὁ χριστὸς χς · oὐκ οὖν ὑπὸ παλαιᾶς καὶ νέας γραφῆς διδασκόμεθα. τὸν κύριον κν ἡμῶν ἰησοῦν ἰν χριστὸν χν προσαγορεύεσθαι λίθον· οὗτος γὰρ ἐτμήθη ἀπὸ ὄρους ἄνευ χειρῶν· γενηθεὶς ἐκ παρθένου γαμικῆς κοινωνίας χωρίς· οἶδεν δὲ πολ λάκις καὶ τὴν παρὰ φύσιν γέννησιν, λατομίαν ἡ θεῖα προσαγορεύειν γραφή· ἰουδαίοις γὰρ ἡσαΐας τῆς παρὰ φύσιν γενομένης τῶι ἁβρα ὰμ παιδογονίας ἀναμιμνήσκων· ἐμβλέψατε ἔλεγεν εἰς τὴν στε ρεὰν πέτραν. ἐξ ἧς ἐλατομήθητε· οὐκ οὖν ὄρος μὲν ἡ δαυιτικὴ φυ λὴ λίθος δὲ ὁ χριστὸς χς κατὰ τὸ ἀνθρώπειον· οὐ κατὰ τὸν τῆς φύσεως νόμον τμη θείς· οὗτος δὲ πάλιν σμικρὸς φαινόμενος δι’ ἣν περιέκειτο φύσιν· ἀθρό ον ἐδείχθη ὄρος μέγιστον πᾶσαν πληρῶσαν τὴν οἰκουμένην. ἐπληρώθη γὰρ ἡ σύμπασα γῆ τοῦ γνῶναι τὸν κύριον κν . ὡς ὕδωρ πολὺ κατακαλύψαι θαλάσσας· οὗτος πατάξει τὴν εἰκόνα ἐπὶ τοὺς πόδας τοὺς ὀστρακίνους καὶ σιδηροῦς. τουτέστι καὶ τὴν ἐσχάτην καταπαύσει βασιλείαν· φρουδον δὲ καὶ ἀφανῆ ποιήσει· οὐ γὰρ ἑτέρα ταύτην διαδέξεται βασιλεία. ἀλλὰ τὴν οἰ κείαν γυμνώσει. καὶ πᾶσι ταύτην ὑποδείξει. ἐκείνων δὲ τῶν βασιλειῶν ἁπασῶν. καὶ αὐτὴν ἀφανιεῖ τὴν μνήμην κονιορτοῦ δίκην. ἐξ ἅλωνος μὲν τικτομένου. ὑπὸ δὲ πνεύματος πνς σκεδαννυμένου· οὕτω τὸ ἐνύπνιον πᾶν εἰρηκὼς τῶι βασιλεῖ ἐπήγαγε· τοῦτό ἐστι τὸ ἐνύπνιον καὶ τὴν σύγκρισιν αὐτοῦ ἐροῦμεν ἐνώπιον τοῦ βασιλέως. σὺ βασιλεῦ βασιλέων: οὐ κολακεύων δὲ τοῦτο τέθεικεν· ἀλλὰ τῆι συνήθει προσηγορίαι χρησά μενος· κατὰ γὰρ πάντων τῶν τότε ἐθναρχούντων βασιλέων ὀνομα ζομένων, εἶχε τὸ κράτος· σὺ φησὶ βασιλεῦ βασιλέων· ὧι ὁ θεὸς θς τοῦ οὐρανοῦ βασιλείαν ἰσχυρὰν καὶ κραταιὰν καὶ ἔντιμον ἔδω κε ν ἐν παντὶ τόπωι: οὐ γὰρ ἀπὸ ἰσχύος φησὶν ἀνθρωπίνης πάν των περιγεγενη σαι· ἀλλὰ τοῦ θεοῦ θυ τοῦ τὴν ἐπουράνιον ἔχοντος βα σιλείαν. ταύτην σοι δεδωκότος τὴν ἐξουσίαν ὥστε τῶν ἐν παν τὶ τόπωι ἀνθρώπων ἀνων . ἡγεμονεύειν καὶ βασιλεύειν· θηρία τὲ ἀγροῦ καὶ πετεινὰ οὐρανοῦ ἔδωκεν ἐν τῆι χειρί σου· καὶ κατέστη σέ σε κύριον πάντων· καὶ θηρία μὲν καλεῖ τοὺς θηριωδέστερον ζῶντας βαρβάρους· πετεινὰ δὲ τοὺς συνέσει κεκοσμημένους· καὶ τῶν ἄλλων ἀνθρώπων ἀνων ὑπερτέρους· καὶ πτηνοὺς τὴν διάνοιαν· τούτων φησὶν ἁπάντων ἀπέφηνέ σε βασιλέα: σὺ τοίνυν εἶ ἡ κεφαλὴ ἡ χρυσῆ: τουτέστιν ἡ σὴ βασιλεία· οὔτε γὰρ περὶ τοῦ προσώπου λέγει· ἀλλὰ περὶ αὐτῆς τῆς βασιλείας· καὶ γὰρ μετὰ † τὴν τελευτὴν αὐτοῦ· εὐιλαδ μαραδὰχ ἐβασίλευσε τῶν βαβυλωνίων· καὶ μετ’ ἐκεῖνον ὁ βαλτάσαρ· εἰ δὲ περὶ αὐτοῦ τοῦ προσώπου ἔφη· ὅτι σὺ εἶ ἡ κεφαλὴ ἡ χρυσῆ; πῶς νοήσομεν τὸ ὀπίσω σου. ἀναστήσε ται γὰρ βασιλεία ἥττων σου· οὔτε γὰρ τὴν τῶν υἱέων αὐτοῦ βασι λείαν μηνύει· ἀλλὰ τὴν περσικήν· οὐκ οὖν κεφαλὴ ἡ χρυσῆ οὐκ’ αὐτός ἐστὶν ὁ ναβουχοδονόσορ. ἀλλὰ πᾶσα ἡ τῶν ἀσσυρίων ἤτουν βαβυ λωνίων βασιλεία : καὶ ὀπίσω σου ἀναστήσεται βασιλεία ἑτέρα ἥττων σου : ἡ περσική. ἥττονα δὲ αὐτὴν καλεῖ· οὐχ ὡς ἀσθενεστέραν ἀλλ’ ὡς δευτέραν· καὶ βασιλεία τρίτη ἥτις ἐστὶν ὁ χαλκός· ἣ κυριεύσει πάσης τῆς γῆς· τὴν μακεδονικὴν λέγει· ἐκυρίευσε δὲ πάσης γῆς ἀλέξανδρος ὁ φιλίππου· ἐν δυοκαίδεκα ἔτεσι τῆς βασιλείας, πάντας ὑποτάξας ἀνθρώπους ἀνους · καὶ βασιλεία τετάρτη ἔσται ἰσχυρ ὰ ά · ὃν τρόπον γὰρ ὁ σίδηρος λε πτύνει καὶ δαμάζει πάντα, οὕτως λεπτυνεῖ καὶ δαμάσει πάντα· τὴν ῥωμαικὴν λέγει βασιλείαν· ἰσχυροτάτην μὲν γενομένην. καὶ πάν των ὡς ἔπος εἰπεῖν τῶν ἐθνῶν περιγενομένην. δασμὸν δὲ καὶ φόρον παρὰ πάντων κομισαμένην. τὸ γὰρ λεπτυνεῖ, ἐπὶ τούτου τέθεικε τὸ δὲ δαμάζειν ἐπὶ τῆς ὑπακοῆς τὲ καὶ εὐτ α ξίας. καὶ τῆς ἐννόμου πολιτείας· καὶ ὅτι εἶδες τοὺς πόδας καὶ τοὺς δακτύλους· μέρος μέν τι σιδήρου μέρος δέ τι ὀστράκου; βασιλεία ἄλλη διηρημένη ἔσται καὶ ἀπὸ τῆς ῥίζης τοῦ σιδήρου ἔσται· ὃν τρόπον εἶδες τὸν σίδηρον. ἀναμεμιγμένον τῶι ὀστράκωι τῶι πηλίνωι· ἄλλην οὐ κατὰ τὸ γένος εἶπεν· ἀλλὰ κατὰ τὴν ποιότητα τῆ ς δυνάμεως. εἰ γὰρ κατὰ τὸ γένος ἔλεγεν ἄλλην. εἶπεν ἂν αὐτὴν π έ μπτην. ὥσπερ αὖ εἴρηκε τρίτην τὲ καὶ τετάρτην· ἐπειδὴ δὲ ἀσθενέστερα οἶδε τῆς σ ιδηρᾶς βασιλείας τὰ τέλη· ἄλλην τέθεικε διὰ τὴν ἀσθένειαν καὶ μ λα εἰκότως· σφό δρα γὰρ αὐτὴν ἰσχυροτάτην ἔδειξεν ἄνω· τοιαῦτα γὰρ αὐτῆς τὰ πρῶτα. ἀλλ ὅμως οὐδὲ τὰ τελευταῖα αὐτῆς παντελῶς ἀσθενῆ γενήσεσθαι· λέγει ἀπὸ γὰρ τῆς ῥίζης φησὶ τοῦ σιδήρου· ἔσται ἐν αὐτῆι ὃν τρόπον εἶδες τὸν σίδηρον ἀναμεμιγμένον † τῶι ὀστράκωι τῶι πηλίνωι. καὶ οἱ δάκτυλοι τῶν ποδῶν μέρος μέν τι σιδήρου. μέρος δέ τι ὀστράκου· τοῦτο δὲ οὐδὲ τῆς ἡμετέρας ἑρμηνείας προσδεῖται. αὐτὸς γὰρ ὁ προφήτης ἑρμηνεύ ων φησί. μέρος τί τῆς βασιλείας ἔσται ἰσχυρόν· καὶ ἀπ αὐτῆς ἔσται συντριβόμενον· τούτοις ἐπάγει· καὶ ὅτι εἶδες τὸν σίδηρον τῶι ὀστράκωι τῶι πηλίνω ἀναμεμιγμένον. συμμιγεῖς ἔσονται ἐν σπέρματι ἀνθρώπων ἀνων . τοῦτο δὲ μάλιστα δείκνυσιν· ὡς οὐχ ἑτέρα ἐστὶν αὕτη ἡ βασιλεία, παρὰ τὸν σίδηρον. ἀλλ ἡ αὐτὴ, ἀσθενέστε ρον διακειμένη. καὶ μέρος μέν τι αὐτῆς ἰσχυρὸν. μέρος δέ τι ἀσθενές. συγγενείας δὲ ὅμως δεσμὸς, συνάψει τὴν ἰσχυρὰν μοῖραν τῆι ἀσθε νεῖ· τὸ γὰρ συμμιγεῖς ἔσονται ἐν σπέρματι ἀνθρώπων ἀνων , τοῦτο δηλοῖ· ἐπι μιξία τίς ἔσται φησὶ καὶ ἐπιγαμία, τούτων τὲ κἀκείνων. ἀλλ’ ὅμως ἡ διχόνοια· τὰ τῆς συγγενείας δίκαια διαφθείρει. οὐκ ἔσονται γὰρ προσκολλώμενοι· οὗτος μετὰ τούτου καθὼς ὁ σίδηρος οὐκ α ναμίγνυται τῶι ὀστράκωι· ἡμεῖς μὲν οὖν οὕτω τοῦ θεσπεσίου δανι ὴλ τὴν ἑρμηνείαν νενοήκαμεν· προσήκει δὲ καὶ ἐνίων τῶν πρὸ ἡμῶν ἑρμηνευκότων. τὰς δόξας εἰς μέσον παραγαγεῖν· οὕ τω γὰρ ἐναργέστερον ἡ ἀλήθεια δειχθήσεται· τινὲς τοίνυν τῶν συγγραφέων· τὴν τετάρτην βασιλείαν τουτέστι τὸν σιδη ρον, ἀλέξανδρον φασὶν εἶναι τὸν μακεδόνα· τοὺς δὲ πόδας καὶ τοὺς δακτύλους τῶν ποδῶν· ἐκ σιδήρου καὶ ὀστράκου συγκειμένους· τοὺς μετ’ αὐτὸν βασιλεύσαντας μακεδόνας· πτολεμαίους καὶ σελεύκους καὶ ἀντιόχους· καὶ δημητρίους· τοὺς μὲν ἀσθενῶς, τοὺς δὲ λίαν ἀνδρικῶς κρατήσαντας· καὶ ἐπιγαμίαν δὲ ποιη σαμένους· καὶ τὴν ἀλλήλων ἀσπασαμένους συγγένειαν· ἔδει δὲ αὐτοὺς συνιδεῖν. πρῶτον μὲν ὅτι τὴν κεφαλὴν τὴν χρυσῆν· αὐτὸν ἔφη εἶναι τὸν ναβουχοδονόσορ· τουτέστι τὴν τῶν βα βυλωνίων. ἤτουν ἀσσυρίων βασιλείαν· διεδέξατο δὲ αὐτὴν ἡ περσῶν καὶ μήδων βασιλεία· κατὰ ταὐτὸν γὰρ ὁ κύρος. ἐξ ̓ ἑκατέρου ἔθνους ἦν ὁρμώμενος· καὶ τούτων κἀκείνων κρατῶν. τῶν βαβυλωνίων κρατήσας τὴν βασιλείαν καὶ καταλύσας, ἐκράτυνε τὴν περσῶν. τὴν δὲ περσῶν δευτέραν οὖσαν, ἀλέξανδρος ὁ μακεδό νων βασιλεὺς καταλύει. καὶ αὐτὸν ἔφη ὁ μακάριος δανιὴλ, κυριεῦσαι πάσης τῆς γῆς· ταύτην δὲ τὴν βασιλείαν τρίτην ὠνόμασεν· οὐδὲ μί α δὲ αὐτὴν ἑτέρα. ἀλλ’ ἡ τῶν ῥωμαίων διεδέξατο. ἔδει τοιγαροῦν αὐτοὺς πρῶτον μὲν ἐκ τοῦ ἀριθμοῦ. καὶ τῶν παραδηλωθέντων πραγμάτων. συνιέναι καὶ μαθεῖν, ὡς τρίτη ἐστὶν ἡ μακεδόνων βασιλεία. τουτέστιν ὁ χαλκός· τετάρτη δὲ ἡ ῥωμαίων τουτέστιν ὁ σίδηρος. εἰ δὲ καὶ ὅλως ἀ σαφέστερα αὐτοῖς ἔδοξεν εἶναι κἀκεῖνα. ἀπὸ γοῦν τοῦ τέλους, ἔδει πᾶ σαν διαγνῶναι τὴν πρόρρησιν. εὐθὺς γὰρ μετὰ τὸ δεῖξαι τῆς σιδηρᾶς βασιλείας τὸ ἀσθενὲς καὶ ὀστράκινον τέλος ἐπήγαγε· καὶ ἐν ταῖς ἡμέραις τῶν βασιλέων ἐκείνων: τουτέστι τοῦ ὀστράκου καὶ τοῦ σιδήρου. τὴν ἐπιμιξίαν ἐχόντων καὶ τὴν μὲτ’ ἀλλήλων συγγένειαν ἀσπασαμένων. ὁμόνοιαν δὲ μηδὲ ἐκ τῆς συγγενείας ἐσχηκότων· ἀναστήσει ὁ θεὸς θς τοῦ οὐρανοῦ βασιλείαν, ἥτις εἰς τοὺς αἰῶνας οὐ διαφθαρήσεται· καὶ ἡ βασιλεία αὐτοῦ λαῶι ἑτέρωι οὐχ ὑπολειφθήσεται· λεπτυνεῖ δὲ καὶ λικμήσει πάσας τὰς βασιλείας· καὶ αὐτὴ στήσεται εἰς τοὺς αἰῶνας. ὃν τρόπον εἶδες ὅτι ἐτμήθη λίθος ἀπὸ ὄρους ἄνευ χειρῶν: καὶ ἐλέπτυνε τὸ ὄστρακον καὶ τὸν σίδηρον τὸν χαλκὸν τὸν ἄργυρον τὸν χρυσόν: ταῦτα δὲ ἄντικρυς δείκνυσι τῶν μὲν παρόντων πραγμάτων τὸ τέλος· τῆς δὲ τῶν οὐρανῶν οὐνῶν βασιλείας τὸ ἀτελεύτητον. τῆς γὰρ σιδηρᾶς βασιλείας ἀσθενέστερον διατεθείσης· καὶ τοῦ ὀστράκου τὴν ἐ πιμιξίαν λαβούσης, φανήσεται μὲν ὁ λίθος ὁ τμηθεὶς ἄνευ χειρῶν. καὶ λεπτυνεῖ τὸ ὄστρακον καὶ τὸν σίδηρον· τὸν χαλκὸν τὸν ἄργυρον τὸν χρυσόν. καὶ φροῦδα ποιήσει παντελῶς καὶ ἀδιάδοχον καὶ αἰώνιον· καὶ ἀπέραντον βασιλείαν τοῖς ἀξίοις παρέξει· εἰς γὰρ τοὺς αἰῶνας φησὶν οὐ διαφθαρήσεται· καὶ λαῶι ἑτέρωι οὐχ ὑπολειφθήσεται· καὶ λεπτυνεῖ καὶ δαμάσει πάσας τὰς βασιλείας· καὶ αὐτὴ στήσεται εἰς τοὺς αἰῶνας· εἰ δέ τις ζυγομαχεῖ καὶ ταῦ θ’ οὕτως ἔχειν οὐ βούλεται, δειξάτω τί τῶν ἀνθρωπίνων αἰώνιον· ποῖα δὲ τῶν ἀνθρώπων ἀνων βασιλεία τέλος οὐ λήψεται· εὔηθες γὰρ καὶ λίαν ἀνόητον συντέλειαν μὲν ἀναμένειν τοῦ παρόντος αἰῶνος· βασιλείαν δέ τινα λέγειν· κατὰ τὸν παρόντα βίον ἀτελεύτητον ἔσεσθαι· εἰ δὲ καὶ αὐτοῖς συνδοκεῖ διὰ τούτων τῶν λόγων τὴν δοθησομένην ὑπὸ τοῦ θεοῦ θυ βα σιλείαν· τοῖς ἀξίοις σημαίνεσθαι, οὐκ ἄρα τὴν μακεδονικὴν βασιλεί αν, ὠνόμασε σίδηρον· οὐδὲ γὰρ ἐκείνης κρατούσης· ὁ παρὼν βίος ἐ δέξατο τὸ τέλος ἀλλ’ ἡ ῥωμαικὴ τὴν μακεδονικὴν καταλύσασα· κατέ χει τῆς οἰκουμένης τοὺς οἴακας· εἰ δέ φασὶ τὴν προτέραν τοῦ κυρίου κυ παρου σίαν· διὰ τούτων τῶν λόγων σημαίνεσθαι· δειξάτωσαν καταλυθεῖσαν τὴν τῶν ῥωμαίων ἡγεμονίαν, εὐθὺς μετὰ τὴν τοῦ σωτῆρος σρς ἡμῶν ἐπι φάνειαν· πᾶν γὰρ τοὐναντίον ἔστιν ἰδεῖν. κρατυνθεῖσαν αὐτὴν ἀλλ οὐ καταλυθεῖσαν, ἅμα τῆι τοῦ σωτῆρος σρς γεννήσει· αὐγούστου γὰρ βασιλεύοντος· ὁ δεσποτικὸς ἐγένετο τόκος· ὃς δεύτερος μὲν ἐβασίλευσε· πάντας δὲ ὡς ἔπος εἰπεῖν ἀνθρώπους ἀνους ὑπηκόους ἐποιήσατο· ἀπεγράψατο τότε πᾶσαν τὴν οἰκουμένην, κατὰ τὴν τῶν εὐαγγελίων φωνήν. καὶ δασμὸν φέρειν ἐνομοθέτησεν· ὑπ’ ἐκείνου δὲ ἡ ρωμαίων κρατυνθεῖσα βασι λεία, μέχρι καὶ νῦν διήρκεσεν· οὐκουν ἡ προτέρα τοῦ κυρίου κυ παρουσία, τὴν ῥωμαίων ἡγεμονίαν οὐ κατέλυσε· λείπεται τοίνυν αὐτοῦ τὴν δευτέραν νοεῖν ἐπιφάνειαν· ὁ γὰρ ἤδη πρότερον τμηθεὶς λίθος ἄνευ χειρῶν· καὶ γενόμενος εἰς ὄρος μέγα καὶ τὴν οἰκουμένην καλύ ψας, οὗτος ἐν τῆι δευτέραι παρουσίαι πατάξει τὴν εἰκόνα ἐπὶ τοὺς πόδας τοὺς ὀστρακίνους· τουτέστιν ἐν αὐτωι τῶι τέλει τῆς σιδηρᾶς φανήσεται βασιλείας· ἀσθενοῦς ἤδη γεγενημένης· καὶ πάσας μὲν καταλύσει τὰς ἡγεμονίας· καὶ λήθηι τινὶ παραδώσει τὴν δὲ αἰωνίαν αὐτοῦ βασιλείαν, τοῖς ἀξίοις παρέξει· ταῦθ οὕτως ἑρμηνεύσας ὁ δανιὴλ, ἀναγκαίως ἐπήγαγεν· ὁ θεὸς θς ὁ μέγας ἐγνώρισε τῶι βασιλεῖ ἃ δεῖ γενέσθαι μετὰ ταῦτα· καὶ ἀληθινὸν τὸ ἐνύπνιον καὶ πιστὴ ἡ σύγκρισις: ἄξιον δὲ θαυμάσαι τὴν τοῦ θεοῦ θυ τῶν ὅλων περὶ πάντας ἀνθρώπους ἀνους κηδεμονίαν· οὐδὲ γὰρ τοὺς δυσσεβεία συζῶντας τῆς οἰκείας προμηθείας γυμνοῖ· ἀλλὰ καὶ τούτους πάσης ἐπιμελείας ἀξιοῖ. ὥσπερ ἀμέλει καὶ τοῦτον τὸν βάρβαρον· καὶ θηριώδη καὶ δυσσεβῆ, οὐ καταλέλοιπεν ἀτημέλητον· ἀλλὰ πρῶτον μὲν διὰ τῶν ἀποκαλύψεων· τῆς εὐκληρίας τοῦ παρόντος βίου, δείκνυσιν αὐτῶι τὸ ἐπίκηρον. καὶ τῆς βασιλείας αὐτῶν τὸ ὀξύρροπον· καὶ ὅτι οὐδὲν μόνιμον τῆς ἀνθρωπίνης εὐημερίας. ἀλλὰ δίκην ἀνθῶν ἐαρινῶν. μαραίνεταί τε καὶ σβέννυται· ἱκανὰ δὲ ταῦτα ἦν τὴν ἀλαζονικὴν αὐτοῦ· καὶ τετυφωμένην ὀφρὺν καταλῦσαι· καὶ πεῖσαι φρονεῖν ἀνθρώπινα καὶ ἀναμένειν καὶ τῆς ζωῆς καὶ, τῆς βασιλείας τέλος· πρῶτον μὲν οὖν, διὰ τούτων αὐτοῦ ποιεῖται τὴν ἐπιμέλειαν· ἔπει τα τῆι λήθηι τοῦ ἐνυπνίου ἐλέγχει τὴν τῶν μάγων καὶ χαλδαίων ψευδολογίαν· δείκνυσι δὲ τὴν τῶν οἰκείων θεραπόντων ἀλήθειαν· καὶ διὰ τῆς τῶν θερα πόντων σοφίας; τὴν θείαν αὐτοῦ δύναμιν παραδηλοῖ· καὶ εἰς προσκύνησιν ἕλκειν τὴν ἑαυτοῦ τοὺς ἀγνοοῦντας αὐτήν· μᾶλλον δὲ τοὺς τὴν παρὰ πάντων ἀπαιτοῦντας προσκύνησιν· τοὺς ἁγίους αὐτοῦ θεραπεύοντας προσκυνεῖν ἀναγκάζει· καὶ τοῦτο ἡμᾶς ἡ ἱστορία διδάσκει· τότε γὰρ φησὶν ὁ βασιλεὺς ναβουχοδονόσορ· ἐπὶ πρόσωπον ἔπεσε καὶ τῶι δανιὴλ προσε κύνησε καὶ μαναᾶ καὶ εὐωδίαν εἶπεν σπεῖσαι αὐτῶι : ἐνθυμήθητι δὴ ἡλίκον ἐστὶν ἐκεῖνον τὸν ἀλαζόνα τὸν μεμηνότα· τὸν καὶ θεὸν θν ἑαυτὸν εἶναι νομίσαντα· δι’ ἑτέρου γάρ φησι προφήτου ὁ θεὸς θς πρὸς αὐτόν σὺ δὲ εἶ ἄνθρωπος ἄνος καὶ οὐ θεός θς · τὸν πάντας ἀνθρώπους ἀνους ὑπηκόους ποιησάμενον· τὸν αἰχμάλωτον προσκυνεῖν τὸν ἰουδαῖον· τὸν ἀνδραπόδου τάξιν ἀποπληροῦντα· καὶ ἡγεῖσθαι δια τούτου, τὸν τούτου προσκυνεῖν θεόν θν · τούτου γὰρ χάριν φησὶν εἶπεν μαναᾶ καὶ εὐωδίαν σπεῖσαι αὐτῶι· τουτέστι λιβανωτὸν καὶ θυμίαμα ενεχθῆναι αὐτῶι ἐνετείλατο· αἰνίτ τεται δὲ διὰ τούτων ἡ ἱστορία· ὡς τοῖς δοκοῦσιν ἱερεῦσι, τοῦτο ποιῆσαι παρηγ γύησεν· ὁ γὰρ προσκυνήσας· πάντως ἂν καὶ τὴν εὐωδίαν προσενήνο χεν, εἴπερ ἱερατεύειν εἰώθει· ἐπειδὴ δὲ τοῦτο πάντως ἑτέροις ἁρμόττον ἦν. αὐτὸς μὲν οὐκ ἐπεχείρει τοῦτο ποιεῖν. ἐπεὶ μὴ προσῆκον ἦν· τοῖς δὲ ποιεῖν εἰ ω θόσι, τοῦτο ποιῆσαι παρακελεύεται· καὶ ἵνα μη δόξη μάτην ἄνθρωπον ἄνον προσκυνεῖν· λέγει τῶι δανιήλ· ἐπ ἀληθείας ὁ θεὸς θς ὑμῶν, οὗτoς ἐστὶ θεὸς θς θεῶν· καὶ κύριος κς τῶν βασιλέων· καὶ ἀποκαλύπτων μυστήρια. ὅτι ἐδυνήθης ἀπο καλύψαι τὸ μυστήριον τοῦτο: τοσαύτην ἐκ τῆς τοῦ ἐνυπνίου λή θης ὠφέλειαν αὐτῶι τῶν ὅλων ὁ πρύτανις· προσενήνοχε. πρῶτον μὲν γὰρ ἔγνω τὴν οἰκείαν εὐτέλειαν· ἔπειτα μεμάθηκε τῶν ὑπ’ αὐτοῦ προ σκυνουμένων θεῶν τὴν ἀσθένειαν· πρὸς τούτοις, ἐδιδάχθη τοῦ ὄντως θεοῦ θυ τὴν ἐνέργειαν· οὗ χάριν βοᾶ ἐπ ἀληθείας ὁ θεὸς θς ὑμῶν οὗτός ἐστὶ θεὸς θς τῶν θεῶν καὶ κύριος κς τῶν βασιλέων· καὶ ἀποκαλύπτων μυστήρια· θεὸν θν δὲ θεῶν προσαγορεύει· οὐ κατὰ τὴν διάνοιαν τῆς θείας γραφῆς· ἡ μὲν γὰρ θεῖα γρα φὴ τοὺς ἱερωσύνης ἠξιωμένους, ὀνομάζει θεούς· θεοὺς γάρ φησιν οὐ κα κολογήσεις· καὶ ἄρχοντα τοῦ λαοῦ σου οὐκ ἐρεῖς κακῶς· οὗτος δὲ θεοὺς τὰ εἴδωλα προσηγόρευσεν· οὐδέπω γὰρ ἠδυνήθη τὸ παντελ ὲς ῶ ς ἀσθενὲς αὐτῶν συνιδεῖν· μεμάθηκε δὲ ὅμως τὸ διάφορον. διὸ καὶ θεὸν θν τῶν θεῶν, τὸν τῶν ὅλων προσηγόρευσε θεόν· καὶ κύριον κν βασιλέων· ταῦθ’ οὕτως ὁ μολογήσας, ἐμεγάλυνε τὸν δανιὴλ καὶ δόματα πολλὰ καὶ μεγά λα ἔδωκεν αὐτῶι καὶ κατέστησεν αὐτὸν ἐπὶ πάσης τῆς χώρας βαβυλῶνος· καὶ ἄρχοντα σατράπῶν· καὶ ἐπὶ πάντας τοὺς σο φοὺς βαβυλῶνος. καὶ τοῦτο δὲ τῆς θείας κηδεμονίας ἴδιον. μεγίστην γὰρ φέρει τοῖς ὑπηκόοις τὴν ὠφέλειαν, τοῦ ἄρχοντος ἡ εὐσέβεια· τοῦ το δὲ καὶ ἐπὶ τοῦ ἰωσὴφ πεποίηκεν ὁ δεσπότης· καὶ συντομώτερον ὁ μακάριος δαβὶδ δαδ τὰ κατ’ αὐτὸν διηγούμενος, καὶ τὴν θεῖαν πρόνοιαν ἀνυμνῶν φησίν· ἐξαπέστειλεν ἔμπροσθεν αὐτῶν ἄνθρωπον ἄνoν εἰς δοῦλον ἐπράθη ἰωσήφ. εἶτα τὰ συμβεβηκότα αὐτῶι δυσχερῆ καταλέξας· καὶ τῆς εἱρκτῆς καὶ τῶν δεσμῶν μνημονεύσας, ἐπήγαγεν· ἀπέστειλε βασιλεὺς καὶ ἔλυσεν αὐτόν· καὶ ἄρχων λαοῦ καὶ ἀφῆκεν αὐτόν· κατέστησε κύριον κν τοῦ οἴκου αὐτοῦ· καὶ ἄρχον τα πάσης τῆς κτήσεως αὐτοῦ· τοῦ παιδεῦσαι τοὺς ἄρχοντας αὐτοῦ ὡς ἑαυτόν. καὶ τοὺς πρεσβυτέρους αὐτοῦ σοφίσαι· οὕτω κἀνταῦθα πε ποίηκε τῶν ὅλων ὁ πρύτανις· ἄρχοντα γὰρ σατραπῶν καὶ τῶν σοφῶν βαβυλῶνος τὸν τρισμακάριον δανιὴλ καταστήσας, ἀρχέτυπον αὐτὸν εὐσεβείας. καὶ τῆς ἄλλης προύθηκεν ἀρετῆς· ἀλλ’ ὅμως οὐκ ἠνέσχετο ταύτης μόνος ἀπολαῦσαι τῆς τιμῆς ὁ προφήτης· ἀλλὰ τοὺς κοινω νοὺς τῆς εὐχῆς, κοινωνοὺς ἔλαβε τῆς τιμῆς· ἠιτήσατο γάρ φησι παρὰ τοῦ βασιλέως· καὶ κατέστησεν ἐπὶ πάντα τὰ ἔργα τῆς χώρας βαβυλῶνος. τὸν σεδρὰχ μισὰχ ἀβδεναγώ καὶ δανιὴλ ἦν ἐν τῆι αὐλῆι τοῦ βασιλέως: συμβαίνει γὰρ καὶ ταῦτα τῆι τοῦ ἀποστό λου διδασκαλίαι. νῦν γάρ φησι μένει πίστις ἐλπὶς ἀγάπη τὰ τρία ταῦτα· μεῖζων δὲ πάντων ἡ ἀγάπη· καὶ γὰρ καὶ αὐτὸς ὁ θεῖος προφήτης· ἠγάπησε μὲν τὸν θεὸν θν ἐξ ὅλης καρδίας· καὶ ἐξ ὅλης ψυχῆς· καὶ ἐξ ὅλης τῆς ἰσχύος καὶ δυνάμεως. ἀγαπήσας δὲ θερμῶς, ἐπίστευσεν εἰλικρινῶς· εἰλικρινῶς δὲ πιστεύσας, ἤλπισε τῆς παρ’ αὐτοῦ τεύξασθαι βοηθείας· τυχὼν δὲ ὧν ἤλπισεν. ἔδειξε καὶ τὴν περὶ τοὺς πέλας ἀγάπην καὶ κοινω ἠ θ ι κ όν νοὺς τοὺς ὁμοφύλους ὧν ἔλαβεν ἐποιήσατο· ὅσα δὲ προεγράφη εἰς τὴν ἡμετέραν διδασκαλίαν προεγράφη. ἵνα διὰ τῆς ὑπομονῆς καὶ τῆς παρακλήσεως τῶν γραφῶν· τὴν ἐλπίδα ἔχωμεν ἐν χριστῶι χωι ἰησοῦ ἰυ τῶι κυρίω κω ἡμῶν ὧι ἡ δόξα καὶ τὸ κράτος σὺν τῶι πατρὶ πρι καὶ τῶι ἁγίω πνεύματι πνι νῦν καὶ ἀεί και εἰς τ: