λόγος πρῶτος: ὅρασις δευτέρα: ἐν ἔτει τρίτω τῆς βασιλείας ἰωακεὶμ βασιλέως ἰούδα ἦλθεν ναβουχοδο νόσορ ὁ βασιλεὺς βαβυλῶνος εἰς ἱερουσαλὴμ ἱλημ καὶ ἐπολιόρκει αὐτήν: ἀνα γ καίως πρὸ τῶν ἄλλων ἁπάντων. καὶ τοῦ τηνικάδε βασιλέως ἐμνημόνευσε· καὶ τὸν χρόνον ἡμᾶς ἐδίδαξεν. ἵν’ ἔχωμεν εἰδέναι σαφῶς τὸν τῆς πρώ της αἰχμαλωσίας καιρόν. ἐν γὰρ τῶι τρίτω ἔτει τῆς βασιλείας ἰω ακεὶμ τοῦ καὶ ἐλιακεὶμ ὃς ἐβασίλευσε μετὰ τὸν ἰωάχαζ. πατὴρ πηρ δὲ ἐγένετο τοῦ ἰωάχαμ ὃς καὶ ἰωακεὶμ καὶ ἰεχονίας ὠνομάζετο, ἡ πρώτη ἅλωσις τῶν ἱεροσολύμων ἐγένετο. καὶ αὐτὸ δὲ τοῦτο τὸ τῶν βασιλέων καὶ τῶν χρόνων μεμνῆσθαι, τὸν προφητικὸν ὑποδείκνυσι χαρακτῆρα οὕτω γὰρ καὶ τοὺς ἄλλους προφήτας ἔστι ποιοῦντας εὑρεῖν· ὅρασις γάρ φησιν ἣν εἶδεν ἡσαΐας υἱὸς ἀμὼς ἐν ἡμέραις ὀζίου καὶ ἰωάθαμ. καὶ ἄχαζ καὶ ἐζεκίου· οἳ ἐβασίλευσαν τῆς ἰουδαίας. καὶ ἐγενήθη λόγος κυρίου κυ πρὸς ἱερεμίαν ἐν ἡμέραις ἰωσίου υἱοῦ ἀμὼς βασι λέως ἰούδα ἔτους τρισκαιδεκά του ἐν τῆι βασιλείαι αὐτοῦ. καὶ ὁ ἰεζεκιὴλ δὲ καὶ τῶν ἄλλων προφητῶν ἕκαστος, ὡς τὰ πολλὰ τούτω τῶι προοιμίωι κέχρηνται τῆς προφητείας· ἀπόχρη τοιγαροῦν καὶ τοῦτο τὴν ἰουδαίων ἐλέγξαι παρανομίαν καὶ δεῖξαι προφήτην τὸν τῶι ὄντι προφήτην· καὶ ἔδω κε κύριος κς ἐν χειρὶ αὐτοῦ τὸν ἰωακεὶμ βασιλέα ἰούδα. καὶ ἀπὸ μέρους τῶν σκευῶν οἴκου τοῦ θεοῦ θυ . καὶ τοῦτο δὲ τὴν πνευματι πνι κὴν αὐτοῦ δείκνυσι χάριν οὔτε γὰρ πάντων ἐστὶ τὰς θείας οἰκονομίας εἰδέναι. οὗτος δὲ τοῦ θείου πνεύματος πνς ἠξιωμένος. καὶ ἔγνω σαφῶς. καὶ τοὺς ἄλλους διδάσκει ὅτι τοῦ θεοῦ θυ τῶν ὅλων συγχωρήσαν τος διὰ τήν τε τοῦ λαοῦ καὶ τοῦ βασιλέως παρανομίαν· καὶ τὴν πολλὴν ἀ σέβειαν καὶ ἡ πόλις ἑάλω. καὶ τῶν ἱερῶν σκευῶν ἔνια ὑπὸ τὴν τῶν πολεμίων ἐξουσίαν ἐγένετο· καὶ λίαν δὲ ἀναγκαίως τέθεικε τὸ ἔδωκε κύριος κς ἐν χειρὶ αὐ τοῦ τὸν ἰωακεὶμ βασιλέα ἰούδα. ἵνα μή τις ὑπολάβη οἰκεία δυνάμει τὸν ναβουχοδονόσορ χρησάμενον τῆς τῶι θεῶι θωι ἀνακειμένης περιγε νέσθαι πόλεως. μάθωσι δὲ ἅπαντες ἀκριβῶς. ὅτι θεοῦ θυ προδεδωκότος· καὶ τὴν πάλαι φρουροῦσαν τὴν πόλιν ἀποστήσαντος χάριν ὑπὸ τοῖς πο λεμίοις ἐγένοντο. τοῦτο δὲ καὶ διὰ ἡσαΐου τοῦ προφήτου σαφὲς ποιῶν αὐτὸς ὁ τῶν ὅλων θεὸς θς , οὕτω φησί· μὴ δοξασθήσεται ἀξίνη ἄνευ τοῦ κόπτον τος ἐν αὐτῆ; ἢ ὑψωθήσεται πρίων ἄνευ τοῦ ἕλκοντος αὐτόν; διδάσκει δὲ διὰ τούτων ὡς αὐτὸς τοῖς ἀνθρώποις ἀνοις ἐπιφέρει τὰς τιμωρίας κέχρη ται δὲ ὀργάνοις τοῖς εἰς τοῦτο ἐπιτηδείοις· καὶ ἤνεγκε ταῦτα φησὶν εἰς γῆν ἐν ναάρ. εἰς οἶκον θεοῦ θυ αὐτοῦ· καὶ τὰ σκεύη εἰσήνεγκεν εἰς οἶκον θησαυροῦ τοῦ θεοῦ θυ αὐτοῦ: καὶ ἴσως ἄν τις εἴποι τί δηποτε τῶν ἀνθρώπων ἀνων ἡμαρτηκότων τὰ ἅγια σκεύη τὰ τῶι θεῶι θωι ἀνακείμενα παρεδόθη δυσσεβέσιν ἀνθρώποις ἀνοις · φασὶ δὲ ταῦτα οἱ τῶν θείων οἰκονομιῶν τὸν σκοπὸν ἀγνοοῦντες ψυχικὸς γὰρ ἄνθρωπος ἄνος οὐ δέχεται τὰ τοῦ πνεύματος πνς τοῦ θεοῦ θυ · μώρια γὰρ αὐτῶ ἐστὶν· ὁ δὲ πνευματι πνι κὸς ἀνακρίνει πάντα κατὰ τὸν θεῖον ἀπόστολον καὶ πέπεισται μὲν, ὅτι μάτην οὐδὲν ὑπὸ τῆς θείας προμηθείας οἰκονομεῖται· φωτιζόμενος δὲ ὑπὸ τοῦ θείου πνεύματος πνς · καὶ τὰς αἰτίας μανθάνει· ὥσπερ ἀμέλει καὶ τὸ νῦν ζητούμενόν ἐστι καταμαθεῖν τὸν πνευματι πνι κῶς νοεῖν προαιρούμενον· πολ λὴ γὰρ ἐντεῦθεν οὐκ ἰουδαίοις μόνοις. ἀλλὰ καὶ αὐτοῖς τοῖς βαρβάροις ὠφέλεια γεγένηται· πρῶτον μὲν γὰρ ἐδιδάχθησαν οἱ ἰουδαῖοι τὸ τῆς θείας φύσεως ἀν α ε νδεές· οὐ γὰρ ὡς ἐνδεόμενος ὁ τῶν ὅλων θεὸς θς · τὰ παρὰ τῶν ἀνθρώπων ἀνων προσφερόμενα δέχεται. ἀλλ’ ἐκείνους εὐγνωμοσύνην διδά σκων καὶ διδοὺς θεραπείαν τὲ καὶ ἀντιδόσεως ἀφορμήν. πῶς γὰρ ἂν ἑτέ ρως ἠδυνήθημεν ὑπὲρ ὧν εὐεργετήθημεν ὡς δυνατὸν ἀμείψασθαι τὸν εὐερ γέτην θεόν θν . εἰ μὴ τὰ βραχέα ταῦτα καὶ εὐτελῆ, παρὰ τῶν προσφερόντων ἐδέ χετο· πεῖσαι τοίνυν βουλόμενος ἰουδαίους ὡς οὐ τὴν οἰκείαν χρείαν ἀναπληρῶν. ἀλλὰ τῆι ἐκείνων ἀσθενεία συγκατιὼν, τὰς παρ’ αὐτῶν προσφερομένας θυσίας ἐδέχετο. εἰκότως αὐτοὺς αἰχμαλωσίαι παραδ ού οὺ ς καὶ ἀποστραφεὶς, καὶ τὰ ὑπ’ αὐτῶν προσενεχθέντα σκεύη. δι’ ὧν αὐτὸν θεραπεύειν ἐνόμιζον. σὺν αὐτοῖς αἰχμάλωτα δέδωκεν· ὁ γὰρ τοὺς λογικοὺς παραδοὺς τιμωρίαι; τί δηποτε τῶν ἀψύχων ἐφείδετο· διδάσκει δὲ αὐτοὺς καὶ δι’ αὐτῶν τῶν πραγμάτων· ὅτι βαβυλωνίων τῶν βαρβάρων τῶν δυσσεβῶν κατ’ οὐδὲν διαφέρουσιν. ἀσεβοῦσι γὰρ ὥ σπερ ἐκεῖνοι μᾶλλον δὲ πλέον ἤπερ ἐκεῖνοι. οἱ μὲν γὰρ οὔτε νόμον δ ε ξάμενοι. οὔτε προφητῶν ποδηγῶν ἀπολαύσαντες, ἀγ ν οία κατεί χοντο· οἱ δὲ ὑπὸ μυρίων παλαιῶν τε καὶ νέων φωτιζόμενοι προ φητῶν· καὶ μυρίων ὅσων θαυμάτων αὐτόπται γενόμενοι. κατεφρόνουν μὲν τοῦ τῶν ὅλων θεοῦ θυ · τὰ δὲ ἄψυχα εἴδωλα θεραπεύοντες διετέλουν. παραδέδωκε τοίνυν τοῖς βαρβάροις τὰ σκεύη. μονονουχὶ λέγων δι αὐτῶν τῶν πραγμάτων· ὅτι κατ’ οὐδὲν τῶν βαρβάρων διαφέρετε· ὁ μοίως γὰρ αὐτὰ καὶ ὑμεῖς ταῖς παρανομίαις μολύνετε· καὶ ἶσον ἐστὶν ὑμᾶς τὲ ταῦτα ἔχειν καὶ βαβυλωνίους· ἀσέβεια γὰρ καὶ ὑμῶν κακεί νων κρατεῖ· τοὺς μὲν οὖν ἰουδαίους, ἱκανὸν ἦν τοῦτο καὶ ἐλέγξαι καὶ παιδεῦ σαι. καὶ ὠφέλειαν οὐ μικρὰν πραγματεύσασθαι. οἱ δὲ βαβυλώνιοι ἡνίκα μὲν ἐτίμησαν· ὡς ἐνόμισαν τὰ σκεύη. ἀνθρωπείας μὲν αὐτὰ χρήσεως ἔξω πεποιηκότες· τοῖς ὑπ’ αὐτῶν δὲ προσκυνουμένοις ἀνατεθεικότες θε οῖς, τῶν λυπηρῶν οὐδαμῶς ἐπειράθησαν· ἐπειδὴ δὲ βαλτάσαρ ὁ βασιλεὺς χρήσασθαι τούτοις ἐτόλμησεν ἑστιώμενος, ἐκολάσθη μὲν παραυτίκα καὶ τὴν ἀξίαν ἔτισε δίκην· ἐδίδαξε δὲ ἅπαντας διὰ τῆς τιμωρίας· πόση τοῦ θεοῦ θυ τῶν σκευῶν ἐκείνων ἡ δύναμις· καὶ οὐκ ἄκων ἀπεστερήθη τῶν ἑαυτοῦ. ἀλλ’ ἑκὼν αὐτὰ προδέδωκε; διὰ τὴν πολλὴν τοῦ λαοῦ παρανο μίαν· τοῦτο καὶ ἐπὶ τῆς κιβωτοῦ πάλαι πέποίηκεν. ἐπειδὴ γὰρ ὀφνὶ καὶ φινεὲς οἱ ἠλεὶ τοῦ ἱερέως παῖδες παράνομοι καὶ βδελλυροὶ ταύτην λαβόντες εἰς ἐπικουρίαν τῶν ὁμοφύλων ἐξῆλθον. ἐλέγχει μὲν αὐτῶν τὴν ἀσέβειαν ὁ θεὸς θς . οὐδὲ μιᾶς ἀξιώσας προνοίας· ἀξία δὲ σφαγῆ παρα δοὺς, τήν τε κιβωτὸν παραδίδωσι τοῖς ἀλλοφύλοις· πάλιν τὸν ἰσραὴλ ιηλ παιδεύων καὶ διδάσκων. ὡς οὐκ αὐτῶι χρεῖα τῆς κιβωτοῦ. ἀλλ αὐτῶν ἕνεκεν αὐτὴν κατεσκεύασε· περιττὴ δὲ αὐτοῖς ἡ ταύτης χρεία ἀδεῶς τὸν θεῖον παραβαίνουσι νόμον. καὶ ἀσεβεία συζῆν προαιρουμένοις· ἵνα δὲ μὴ μέγα φρονήσαντες οἱ ἀλλόφυλοι ὡς αὐτοὶ περιγενόμενοι τοῦ θεοῦ θυ · ἐνόμι ζον γὰρ αὐτὸν εἶναι τὸν τῶν ἰουδαίων θεὸν θν , τὴν κιβωτόν. τεκμηρίωι χρώμενοι τ ῆι τῶν οἰκείων εἰδώλων κατασκευῆι. καὶ πολλὴν ἐντεῦθεν ἐπισπάσων ται βλάβην. ὡς αἰχμάλωτον λαβόντες τὸν τῶν ἰουδαίων θεὸν θν · καὶ οἷόν τι ἀριστεῖον τοῖς οἰκείοις ἀνατεθεικότες θεοῖς. παρασκευάζει μὲν τὸν δαγὼ τὸ ὑπ αὐτῶν προσκυνούμενον εἰδωλον· πεσεῖν τὲ καὶ πρὸ τῆς κιβωτοῦ συντρι βῆναι, καὶ τὸ τῆς προσκυνήσεως ὑποδεῖξαι σχῆμα. καὶ ὁμολογῆσαι διὰ τῶν πραγμάτων τὴν ἧτταν· καὶ τὴν τοῦ ἐνοικοῦντος δαίμονος, ὑποδεῖξαι δ ουλείαν καὶ τοῦτο οὐχ ἅπαξ ἀλλὰ καὶ δὶς καὶ πολλάκις. ἐπιφέρει δὲ καὶ αὐτοῖς δι αφόρους πληγάς· ἕως οὗ τὴν κιβωτὸν ἀπέδοσαν. καὶ ἀναθέματα δηλοῦντα τὴν τιμωρίαν ἀν έ θεσαν. διπλὴ τοίνυν καὶ τηνικαῦτα. καὶ ἐπὶ τοῦ ναβουχο δονόσορ ἡ ὠφέλεια γεγενηται· οὐ γὰρ μόνον ἰουδαίους ἀλλὰ καὶ βαρβάρους ὠ φέλησεν ἡ πρὸς βραχὺ παρὰ τοῦ θεοῦ θυ γενομένη συγχώρησις· καὶ εἶπεν ὁ βασιλεὺς ἀσφανὲχ τῶι ἀρχιευνούχωι αὐτοῦ. εἰσαγαγεῖν ἀπὸ τῶν υἱῶν τῆς αἰχμαλωσίας τῶν υἱῶν ἰσραὴλ ιηλ . καὶ ἀπὸ τοῦ σπέρματος τῆς βασιλείας. καὶ ἀπὸ τῶν πορθμὶν νε ανίσκους ἐν οἷς οὐκ ἔστιν ἐν αὐτοῖς μῶμος καὶ καλοὺς τῆι ὄψει· καὶ συνιέντας ἐν πάσηι σοφίαι· καὶ γινώσκοντας γνῶσιν. καὶ σοφίαν. καὶ διανοουμένους φρόνησιν· καὶ οἷς ἐστὶν ἰσχὺς ἐν αὐτοῖς τοῦ ἐστάναι ἐν οἴκωι τοῦ βασιλέως· καὶ τοῦ διδάξαι αὐτοὺς γράμματα. καὶ γνῶσιν γλῶσσαν χαλδαίων: ὁ μὲν οὖν τῶν ὅλων θεὸς θς · ἐξ ελεξατο τὰ μωρὰ τοῦ κόσμου· καὶ τὰ ἀσθενῆ καὶ τὰ ἐξουθενημένα. ἵνα διὰ τούτων καταισχύνη τοὺς σοφοὺς καὶ δυνατούς· ἄνθρωποι ἀνοι δὲ σωμάτων ὥραν καὶ μέ γεθος καὶ ῥώμην ἐπιζητοῦσι. καὶ σοφίαν οὐ τὴν τὰ θεῖα γινώσκουσαν· ἀλλὰ τὴν εὐγλωττίαι κεκομψευμένην. ἔστι τοίνυν καὶ ἐντεῦθεν μαθεῖν, ὁπόσον τῶν θείων καὶ ἀνθρωπίνων τὸ μέσον. δηλοῖ δὲ τοῦ βασιλέως τὴν ἀλαζονείαν· τὸ μὴ μόνον τοὺς ἄλλους αἰχμαλώτους ὑπηρέτας ἐθελῆσαι λαβεῖν ἀλλὰ καὶ τοὺς ἐκ τοῦ βασιλικοῦ γένους ὑπάρχοντας· πληροῦται δὲ ὅμως ἐνταῦθα ἡ ἡσαΐου πρόρρησις, ἣν ἐζεκίαι προεῖπεν τῶι βασιλεῖ. ἄκουσον γάρ φησὶ λόγον κυρίου κυ σαβαὼθ, ὃν ἐλάλησε πρός με· ἰδοὺ ἡμέραι ἔρχονται. καὶ λή ψονται πάντα τὰ ἐν τῶι οἴκω σου· καὶ ὅσα συνήγαγον οἱ πατέρες πρες σου ἕως τῆς ἡμέρας ταύτης, εἰς βαβυλῶνα ἥξει· καὶ οὐδὲν οὐ μὴ καταλίπωσιν. εἶπεν δὲ ὁ θεὸς θς ὅτι καὶ ἀπὸ τῶν τέκνων σου ὧν γεννήσεις λήψονται· καὶ ποιήσουσι σπάδοντας ἐν τῶι οἴκωι βασιλέως τῶν βαβυλωνίων. ταύτης ἡμᾶς τῆς προφητείας ἀν αμιμνήσκων ὁ μακάριος δανιὴλ, φησὶ προστάξαι τὸν βασιλέα εἰσαγαγεῖν ἀπὸ τῆς αἰχμαλωσίας τῶν υἱῶν ἰσραὴλ ιηλ καὶ ἀπὸ τοῦ σπέρματος τῆς βασιλείας καὶ ἀπὸ τῶν πορθμὶν νεανίσκους· πορθμὶν δὲ τοὺς πάρθους ἐκάλεσε τῆι ἑβραΐδι φω νῆι ὁ δὲ σύμμαχος τὸ πορθμὶν ἐπιλέκτους ὠνόμασε· καὶ ἡρμήνευσε· καὶ διέτα ξεν αὐτοῖς ὁ βασιλεὺς τὸ τῆς ἡμέρας καθ’ ἡμέραν ἀπὸ τῆς τραπέζης τοῦ βασιλέως. καὶ ἀπὸ τοῦ οἴνου τοῦ ποτοῦ· καὶ ἐκθρέψαι αὐτοὺς ἔτη τρία. καὶ μετὰ ταῦτα στῆναι ἐνώπιον τοῦ βασιλέως· καὶ ἐγένετο ἐν αὐτοῖς ἐκ τῶν υἱῶν ἰούδα. δανιήλ. καὶ ἀνανίας καὶ ἀζαρίας καὶ μισαήλ: ἐνταῦθα μὲν οὖν τὴν τοῦ βασιλέως ἡμᾶς διδάσκει φιλοτιμίαν. ὅτι οὐχ ὡς δοριαλώτοις εὐτελῆ τινὰ καὶ δουλοπρεπῆ παρεῖχε τροφὴν. ἀλλὰ τῆς βασιλικῆς αὐτοὺς τραπέζης, ἀπολαύειν ἐκέλευσε· μετὰ βραχέα δὲ τὴν σφῶν αὐτῶν ἐγκράτειαν καὶ φιλοσοφίαν διδάσκει· οὐ φιλοτιμίαι χρώμενος ἀλ λ’ ὠφελείας διδασκαλίαν. τοῖς ὠφελεῖσθαι προαιρουμένοις προτεθεικώς. ἔστι δὲ αὐτοῦ ἰδεῖν. καὶ τὸ μέτριον τοῦ φρονήματος· εἰρηκὼς γὰρ ἄνω. ὅτι ἀπὸ τοῦ τῆς βασιλείας σπέρματος προσέταξεν ὁ βασιλεὺς ἐκλεγῆναι νεανίσκους κάλλει λάμπον τας, καὶ μεγέθει διαπρέποντας. καὶ τεθεικὼς ἐνταῦθα τὰ τῶν προσώπων ὀ νόματα, τῆς ἰούδα φυλῆς ἁπλῶς ἐμνημόνευσε καὶ τὴν τῆς βασιλείας συγ γένειαν ἔκρυψε· καὶ ἐπέθηκεν αὐτοῖς ὁ ἀρχιευνοῦχος ὀνόματα τῶ δανιὴλ βαλτάσαρ καὶ τῶ ἀνανία σεδρὰχ καὶ τῶ ἀζαρία μισὰχ· καὶ τῶ μισαὴλ ἀβδεναγώ: καὶ τοῦτο δὲ παρά τισι δεσποτείας νενόμισται δίκαιον. ὠνούμενοι γὰρ οἰκέτας, τὰς προσηγορίας ἀμείβουσιν· ἵνα καὶ τῆι τῆς προσηγοριας ἐναλλαγῆι τὴν δουλείαν γνωρίζωσι· τοῦτο καὶ ἐνταῦθα ὁ ἀρχιευνοῦχος ἐποίησε· καὶ τὰς ἑβραϊκὰς ἀφελὼν προσηγορίας; χαλδαϊκὰς ἐπέθηκεν· ἐπειδὴ καὶ τὴν χαλδαίων γλῶσσαν μαθεῖν ὁ βασιλεὺς παρηγγύησε· καὶ ἔθετο δανιὴλ ἐν τῆι καρδίαι αὐτοῦ τοῦ μὴ ἁλισγηθῆναι ἐν τῆι τραπέζηι τοῦ βασιλέως. καὶ ἐν τῶι οἴνω τοῦ πότου αὐτοῦ· καὶ ἠξί ωσε τὸν ἀρχιευνοῦχον ὅπως μὴ ἁλισγηθ’: οἱ γὰρ φιλόθεοι οὐκ ἐν τόπω ζητοῦσι τὸν ἐπὶ πάντων θεόν θν . ἀλλ’ ἔνθα ἂν ἀφίκωνται, τὴν αὐτὴν αὐτῶι θεραπείαν προσφέ ρουσι· καὶ ἐν κακοπραγίαις ὄντες, ὡς αὓτως τὸν οἰκεῖον προσκυνοῦσι δη μιουργόν· ἐνταῦθα δὲ πολλὴν ἐστὶν εὑρεῖν θαύματος ὑπερβολήν· παῖδες γὰρ παρὰ ἰουδαίοις τεθραμμένοι. καὶ τὴν τοπικὴν τοῦ θεοῦ θυ λατρείαν μεμαθηκότες· εἶτα τὴν ξένην οἰκοῦντες καὶ δουλεύειν ἠναγκασμένοι· νέαν ἄγοντες κομιδὴ τὴν ἡλικίαν ὑπὸ νόμοις ἑτέροις ἀναγκαζόμενοι ζῆν, τὴν πατρώαν εὐ σέβειαν φυλάττειν σπουδάζουσι· καὶ ἐπειδὴ τοὺς βαβυλωνίους ἑώρων ταῖς μὲν τῶν εἰδώλων ἐπικλήσεσι τὰ ὄψα μολύνοντας· σπονδαῖς δὲ τὸν οἶνον μιαίνοντας τῆς ὁρωμένης καταφρονήσαντες σωτηρίας. καὶ τῆς βασιλικῆς πανδαι σίας τὴν ἡδονὴν πατήσαντες· τὸν ἀρχιευνοῦχον ἱκετεύουσι παραχωρῆσαι σφῖσιν αὐτοῖς τῶν βασιλικῶν σιτίων, παραιτουμένοις μεταλαβεῖν· καὶ ἔδωκεν ὁ θεὸς θς τὸν δανιὴλ εἰς ἔλεον καὶ οἰκτιρμὸν, ἐνώπιον τοῦ ἀρχι ευνούχου· ἀκολουθεῖ γὰρ ταῖς γνώμαις ἡ θεῖα κηδεμονία. καὶ ἅμα τὰ θεῖα προείλοντο καὶ τῆς θείας ἐπικουρίας ἀπήλαυσαν. τοῦτο καὶ ἐπὶ τοῦ ἰωσὴφ γεγενήμενον ἐστὶν εὑρεῖν· ἦν γάρ φησι κύριος κς μετὰ ἰωσὴφ καὶ ἦν ἀνὴρ ἐπιτυγχάνων· καὶ κατέχεεν αὐτοῦ ἔλεον καὶ χάριν ἐναντίον τοῦ δεσμοφύλακος. διδασκόμεθα τοίνυν καντεῦθεν. ὡς οὐδένα τῶν εἰς αὐτὸν πεπιστευκότων ἀτημέλητoν πώποτε καταλέλοιπεν ὁ θεός θς . διὸ δὴ καὶ ἕτερος προφήτης βοᾶ. ἐρωτήσατε γενεὰς τὰς γενομένας προτέρας ὑμῶν· τίς ἐνεπίστευσε κυρίωι κωι καὶ κατησχύν θη· καὶ εἶπεν ὁ ἀρχιευνοῦχος τῶι δανιὴλ. φοβοῦμαι ἐγὼ τὸν κύριόν μου τὸν βασιλέα τὸν ἐκτάξαντα τὴν βρῶσιν ὑμῶν καὶ τὴν πόσιν ὑμῶν· μήποτε ἴδη τὰ πρόσωπα ὑμῶν σκυθρωπά· παρὰ τὰ παιδάρια τὰ συνήλικα ὑμῶν. καὶ καταδικάσητε τὴν κεφαλήν μου τῶ βασιλεῖ· οὐκ ἄλογον τοῦ ἀρχιευνούχου τὸ δέος ἄνθρωπος ἄνος γὰρ ἦν πνευματι πνι κῆς χάριτος οὐ γεγευμένος ἀνθρωπίνως δὲ σκοπῶν τὰ ἀνθρώπινα. καὶ ἡγού μενος ἐκ μόνης δύνασθαι τῆς τῶν ἐδεσμάτων πολυτελείας, τρέφεσθαί τε καὶ ἀνθεῖν τὰ σώματα. διὸ ἐδεδοίκει μὴ τῶν μὲν πολυτελῶς τρεφο μένων. τούτων δὲ ἀσκητικῶς βιοτευόντων. διαφορά τις ἐν τοῖς προ σώποις φανῆ. καὶ τιμωρίαν ἐσχάτην ὑπομείνη παρὰ τοῦ τἀναντία προστεταχότος βασιλέως. ἀλλ’ ἐπειδὴ τοῦτον εἶδεν δειμαίνοντα ὁ μα κάριος δανιὴλ. μεταφέρει πρὸς τὸν ἀμελασὰρ τὴν παράκλησιν. ὃν κατέστησεν ὁ ἀρχιευνοῦχος κηδεμόνα. αὐτῶι τὲ καὶ ἀνανία καὶ ἀζαρίαι καὶ μισαήλ· καὶ φησί· πείρασον δὴ τοὺς παῖδάς σου ἡμέρας δέκα· καὶ δότω σαν ἡμῖν ἀπὸ τῶν σπερμάτων καὶ φαγόμεθα. καὶ ὕδωρ πιόμεθα. καὶ ὀφθήτωσαν ἐνώπιόν σου αἱ ἰδέαι ἡμῶν· καὶ αἱ ἰδέαι τῶν παιδαρίων τῶν ἐσθιόντων τὴν τράπεζαν τοῦ βασιλέως. καὶ καθὼς ἂν ἴδης ποίησον μετὰ τῶν παίδων σου: oὐδὲν τῆς εἰς θεὸν θν πίστεως ἰσχυ ρότερον. καὶ τοῦτο πολλαχόθεν μὲν καὶ ἄλλαχόθεν ἐστὶ μαθεῖν. οὐχ’ ἥκιστα δὲ. καὶ ἐκ τῶν τοῦ θεσπεσίου δανιὴλ ῥημάτων· τὸ γὰρ πιστεῦσαι τὲ καὶ θαρρῆσαι ὡς τῆς θείας ῥοπῆς ἀπολαύσεται· καὶ μὴ ἐσθίων τῶν ἐσθιόντων καὶ τρυφώντων καὶ τῆς βασιλικῆς χλιδῆς ἀπολαυόντων· εὐπρεπέστερός τε καὶ περικαλλέστερος καὶ μείζων φανήσεται, ποῖαν εὐσεβείας ὑπερβολὴν καταλείπει· καλῶς δὲ καὶ τῶι πιθανῶι τὴν ἱκετείαν ἐκέρασε· πείρασον γάρ φησι τοὺς παῖδάς σου ἡμέρας δέκα καὶ δότωσαν ἡμῖν ἀπὸ τῶν σπερμάτων καὶ φαγόμεθα καὶ ὕδωρ πιόμεθα. καὶ γενοῦ σὺ τῶν προσώπων κριτής κἂν εὕρης βλάβην τινὰ γενομένην τοῖς σώμασιν· ἐκ τῆς τοιαύτης τροφῆς, τὸ μὲν δοκοῦν σοι κελεύσεις ἡμεῖς δὲ οὐκ ἀντιλέ ξομεν. τοσαύτην εἶχε παιδόθε ὁ θεῖος ἀνὴρ καὶ τῶν θείων νόμων φροντίδα. καὶ πίστιν περὶ τὸν νομοθέτην. καὶ ὁ μὲν ταῦτα ἐλεγεν. ὁ δὲ, τὴν ἱκετείαν ἐδέχετο· καὶ εἰσήκουσε γάρ φησιν αὐτῶν εἰς τὸ ῥῆμα τοῦτο καὶ ἐπείρασεν αὐτοὺς ἡμέρας δέκα καὶ μετὰ τὸ τέλος τῶν δέ κα ἡμερῶν, ὡράθησαν αἱ ἰδέαι αὐτῶν ἀγαθαί· καὶ αὐτοὶ ἰσχυ ροὶ ταῖς σαρξὶν ὑπὲρ τὰ παδάρια τὰ ἐσθίοντα τὴν τράπεζαν τοῦ βασιλέως: ἔτυχε γὰρ ὧν ἤθελησεν ὁ θεῖος οὗτος προφήτης καὶ τὰς ὑ ποσχέσεις ὑπέδειξεν ἀληθεῖς τῶι τὴν ἐπιμέλειαν αὐτῶν ἐγκεχειρισμέ νωι τῆς γὰρ θείας χάριτος ἀπολαύσαντες· ὤφθησαν ἀμείνους πολλῶ τῶν τῆς βασιλικῆς ἀπολαυόντων τροφῆς· καὶ ἐγένετο ὁ ἀμελασὰρ ἀναιρούμενος τὸ δεῖπνον αὐτῶν καὶ τὸν οἶνον τοῦ πόματος αὐτῶν· καὶ ἐδίδου αὐτοῖς σπέρματα· καὶ διπλοῦν ἐκαρπώσατο κέρδος πρῶ τον μὲν γὰρ μεμάθηκεν ὡς δυνατὸν. καὶ νηστείαι χρώμενον σωματικὴν ῥώμην καὶ εὐπρέπειαν κτήσασθαι. ἔπειτα δὲ καὶ τὴν ἐκείνοις χορηγουμένην. αὐτὸς λαμβάνων τροφὴν, προθυμότερον αὐτοῖς ἐχορήγει τὰ ποθούμενα σπέρματα· ἔπειτα ἐπειδὴ περὶ ἑαυτοῦ μόνου διεξῆλθεν ὁ δανιὴλ, ἀναγκαίως καὶ τοὺς κοινοὺς τῆς εὐσεβείας εἰς μέσον καλεῖ καὶ φησί. καὶ τοῖς παι δαρίοις τοῖς τέσσαρσιν ἔδωκεν αὐτοῖς ὁ θεὸς θς σύνεσιν καὶ φρό νησιν ἐν πάση γραμματικῆι καὶ σοφίαι· οὐ γὰρ ἡ χαλδαίων φησὶ παιδεία συνετοὺς αὐτοὺς ἀπέφηνε καὶ σοφίας ἁπάσης ἐνέπλησεν ἀλλ’ ἐκ θείας χά ριτος καὶ συνέσεως καὶ σοφίας· καὶ πάσης ἐπιστήμης ἀξιωθέντες· κρείτ τους ἁπάντων ἐδείχθησαν· καὶ δανιὴλ φησὶ συνῆκεν ἐν πάσηι ὁράσει καὶ ἐνυπνίοις· παιδόθεν γὰρ θείας ἀποκαλύψεις ἑώρα· οὐκ ὄναρ μόνον. ἀλλὰ καὶ ὕπαρ. καὶ ἑρμηνευειν δὲ ἠδύνατο τὰ τοῖς ἄλλοις ἀποκαλυπτόμενα· τὸ γὰρ συνῆκε, τοῦτο παραδηλοῖ· διδασκόμεθα δὲ κἀντεῦθεν ὡς ὅτι οὐκ οἶδεν ἡλικίας διαφορὰν ὁ τῶν ὅλων θεός θς · ἀλλ’ εὐσέβειαν μόνην καὶ φιλοθεΐαν ζητεῖ· κἂν εὕρη αὐτὴν ἐν νέωι· πολλῶν τοῦτον προτίθησι πρεσβυτέρων· τοῦτο δὲ καὶ ἐπὶ τοῦ ἰω σήφ ἔστιν αὐτὸν εὑρεῖν πεποιηκότα· καὶ ἐπὶ σαμουὴλ τοῦ προφήτου· παιδίω γὰρ ὄν τι κομιδὴ νέωι καὶ ἐπιφανεῖ, καὶ τὰς κατὰ τοῦ πρεσβύτου τιμωρίας προαγο ρεύειν ἐκέλευσεν· εἰς κατηγορίαν μὲν τοῦ γεγηρακότος· εἰς ἀπόδειξιν δὲ, τῆς ἐπαν θούσης τῶι μειρακίωι χάριτος· καὶ μετὰ τὸ τέλος τῶν ἡμερῶν ὧν εἶπεν ὁ βασιλεὺς εἰσαγαγεῖν αὐτοὺς· εἰσήγαγεν αὐτοὺς ὁ ἀρχιευ νοῦχος ἐνώπιον ναβουχοδονόσορ. καὶ ἐλάλησε μετ’ αὐτῶν ὁ βασιλεὺς καὶ οὐχ εὑρέθησαν ἐκ πάντων αὐτῶν, ὅμοιοι δανιὴλ καὶ ἀνανία, καὶ ἀζαρία· καὶ μισαήλ καὶ ἔστησαν ἐνώπιον τοῦ βασιλέως καὶ ἐν παντὶ ῥήματι σοφίας καὶ ἐπι στήμης ὑπὲρ ὧν ἐζήτησεν ὁ βασιλεὺς παρ’ αὐτῶν· εὗρεν αὐτοὺς δεκαπλασίονας ὑπὲρ πάντας τοὺς ἐπαοιδοὺς καὶ μάγους τοὺς ὄντας ἐν πάσηι τῆι βασιλεία αὐτοῦ: ἀλλ’ ὁ μὲν ἀμελασὰρ, ἤιδει τὴν τῶν ἐδεσμάτων διαφοράν. καὶ ἔμαθε πάντως τῆς θείας χάρι τος τὴν ἰσχύν· ὁ δὲ βασιλεὺς, τέως ἐγνώκει τούτων οὐδέν· πῶς γὰρ ἂν ἔμαθεν. τῆς μὲν τροφῆς ὁμοίως παρ’ αὐτοῦ χορηγουμένης. ὑπὸ δὲ τοῦ ἀμελασὰρ ἀνα λισκομένης· ἀλλ’ ὅμως οὐ μικρὰν καὶ οὕτως οὖτος ὠφέλειαν ἐδέξατο· πάντων αὐτοὺς τῶν ἐξ ἑτέρων ἐθνῶν ἐκλεγέντων ἀμείνους εὑρών. κάλλει μὲν καὶ μεγέθει, σώματος σοφία δὲ καὶ συνέσει ψυχῆς, ῥυθμῶι τὲ λόγων. καὶ πάση λογικῆι ἐπιστήμη· τὰς δὲ συγκρίσεις, οὐχ ἁπλῶς ἐποιήσατο· ἀλλ’ ἐρωτήσεις τινὰς προσενεγκὼν· τὴν πεῖραν ἔλαβε τῆς ἀληθείας διδάσκαλον καὶ εὗρεν αὐτοὺς, οὐχ ἁπλῶς ὑπερκειμένους. ἀλλὰ δέκα μοίραις ἀμείνους ὑπάρχοντας· καὶ τέως μεμάθηκεν ὅτι τῶν ἄλλων ἁπάντων ἐθνῶν ἰουδαῖοι σοφώτεροι· ταῦτα εἰρηκὼς ἐπήγαγε· καὶ ἐγένετο δανιὴλ ἕως ἔτους ἑνὸς κύρου τοῦ βασιλέως: οὐχ ἁπλῶς δὲ τοῦτο προστέθεικεν ἀλλὰ τῆς προφητείας ἁπάσης τὸν χρόνον δῆλον ποιῆσαι θελήσας· τούτου χάριν καὶ τὴν ἀρχὴν ἡμᾶς τῆς προφητείας ἐδίδαξεν καὶ τὸ τέλος προστέθεικεν· ἵνα τῶν μεταξὺ βασιλέων ἀ ριθμοῦντες τὰ ἔτη· μάθωμεν ἅπαντα τῆς προφητείας τὸν χρόνον. πρὸς δὲ τούτοις ἡμᾶς διδάσκει. ὅτι καὶ τὸν ποιησάμενον τῆς αἰχμαλωσίας τὴν ἄφεσιν ἐθεάσατο κύρον· κἂν τῶι παρόντι βίω παραψυχῆς ἀπή λαυσε τὴν τῶν ὁμοφύλων ἐλευθερίαν ἰδών. ἐν αὐτῶι γὰρ τῶι πρώτωι ἔ τει τῆς βασιλείας ὁ κῦρος ἐπανελθεῖν εἰς τὴν ἰουδαίαν· τοὺς βουλομενους τῶν ἰουδαίων προσέταξε· καὶ τὸν θεῖον ἀνεγεῖραι νεών. παρ’ αὐτοῦ τοῦ μακαρίου δανιὴλ τὴν ἡσαΐου τοῦ προφήτου πρόρρησιν διδαχθείς· ἐκεῖ νος γὰρ διαρρήδην ἐβόα λέγων ἱερουσαλὴμ ἰλημ ὠκοδομήθη. καὶ ταῖς πόλεσι τῆς ἰουδαίας κατοικηθήσεσθαι. ὁ λέγων κύρω φρονεῖν καὶ πάντα τὰ θελήματά μου ποιήσεις· τάδε λέγει κύριος κς τῶι χριστῶι μου κύρωι οὗ ἐκράτησα τῆς χειρὸς αὐτοῦ· ὑπακούσει ἔμπροσθεν αὐτοῦ ἔ θνη καὶ πόλεις οὐ συγκλεισθήσονται· ἐγὼ προπορεύσομαι πρὸ προ σώπου σου· καὶ ὄρη ὁμαλιῶ· πύλας χαλκᾶς συντρίψω καὶ μοχλοὺς σιδηροῦς συνθλάσω· θησαυροὺς σκοτεινοὺς ἀποκρύφους ἀοράτους ἀνοίξω σοι· ταῦτα μαθὼν ὁ κύρος, τοῖς βουλομένοις τῶν ἰουδαίων· τὴν εἰς τὴν ἐνεγκοῦσαν ἐπάνοδον ἐχαρίσατο. καὶ ἡ βίβλος δὲ τῶν παραλειπομένων, τὸν χρόνον ἡμᾶς διδάσκει· ἔτει γάρ φησι κύρου πρώτωι τοῦ βασιλέως περσῶν. μετὰ τὸ πληρωθῆναι τὸ ῥῆμα κυρίου κυ · διὰ στόματος ἱερεμίου· ἐξήγειρε κύριος κς τὸ πνεῦμα πνα κύρου τοῦ βασιλέως περσῶν. καὶ παρήγγειλε κύρος κηρύξαι ἐν πάσηι τῆι βασιλείαι αὐτοῦ ἐν λόγοις γραφῆς λέγων· τάδε λέγει κύρος βασιλεὺς περσῶ ν πάσας τὰς βασιλείας τῆς γῆς· ἔδωκέ μοι κύριος κυ ὁ θεὸς θς τοῦ οὐραν οῦ · καὶ αὐτὸς ἐνετείλατό μοι οἰκοδομῆσαι αὐτῶι οἶκον ἐν ἱερουσαλὴμ ἱλημ τῆι ἐν τῆι ἰουδαίαι, εἴ τις ἐν ὑμῖν ἐκ παντὸς τοῦ λαοῦ αὐτοῦ· κύριος κς ὁ θεὸς θς ἔσται μετ αὐ τοῦ, καὶ ἀναβήτω· τούτου χάριν καὶ ὁ μακάριος δανιὴλ τὸν τῆς προφη τείας διδάσκων χρόνον· ἐντέθεικε τοῖς οἰκείοις συγγράμμασι τὸ ἐγένετο δανιὴλ ἕως ἔτους ἑνὸς κύρου τοῦ βασιλέως· ἡμεῖς δὲ ἠ θ ι κ όν ἐνταῦθα τὸν ἀκροατὴν διαναπαύσαντες, τὸν ἀγαθὸν δεσπότην ὑ μνήσωμεν· τὸν πατάσσοντα καὶ ἰώμενον· μαστιγοῦντα καὶ ἰατρεύον τα· τιμωρίαι καὶ ανθρωπία φιλανια χρώμενον αὐτῶι ἡ δόξα εἰς τοὺς αἰῶ νας τῶν αἰώνων ἀμήν : --