Ἀποστραφήτωσαν οἱ ἁμαρτωλοὶ εἰς τὸν ᾅδην, πάντα τὰ ἔθνη τὰ ἐπιλανθανόμενα τοῦ θεοῦ· ὅτι οὐκ εἰς τέλος ἐπιλησθήσεται ὁ πτωχός, ἡ ὑπομονὴ τῶν πενήτων οὐκ ἀπολεῖται εἰς τὸν αἰῶνα. Νῦν μὲν γὰρ ἐπαίρονται οἱ ἀσεβεῖς ἀναισθήτως ἔχοντες τῶν ἰδίων κακῶν· ἔσται δὲ καιρὸς τῆς κρίσεως τοῦ θεοῦ, ἐν ᾧ χωρήσαντες εἰς τὸν ᾅδην καὶ δίκας δόντες τῶν πεπλημμελημένων αὐτοῖς ἐκεῖ γενόμενοι ἐπιστραφήσονται· πᾶς δὲ ἄνθρωπος τοῦ θεοῦ, εἰ καὶ ἐν τῷ παρόντι βίῳ τεταπείνωται, πτωχεύων τῷ πνεύματι καὶ καταπατούμενος ὑπὸ ἀσεβῶν ὼς δοκεῖν τινα λήθην αὐτοῦ πεποιῆσθαι τὸν θεόν, ἀλλ’ οὐ πάμπαν ἀποβέβληται· οὐ γὰρ εἰς τέλος ἐπιληθήσεται ὁ πτωχός · ἡ γὰρ ὑπομονὴ καὶ ἣν ἐδείκνυται πρὸς τὸν παρόντα καιρὸν καρτερίαν οὐκ ἄκαρπον ἕξει τὸ τέλος. Ἀνάστηθι, κύριε, μὴ κραταιούσθω ἄνθρωπος, κριθήτωσαν ἔθνη ἐνώπιόν σου· κατάστησον, κύριε, νομοθέτην ἐπ’ αὐτούς, γνώτωσαν ἔθνη, ὅτι ἄνθρωποί εἰσιν. Διεγείρει τὸν θεὸν ὡς τῆς ἀνοχῆς αὐτοῦ καὶ τοῦ πλούτου τῆς χρηστότητος καὶ τῆς μακροθυμίας ἀναβολὴν μὲν ἐμποιούσης αὐτῷ, ἐπιτρίβειν δὲ τοῖς ἀσεβέσιν ἀνθρώποις. ἐπειδὴ τοίνυν ὁ λόγος ηὔξατο κριθῆναι πάντα τὰ ἔθνη ἐναντίον τοῦ θεοῦ, σφόδρα ἀκολούθως πρὸ τῆς μελλούσης κρίσεως ἀξιοῖ νομοθέτην τοῖς ἔθνεσι δοθῆναι καὶ νόμον αὐτοῖς παραδοθῆναι, ὡς ἂν διὰ τοῦ νόμου γνῶσιν ἀναλάβοιεν, ὅτι ἄνθρωποί εἰσιν, ἀλλ’ οὐ θῆρες ἄγριοι οὔτε ἑρπετὰ καὶ ἄλογα κτήνη, οἷς οὐ πρόσεστι νόμος· μόνη γὰρ ἡ τῶν ἀνθρώπων φύσις νόμου δεκτικὴ τυγχάνει, ἅτε δὴ λόγου μετέχουσα διακριτικοῦ· διό φησι· κατάστησον, κύριε, νομοθέτην αὐτοῖς . ὥρα γοῦν ἐπιστῆσαι, πότερον τὸν Μωυσέως νόμον βούλεται τοῖς ἔθνεσιν δοθῆναι καὶ Μωυσῆν αὐτοῖς νομοθέτην καταστῆναι τὸν πάλαι ἐξ ἀνθρώπων γεγενημένον ἢ θεσπίζει διὰ τούτων νομοθέτην ἕτερόν τινα ἀναφανῆναι, καὶ τοῦτον μὴ Ἰουδαίοις νόμοις, ἀλλὰ καὶ πᾶσιν τοῖς ἔθνεσιν· νόμον τε ἕτερον δοθῆναι παρὰ τὸν ὑπὸ Μωσέως διατεταγμένον. εἰ μὲν γὰρ τὸ εὐαγγελικὸν κήρυγμα καὶ ὁ τῆς καινῆς διαθήκης νόμος εἰς ἅπαντα προεληλύθει τὰ ἔθνη, κἂν ἐχρῆν ἄλλον τινὰ προσδοκᾶν νομοθέτην γενησόμενον τοῖς ἔθνεσιν· αὑτὴ δὲ ἡ ἐνέργειᾳ τῶν πραγμάτων βοᾷ διὰ τοῦ σωτῆρος ἡμῶν Χριστοῦτὸν τῆς καινῆς διαθήκης νόμον πάντων κεκρατηκέναι τῶν ἐθνῶν· ὥρα δὲ καὶ τὸν νομοθέτην γνωρίζειν, καὶ τὸν παρ’ αὐτοῦ τοῖς ἔθνεσιν παραδοθέντα καινὸν νόμον, περὶ οὗ καὶ ἐν Ἡσαίᾳ λέλεκται ἐκ προσώπου τοῦ πατρός· ἰδοὺ ὁ παῖς μου, ὃν ᾑρέτισα, ὁ ἐκλεκτός μου εἰς ὃν ηὐδόκησεν ἡ ψυχή μου. κρίσιν τοῖς ἔθνεσιν ἐξοίσει. οὐκ ἐρίσει οὐδὲ κραυγάσει οὐδὲ ἀκουσθήσεται ἔξω ἡ φωνὴ αὐτοῦ. κάλαμον συντεθλασμένον οὐ συντρίψει καὶ λίνον τυφόμενον οὐ σβέσει· ἀλλ’ εἰς ἀλήθειαν ἐξοίσει κρίσιν. ἀναλάμψει καὶ οὐ θραυσθήσεται, ἕως ἂν θῇ ἐπὶ τῆς γῆς κρίσιν, καὶ τῷ ὀνόματι αὐτοῦ ἔθνη ἐλπιοῦσιν. ἡ δὲ ἑβραϊκὴ φωνὴ καὶ οἱ λοιποὶ πάντες ἑρμηνευταὶ συμφώνως ἀντὶ τοῦ καὶ τῷ ὀνόματι αὐτοῦ ἔθνη ἐλπιοῦσιν, εἰρήκασιν· καὶ τῷ νόμῳ αὐτοῦ ἔθνη ἐλπιοῦσιν. Τοῦτο γὰρ σημαίνει τὸ συλλαμβάνονται ἐν διαβουλίοις, οἷς διαλογίζονται· καὶ τὴν αἰτίαν διδάσκων ἐπήγαγεν· ὅτι ἐπαινεῖται ὁ ἁμαρτωλὸς ἐν ταῖς ἐπιθυμίαις τῆς ψυχῆς αὐτοῦ, καὶ ὁ ἀδικῶν ἐνευλογεῖται. Ἐπεὶ ὁ θεὸς ὁ δρασσόμενος ἐστιν τοὺς σοφοὺς ἐν τῇ πανουργίᾳ αὐτῶν κατὰ τὸν ἀπόστολον, τοῦτο αὐτὸ ἤδη ποτε γενέσθαι εὔχεται λέγων· συλληφθήτωσαν ἐν διαβουλίοις, οἷς διαλογίζονται . ἐπιτριβόμενοι γὰρ καὶ τὰ αὐτῶν αὔξοντες κακὰ καὶ ἑτέροις πολλοῖς γινόμενοι πρόσκομμα καὶ βλαβὴ τοῖς ὁρῶσιν αὐτοὺς ἀσεβοῦντας μὲν καὶ τῶν ἰδίων ἐπιθυμιῶν ἐμφορουμένους, μηδενὶ δὲ λυπηρῷ περιπίπτοντας ὡς πολλοὺς τῶν ἀνθρώπων μακαρίους ἡγεῖσθαι καὶ ἐπαίνου ἀξίους· διὸ λέλεκται· ὅτι ἐπαινεῖται ὁ ἁμαρτωλὸς ἐν ταῖς ἐπιθυμίαις τῆς ψυχῆς αὐτοῦ, καὶ ὁ ἀδικῶν ἐνευλογεῖται · οὐ μόνος τοίνυν ὁ ἁμαρτωλὸς ταῖς τῆς ψυχῆς αὐτοῦ ἐπιθυμίαις χρώμενος κακῶς πράττει, ἀλλὰ καὶ οἱ ὁρῶντες αὐτὸν τοιοῦτον καὶ ἐπαινοῦντες καὶ εὐλογοῦντες τὰ μεγάλα ζημιοῦνται τὴν ψυχὴν ἅτε ζηλωταὶ τῆς κακίας αὐτοῦ γιγνόμενοι. Παρώξυνεν τὸν κύριον ὁ ἁμαρτωλός· κατὰ τὸ πλῆθος τῆς ὀργῆς αὐτοῦ οὐκ ἐκζητήσει· οὐκ ἔστιν ὁ θεὸς ἐνώπιον αὐτοῦ· βεβηλοῦνται αἱ ὁδοὶ αὐτοῦ ἐν παντὶ καιρῷ, ἀνταναιρεῖται τὰ κρίματά σου ἀπὸ προσώπου αὐτοῦ, πάντων τῶν ἐχθρῶν αὐτοῦ κατακυριεύσει. Τὴν κατάστασιν τὴν ἐν τῷ παρόντι βίῳ τῶν τὸν θεὸν μὴ εἰδότων διεξέρχεται παραστῆσαι βουλόμενος ἀναγκαίαν εἶναι τὴν μέλλουσαν ἐφίστασθαι τοῦ θεοῦ κρίσιν· μὴ γὰρ ἐκείνης ἐπιστησομένης ἡ ἐν ἀνθρώποις κακία περιγραφὴν οὐχ ἕξει· ἀντὶ δὲ τοῦ παρώξυνε τὸν κύριον ὁ ἁμαρτωλός , ὁ Ἀκύλας ἑρμήνευσεν· διέσυρεν κύριον ὁ ἀσεβής· ὃ καὶ αὐτὸ πολλάκις ὁρῶμεν γιγνόμενον χλευαζόντων τοὺς περὶ θεοῦ λόγους καὶ διασυρόντων τὰ περὶ τῆς τοῦ θεοῦ κρίσεως· ὁ δὲ ἐπίμονος ταῖς ἁμαρτίαις πλὴθος ὀργῆς ἑαυτῷ συνάγων παραπεπόδισται τοῦ μηκέτι ἐκζητεῖν τὸν θεόν· διὸ εἴρηται· καὶ κατὰ τὸ πλῆθος τῆς ὀργῆς αὐτοῦ οὐκ ἐκζητήσει , ἀλλ’ οὐδὲ ἐστιν ὁ θεὸς ἐνώπιον αὐτοῦ· τὸ γὰρ πλῆθος τῆς ὀργῆς αὐτοῦ πληρῶσαν αὐτοῦ τὴν ψυχὴν τὰς φυσικὰς περὶ θεοῦ ἐννοίας τῶν ἐνθυμημάτων αὐτοῦ ἀφῄρειτο· εἶθ’ ἑξῆς λέλεκται· βεβηλοῦνται αἱ ὁδοὶ αὐτοῦ ἐν παντὶ καιρῷ σφόδρα ἀκολούθως· ὡς γὰρ μὴ τὸν θεὸν πρὸ ὀφθαλμῶν θέμενος πάσας αὐτοῦ τὰς πράξεις καὶ τοῦ βίου τὰς πορείας καὶ τὰς ὁδοὺς βεβήλους καὶ ἀκαθάρτους ἀπειργάσατο· ἐπειδὴ γὰρ οὐκ ἔστι θεὸς ἐνώπιον αὐτοῦ, εἰκότως καὶ τὰ κρίματα τοῦ θεοῦ ᾔργει ἀπὸ προσώπου αὐτοῦ · εἰς τοσοῦτον δὲ ὁ ἀσεβὴς καὶ ἄθεος ἐπὶ τὸ παρὸν κατευοδοῦτο ὡς καὶ πάντων τῶν ἐχθρῶν αὐτοῦ κατακυριεῦσαι, καὶ ἐν τούτῳ δὲ τὴν ἑαυτοῦ κακίαν ἐπιτρίβεται ἐν τῷ περιγίνεσθαι τῶν ἑαυτοῦ ἐχθρῶν. Ἐγκάθηται ἐνέδρᾳ μετὰ πλουσίων· ἐν ἀποκρύφοις ἀποκτεῖναι ἀθῶον· οἱ ὀφθαλμοὶ αὐτοῦ εἰς τὸν πένητα ἀποβλέπουσιν· ἐνεδρεύει ἐν ἀποκρύφῳ ὡς λέων ἐν τῇ μάνδρᾳ αὐτοῦ· ἐνεδρεύει τοῦ ἁρπάσαι πτωχόν· ἁρπάσαι πτωχὸν ἐν τῷ ἑκλύσαι αὐτὸν· ἐν τῇ παγίδι αὐτοῦ ταπεινώσει αὐτόν· κύψει καὶ πεσεῖται ἐν τῷ αὐτὸν κατακυριεῦσαι τῶν πενήτων· εἶπεν γὰρ ἐν καρδίᾳ αὐτοῦ ἐπιλέλησται ὁ θεός· ἀπέστρεψεν τὸ πρόσωπον αὐτοῦ τοῦ μὴ βλέπειν εἰς τέλος. Τοσαῦτα τολμῶν ὁ τὸν θεὸν μὴ εἰδὼς μηδὲ τὴν κρίσιν αὐτοῦ γνωρίζων διαλογίζεται παρ’ ἑαυτῷ τὰ ἀτόλμητα παράμονον ἕξειν νομίζων τὴν ἀπόλαυσιν τῆς εὐθηνίας. τὸ δὲ στόμα αὐτοῦ βλασφημιῶν καὶ ἀσεβειῶν γέμει· ἤδη γοῦν μετὰ παρρησίας μυρία κακὰ φθέγγεσθαι καὶ βλασφημεῖν τολμᾷ ὡς μήτε ὄντος μήτε ἐφορῶντος μήτε κρίνοντος τοῦ θεοῦ· οὐκ ἤρκει δὲ αὐτῷ τὰ τοσαῦτα, ἀλλὰ καὶ τοῖς τοῦ θεοῦ ἀνθρώποις ἐπιβουλεύων ἐγκάθηται ἐν ἐνέδρᾳ μετὰ πλουσίων . ὁ δὲ Σύμμαχος ἑρμήνευσεν εἰπών· ἐγκάθηται ἐνεδρεύων παρὰ τὰς πύλας ἐν ἀποκρύφοις ἀποκτεῖναι ἀναίτιον. ἀλλὰ καὶ οἱ ὀφθαλμοὶ αὐτοῦ εἰς τὸν πένητα ἀποβλέπουσιν καὶ εἰς τὸν μακαριζόμενον πτωχὸν τῷ πνεύματι , ᾦ ἐπιβουλεύων ὁ ἀσεβής, πᾶσαν μηχανὴν ἐπινοεῖ ἐνεδρεύων, ὅπως ἀποστήσας αὐτὸν τοῦ θεοῦ τῷ τῆς ψυχῆς θανάτῳ αὐτὸν ἀποκτείνειεν. ἢ εἰ μὴ τοῦτο, ὅπως αὐτὸν ἐξ ἀνθρώπων ἄρῄ· καὶ ταῦτα πράττων ἐνεδρεύει ἐν ἀποκρύφῳ ὡς λέων οὐκ ἔτ’ ἐν ἀγροῖς ὠρυόμενος, ἀλλ’ ὡς ἐν τῇ μάνδρᾳ αὐτοῦ ἀναπαυόμενος, ἐν τοῖς ἑαυτοῦ ταμείοις καὶ ἐν τῷ ἑαυτοῦ πλουτῷ, καὶ τοῦτο πράττει ὑπὲρ τοῦ διαπράσαι τὸν πτωχὸν τῷ πνεύματι · τὴν γὰρ πᾶσαν ποιεῖται σπουδὴν ὑφαρπάσαι τὸν τοῦ θεοῦ ἄνθρωπον καὶ καταβαλεῖν τῆς αὐτοῦ στάσεως· διὸ λέλεκται ἁρπάσαι πτωχὸν ἐν τῷ ἑλκύσαι αὐτόν. κύψει καὶ πεσεῖται ἐν τῷ αὐτὸν κατακυριεῦσαι τῶν πενήτων. τοσαῦτα γὰρ ἰσχύει καὶ δύναται ὁ διὰ τοῦ λόγου δηλούμενος ἀσεβὴς ὡς καὶ πότε περιγίνεσθαι τοῦ κατὰ θεὸν πτωχοῦ· οὐκ ἄν ἱδρῶτὶ δέ οὐδὲ ἀταλαιπώρως, εἴ ποτε συμβαίῃ τοῦτο γίνεται.