Ζητηθήσεται ἡ ἁμαρτία αὐτοῦ, καὶ οὐ μὴ εὑρεθῇ δι’ αὐτήν. Εὔχεται διὰ τούτων, ἤδη ποτέ τὴν ἀνοχὴν τοῦ θεοῦ καὶ τὴν χρηστότητα καὶ τὴν μακροθυμίαν κινηθῆναι καὶ διεγερθῆναι ἐπὶ τὴν κατὰ τῶν ἀσεβῶν κρίσιν, καθ’ ἣν ἡ χεὶρ τοῦ θεοῦ ὑψωθεῖσα τὴν παρ’ ἑκάστου ἐκδίκησιν ποιήσεται. χεῖρα δὲ ὑψουμένην τροπικῶς τὴν δύναμιν σημαίνει τοῦ θεοῦ τὴν κριτκήν, ἣ τέως μὲν μὴ ἐνεργοῦσα τὴν κατὰ τῶν ἀσεβῶν τιμωρίαν, ἡσυχάζειν καὶ τεταπεινῶσθαι δοκεῖ· ἐπ’ ἂν δὲ ἄρξηται ἐνεργεῖν ἀποδίδουσα ἑκάστῳ κατὰ τὸ δίκαιον, τηνικαῦτα λέγεται ὑψοῦσθαι, διὸ μὴ ἐπιλάθῃ τῶν σῶν πενήτων τῶν τῷ πνεύματι πτωχευόντων εἰδώς, ὅτι ὑπὸ τὰς σὰς χεῖρας οἱ πάντες τυγχάνουσιν, καὶ οὐκ ἔστι που ἐκτὸς οὐδενὶ διαδρᾶναι. διὸ λέκεκται· τοῦ παραδοῦναι αὐτοὺς εἰς χεῖράς σου · τοιγαροῦν ὁ σὸς πτωχὸς ἀκούσας τῶν σῶν λογίων φασκόντων· μὴ ἑαυτοὺς ἐκδικοῦντες, ἀγαπητοί, ἀλλὰ δότε τόπον τῇ ὀργῇ, ἐμοὶ ἐκδίκησις, ἐγὼ ἀνταποδώσω, λέγει κύριος, σοὶ τὴν ἐκδίκησιν ἐπιτρέπει, καὶ σοὶ ἑαυτὸν καταλείπει πιστεύων ἐκδικίας παρὰ τῆς σῆς δικαιοκρισίας τυχεῖν. Κρῖναι ὀρφανῷ καὶ ταπεινῷ, ἵνα μὴ προσθῇ ἔτι τοῦ μεγαλαυχεῖν ἄνθρωπος ἐπὶ τῆς γῆς. Ἐπὶ τούτῳ γὰρ τὴν ἐπιθυμίαν τῶν πενήτων εἰσήκουσεν κύριος καὶ τὴν πρόθεσιν τῆς καρδίας αὐτῶν ἠκροάσατο τὸ οὖς αὐτοῦ ἐπὶ τῷ κρίναι ὀρφανῷ καὶ ταπεινῷ, ὅπερ εἰ γένοιτο. καὶ τὴν ἐκδίκησιν τῶν ἀπεριστάτων καὶ τεταπεινωμένων κατὰ τὸν ἐνεστῶτα βίον ποιήσεται ὁ τῶν αἰώνων βασιλεὺς καὶ κριτής, οὐκ ἔτι προσθήσει μεγαλαυχεῖν ἄνθρωπος ἐπὶ τῆς γῆς . Εἰς τὸ τέλος ψαλμὸς τῷ Δαυίδ . Ἐπει δὲ καὶ τῷ Δαυῒδ εἰς τὸ τέλος ἐπιγέγραπται ἢ τῷ νικοποιῷ κατὰ τὸν Ἀκύλαν ἢ κατὰ τὸν Σύμμαχον ἐπινίκιος τοῦ Δαυίδ , φήσεις, ὅτι καὶ ὁ Δαυὶδ μετὰ τὴν συμβᾶσαν αὐτῷ συμφορὰν ἔφασκε τὰ προκείμενα. Ἐπὶ τῷ κυρίῳ πέποιθα· πῶς ἐρεῖτε τῇ ψυχῇ μου μεταναστεύου ἐπὶ τὰ ὄρη ὡς στρουθίον; Τελείου δ’ ἂν εἴη ἡ τοιαύτη φωνή τοῦ οἵου τε κατὰ τὸν ἀπόστολον λέγειν· τίς ἡμᾶς χωρίσει ἀπὸ τῆς ἀγάπης τοῦ Χριστοῦ; θλῖψις ἡ στενοχωρία ἢ διωγμὸς ἢ λιμὸς ἢ γυμνότης ἢ κίνδυνος ἢ μάχαιρα; καὶ τὰ ἑξῆς· ἀλλ’ ὁ μὲν τέλειος τοιοῦτος, ὁ δ’ ἀτελὴς μεταναστεύων καὶ φυγάς τόπον ἐκ τόπου περιιὼν καὶ ἁλώμενος ἐν τοῖς τῶν διωγμῶν καιροῖς στρουθίῳ παραβάλλεται διιπταμένῳ καὶ περιφεύγοντι τοὺς θηρεύοντας· ὃς εἰ θεοῦ βοηθείας τυχὼν διαδράναι δυνηθείῃ καὶ διασωθῆναι, εἴποι ἄν· ἡ ψυχὴ ἡμῶν ὡς στρουθίον ἐρρύσθη ἐκ τῆς παγίδος τῶν θηρευόντων. Ὅτι ἰδοὺ οἱ ἁμαρτωλοὶ ἐνέτειναν τόξον, ἡτοίμασαν βέλη εἰς φαρέτραν τοῦ κατατοξεῦσαι ἐν σκοτομήνῃ τοὺς εὐθεῖς τῇ καρδίᾳ. ὅτι ἃ κατηρτίσω, καθεῖλον. Μὴ ἀρκούμενοι τῇ ἑαυτῶν ἀπωλείᾳ οἱ ἁμαρτωλοί, ἀλλ’ ἐπιστώμενοι τὰς ἁμαρτίας ὡς σχοινίῳ μακρῷ καὶ ὡς ζυγοῦ ἱμάντι δαμάλεως τὰς ἀνομίας πολεμεῖν τοὺς τοῦ θεοῦ ἀνθρώπους παρασκευάζονται καὶ κατατοξεύειν αὐτοὺς πειρῶνται τοῖς τῆς κακίας αὐτῶν ἰοῖς· οἱ δὲ βασκαίνοντες αὐτῶν τῇ τοσαυτῇ καθαρότητι συγχεῖν αὐτῶν τὸ διανοητικὸν πειρῶνται καὶ τὴν σκοτομήνην ὥσπερ αἱ σηπεῖαι τὸ μέλαν κατ’ αὐτῶν προβάλλονται μολῦναι χρᾶναι καὶ σκοτῶναι τὰς εὐθεῖς αὐτῶν καρδίας σπουδὴν ποιούμενοι· καὶ ταῦτα πράττουσιν οἱ ἁμαρτωλοὶ καθελόντες τῆς ἑαυτῶν ψυχῆς, ὃ κατηρτίσατο ἐν αὐτῇ ὁ θεός, διὸ λέλεκται, ὅτι ἃ κατηρτίσω καθείλοσαν . ταῦτα δὲ ἦν τὰ σπέρματα τῶν ὀρθῶν κατὰ φύσιν ἐννοιῶν, ἃ ὁ θεὸς κτίζων πάντα ἄνθρωπον ἐν τῇ αὐτῶν ψυχῇ κατεβάλετο καὶ τοὺς καλουμένους φυσικοὺς λογισμούς.