Καὶ κατέστησας αὐτὸν ἐπὶ τὰ ἔργα τῶν χειρῶν σου, πάντα ὑπέταξας ὑποκάτω τῶν ποδῶν αὐτοῦ, πρόβατα καὶ βόας πάσας, ἔτι δὲ καὶ τὰ κτήνη τοῦ πεδίου, τὰ πετεινὰ τοῦ οὐρανοῦ καὶ τοὺς ἰχθύας τῆς θαλάσσης, τὰ διαπορευόμενα τρίβους θαλασσῶν. Εἰπὼν ὁ θεός· ποιήσωμεν ἄνθρωπον κατ’ εἰκόνα ἡμετέραν καὶ καθ’ ὁμοίωσιν , προσέθηκεν τῷ λόγῳ φήσας· καὶ ἀρχέτωσαν τῶν ἰχθύων τῆς θαλάσσης καὶ τῶν πετεινῶν τοῦ οὐρανοῦ καὶ τῶν κτηνῶν καὶ πάσης τῆς γῆς, καὶ πάντων τῶν ἑρπετῶν τῶν ἑρπόντων ἐπὶ τῆς γῆς. ἐπιλέγει τε ἡ γραφή· αὐξάνεσθε καὶ πληρώσατε τὴν γῆν, καὶ κατακυριεύσατε αὐτῆς . καὶ κατὰ τοῦτο δ’ οὖν πάλιν· δόξῃ καὶ τιμῇ ἐστεφάνωσας αὐτὸν χαρισάμενος αὐτῷ λογικὴν δύναμιν καὶ ψυχὴν νοερὰν καὶ ἀσώματον, δι’ ἣν κατ’ εἰκόνα θεοῦ εἴρηται· ταύτῃ γὰρ ὡς ἂν τῷ θεῷ ἀφωμοιωμένη τὴν κατὰ πάντων ἀρχὴν ἐδωρήσατο καὶ ἐν τούτῳ τῆς θεικῆς εἰκόνος τὴν δύναμιν ἐν αὐτῇ χαρακτηρίσας· ὡς γὰρ βασιλεὺς πάντων τῶν ὅλων τυγχάνει θεòς κατὰ τὸ ὅμοιον καὶ τῇ ἐν ἀνθρώπῳ λογικῇ ψυχῇ τὴν εἰκόνα τῆς αὐτοῦ βασιλείας τε καὶ ἀρχῆς δεδώρεται καταστήσας αὐτὴν ἄρχειν τῶν ἐπὶ γῆς ἁπάντων· αὐτίκα γοῦν ὑποχείρια καὶ δοῦλα τῇ ἐν ἀνθρώπῳ λογικῇ δυνάμει οὐ τὰ ἐπὶ γῆς μόνα χερσαῖα ζῶα καθέστηκεν, ἀλλὰ καὶ ἐν βυθοῖς θαλάσσης καὶ ἐν τῷ ἀναπεπταμένῳ ἀέρι, ἃ δὴ πετεινὰ οὐρανοῦ ὠνόμασεν. ἐπειδὴ δὲ περὶ τῶν οὐρανῶν λέλεκταί που· καὶ σὺ κατ’ ἀρχάς, κύριε, τὴν γῆν ἐθεμελίωσας, καὶ ἔργα τῶν χειρῶν σού εἰσιν οἱ οὐρανοί , ἐπίστησον μήποτε ἀπορρήτως τὴν μέλλουσαν ἐν οὐρανοῖς διατριβὴν τῶν ἀπὸ γῆς ἐκεῖσε μεθισταμένων σημαίνῃ· εἰ γὰρ ἔργα τοῦ θεοῦ εἰσιν οἱ οὐρανοί, ἐνταῦθα δὲ λέγεται· καὶ κατέστησας αὐτὸν ἐπὶ τὰ ἔργα τῶν χειρῶν σου , σαφῶς ὁ λόγος παρίστησιν, ὅτι καὶ ἐπὶ τοὺς οὐρανοὺς κατέστησεν αὐτόν, δηλαδὴ τὸν ἄνθρωπον, ὁ τῶν ὅλων θεός. πῶς δὲ καὶ πότε ταῦτα ἔσται; ἢ ὅταν μέλλῃ βασιλείαν οὐρανῶν κληρονομεῖν κατὰ τὰς ἐπηγγελμένας ἐλπίδας καὶ τὸ ῥηθὲν ὑπὸ τοῦ ἀποστόλου· κληρονόμοι μὲν θεοῦ, συγκληρονόμοι δὲ Χριστοῦ . οὕτω δὲ νοήσῃς πάλιν, πῶς πάντα ὑπέταξεν ὑποκάτω τῶν ποδῶν αὐτοῦ· εἰ γὰρ τὰ ἐπὶ γῆς τέως ἐπὶ τοῦ παρόντος ὑποτέτακται ἀνθρώποις, πρόβατα καὶ βόες καὶ κτήνη, πετεινά τε καὶ ἰχθύες, ἀπόκειται δὴ αὐτοῖς ἰσάγγελος βίος ἐν κατ’ οὐρανὸν τοῦ θεοῦ πόλει, ὅτε γενόμενος ἄνθρωπος ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν καὶ καταστὰς ἐπὶ τὰ ἔργα τῶν χειρῶν τοῦ θεοῦ, θεωρὸς ἔσται αὐτῶν τε τῶν οὐρανῶν, σελήνης τε καὶ ἀστέρων καὶ τῶν ἐν οὐρανοῖς ἁπάντων. ἐν δὲ τῇ πρὸς Ἑβραίους ἐπιστολῇ ἐπὶ τὸν σωτῆρα ἐξειληφὼς ὁ λόγος καὶ τό· πάντα ὑπέταξας ὑποκάτω τῶν ποδῶν αὐτοῦ εἰς τὸν μέλλοντα αἰῶνα προσάγει τὴν διάνοιαν. μετὰ γὰρ τὴν συντέλειαν τοῦ παρόντος βίου τοῦ νέου αιῶνος ἐπιστησομένου, καθ’ ὃν ἡ βασιλεία τῶν οὐρανῶν καὶ ἡ δευτέρα τοῦ σωτῆρος ἡμῶν καὶ ἔνδοξος θεοφάνεια προσδοκᾶται, πάντα ὑποτάσσεται κατὰ τὴν φήσασαν πρὸς αὐτὸν τοῦ πατρὸς ἐπαγγελίαν· κάθου ἐκ δεξιῶν μου, ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου . Εἰς τὸ τέλος, ὑπὲρ τῶν κρυφίων τοῦ υἱοῦ· ψαλμὸς τῷ Δαυίδ . ’Εξομολογήσομαί σοι, κύριε, ἐν ὃλῃ καρδίᾳ μου, διηγήσομαι πάντα τὰ θαυμάσιά σου. Σαφῶς ἐνταῦθα τῆς προφητείας υἱοῦ μνημονευούσης, εἰ καὶ ἐν πλείοσιν μαρτυρίαις αὐτὸς τοῦ θεοῦ ἀναγορεύοιτο υἱός, ὅμως ἀρκείσθω ἡ αὐτοῦ τοῦ πατρὸς μαρτυρία ἡ φήσασα ἐξ οὐρανῶν· οὗτος ἐστιν ὁ υἱός μου ἀγαπητός, ἐν ᾧ ηὐδόκησα . εὕρηται τοίνυν ὁ υἱóς· εἰρημένου δὲ τούτου οὐκ ἂν εἴη δυσχερὲς τὸν θάνατον αὐτοῦ νοεῖν οὐδὲ τὰ λοιπὰ κρύφια αὐτοῦ. πολλὰ δὲ ταῦτα ἦν, ἐπειδὴ καὶ ἡ ἐξ ἁγίου πνεύματος διὰ παρθένου γένεσις κρύφιος ἦν, καὶ αὐτὸς ὁ τοῦ θεοῦ λόγος ὁ σαρκὶ γενηθεὶς κρύφιος ἦν, κρύφιος δὲ περιέχων λόγους, καὶ πᾶσαι αὐτοῦ αἱ παράδοξοι καὶ θαυματουργοὶ δυνάμεις· ἐπισφραγίσμα δὲ τῶν κρυφίων καὶ ὁ θάνατος ἦν αὐτοῦ. ἥ τε εἰς ᾅδου καθόδος καὶ τὰ αὐτόθι αὐτῷ καταπεπραγμένα, ἥτε ἐκ νεκρῶν ἀναβίωσις καὶ ἐπὶ πᾶσιν ἡ εἰς οὐρανοὺς ἀνάληψις· οὐκ ἀλλότρια δὲ τυγχάνει τῶν κρυφίων τοῦ υἱοῦ καὶ τὰ ἐμφερόμενα ἐν τῷ ψαλμῷ, ἃ κατὰ μέρος ἐσόμεθα διηγούμενοι. Ἐξομολογήσομαί σοι, κύριε, ἐν ὅλῃ καρδίᾳ μου, διηγήσομαι πάντα τὰ θαυμάσιά σου· εὐφρανθήσομαι καὶ ἀγαλλιάσομαι ἐν σοί, ψαλῶ τῷ ὀνόματί σου, ὕψιστε. Ἐν τῷ ἀποστραφῆναι τὸν ἐχθρόν μου εἰς τὰ ὀπίσω ἀσθενήσουσιν καὶ ἀπολοῦνται ἀπὸ προσώπου σου. Τὰ ὅμοια ἂν εὕροις καὶ ἐν τοῖς εὐαγγελίοις ἐν οἷς ἀναγέγραπται εἰρηκὼς αὐτὸς ὁ σωτήρ· ἐξομολογήσομαί σοι, πάτερ, κύριε τοῦ οὐρανοῦ καὶ τῆς γῆς, ὅτι ἀπέκρυφας ταῦτα ἀπὸ σοφῶν καὶ συνετῶν καὶ ἀπεκάλυψας αὐτὰ νηπίοις · θέα γοῦν, ὅπως καὶ ἐν τοῦς περὶ κρυφίων ἐξομολογεῖται τῷ πατρὶ αὐτοῦ ὁ σωτήρ· καὶ ἐν τῷ ψαλμῷ δὲ περὶ τῶν αὐτῶν ἀναπέμπει τὴν ἐξομολόγησιν τουτέστι τὴν εὐχαριστίαν· λέγει δ’ οὖν ἑξῆς προϊών· διηγήσομαι πάντα τὰ θαυμάσιά σου · μετὰ γὰρ τὴν εὐχαριστίαν, ἣν ὑπὲρ τῆς ἡμετέρας ἀνέπεμψεν σωτηρίας, τὴν διδασκαλίαν πρὸς ἡμᾶς αὐτοὺς ποιεῖται τῶν τοῦ πατρὸς θαυμασίων, ἀλλὰ καὶ ταύτην ποιήσασθαι ἐπαγγειλάμενος ἀκολούθως ἐπιλέγει· εὐφρανθήσομαι καὶ ἀγαλλιάσομαι ἐν σοί , καὶ ἔπρεπέν γε τὸν υἱὸν τοῦ θεοῦ ἐπαναβεβηκότα πᾶσαν τὴν κτίσιν ἐπὶ μόνῃ τῇ θέᾳ τῆς τοῦ πατρὸς θεότητος εὐφραίνεσθαι καὶ ἐπ’ αὐτῷ μόνῳ ἀγαλλιᾶν· ψαλῶ τῷ ὀνόματί σου, ὕψιστε · μόνῳ γὰρ αὐτῷ ὡς ἂν υἱῷ ἡ γνῶσις πάρεστιν· τούτοις πᾶσιν ἀρρήτου καὶ ἀκατονομάστου ὀνόματος τῆς πατρικῆς θεότητος, ἅτε δὴ μόνῳ γινώσκοντι τὸν ἑαυτοῦ πατέρα· οὗτος δὲ ἦν ὁ ὕψιστος θεός· ταῦτα δὲ μάλιστα, φησί, ποιήσω ἐν τῷ ἀποστραφῆναι τὸν ἐχθρὸν μου εἰς τὰ ὀπίσω. τίς δὲ ἦν οὗτος ἢ ὁ τῆς ζωῆς ἐχθρὸς θάνατος, περὶ οὗ λέλεκται·  ἔσχατος ἐχθρὸς καταργεῖται ὁ θάνατος · ἔσται δὲ αὐτοῦ κατάργησις, ἐπειδ’ ἂν εἰς τὰ ὀπίσω ἀποστραφῇ · ὀπίσω δὲ ποῦ ἢ εἰς τὴν πρώτην αὐτοῦ κατάστασιν· ὅτε μὴ ὑφιστήκει, ὁ γὰρ θεὸς θάνατον οὐκ ἐποίησεν, φθόνῳ δὲ διαβόλου θάνατος εἰσῆλθεν εἰς τὸν κόσμον  · ἐπειδ’ ἂν τοίνυν εἰς τὰ ὀπίσω χωρήσας ὁ θάνατος μηκέτι ἦτοι τηνικαῦτα καὶ οἱ λοιποὶ πάντες ἐχθροὶ καὶ πολέμιοι τοῦ σοῦ λόγου ἀσθενήσουσιν καὶ ἀπολοῦνται ἀπὸ προσώπου σου. Καὶ ἐλπισάτωσαν ἐπὶ σὲ οἱ γινώσκοντες τὸ ὄνομά σου, ὅτι οὐκ ἐγκατέλειπες τοὺς ἐκζητοῦντάς σε, κύριε. Ὁ κριτὴς αὐτὸς γέγονε καταφυγὴ τῷ κατὰ τὸν πρῶτον βίον τὴν στενὴν καὶ τεθλιμμένην ὡδευκότι πένητι καὶ τῷ μακαριζομένῳ πτωχῷ τῷ πνεύματι· τοῦτ’ αὐτὸ μεμαθηκότες οἱ γινώσκοντες τὸ ὄνομά σου, καὶ ὅτι τοὺς ἐκζητοῦντάς σε νῦν ἐν τῷ καιρῷ τῆς σῆς δικαιοκρισίας οὐκ ἐγκαταλείψεις, ἐντεῦθεν ἤδη ἐλπιζέτωσαν ἐπὶ δὲ πάσας θλίψεις προθύμως ὑπομένοντες διὰ τὴν παρὰ σοὶ τεταμιευμένην αὐτοῖς ἀμοιβήν. Ἐνεπάγησαν ἔθνη ἐν διαφθορᾷ, ᾗ ἐποίησαν, ἐν παγίδι ταύτῃ, ᾗ ἔκρυψαν, συνελήφθη ὁ ποῦς αὐτῶν· γινώσκεται κύριος κρίματα ποιῶν, ἐν τοῖς ἔργοις τῶν χειρῶν αὐτοῦ συνελήφθη ὁ ἁμαρτωλός. Ἔθνη ὀνομάζει ἐνταὺθα τοὺς ἐν πᾶσι τοῖς ἔθνεσιν ἐν ἀπιστίᾳ μεμενηκότας καὶ τῷ λόγῳ τοῦ θεοῦ ἐναντίους γεγενημένους· οὗτοι δὴ οὖν πάντες ἐμπαγήσονται ἐν ᾗ καθ’ ἑτέρων ἐπενόησαν διαφθορᾷ· διαθεῖραι γὰρ καὶ ἀπολέσαι τὸ τῶν πιστῶν γένος βουλευσάμενοι αὐτοὶ ἑαυτοὺς περιέπειραν τῇ ἑαυτῶν ἀπωλείᾳ, ἀλλὰ καὶ παγίδα κρύψαντες κατὰ τοῦ λαοῦ τοῦ θεοῦ, αὐτοὶ τῇ ἑαυτῶν συλληφθήσονται παγίδι, καὶ ὁ ποῦς αὐτῶν περιπεσεῖται. οὐκ ἄλλοις τισὶν ἐπιβουλεύσασιν, ἀλλὰ τοῖς ἑαυτῶν βρόχοις τοῖς ὑπὸ τῆς ἑαυτῶν κακίας καθ’ ἑτέρων μεμηχανευμένοις· τότε δὴ τούτων ἀποτελεσθέντων γνωσθήσεται κύριος κρίματα ποιῶν · ἡ γὰρ τοῦ θεοῦ δικαιοκρισία τοῦτον συστήσεται τὸν τρόπον, ἐπειδὰν τοῖς ἔργοῖς τῶν χειρῶν αὐτοῦ περιπέσοι ὁ ἁμαρτωλός . ᾠδὴ δὲ διαψάλματος, ὡς ἂν μεταβολῆς γεγενημένης ἤτοι τοῦ μέλους κατὰ τὴν ἑβραικὴν φωνὴν ἢ μελῳδίας ἢ καὶ διανοίας αὐτῆς τῶν λελεγμένων ἐφ’ ἕτερον νοῦν τὸν λόγον μεταβαλόντων.