Ἐξομολογήσομαι κυρίῳ κατὰ τὴν δικαιοσύνην αὐτοῦ καὶ ψαλῶ τῷ ὀνόματι κυρίου τοῦ ὑψίστου. Ἐγώ, φησίν, ὁ μηδενὶ λάκκον ὀρύξας , ὁ κατὰ μηδενὸς πώποτε ἀνομίαν μηδὲ πονηρὰν βουλὴν συσκευασάμενος, ἀλλὰ ἢ κατὰ τῶν ἐχθρῶν τὸ ἀνεξίκακον καὶ φιλάνθρωπον καὶ μακρόθυμον ἔργοις ἐπιδεδειγμένος, διὰ ταῦτα πιστεύω κατὰ τὸν τῆς κρίσεως καιρὸν,ß ἐν ἡμέρᾳ τῆς τῶν ἀσεβῶν ἀπωλείας ἐξομολογήσασθαι κυρίῳ κατὰ τὴν δικαιοσύνην αὐτοῦ καὶ τὰ προσόντα μοι εἰς ἀπολογίαν ὡς ἐν δικαιωτηρίῳ τοῦ θεοῦ προάξειν, ἀλλὰ καὶ ψαλῶ τῷ ὀνόματι κυρίου τοῦ ὑψίστου πιστεύων καὶ καταξιωθήσεσθαι ἐν χορῷ τῶν παρ’ αὐτῷ σωθησομένων εὑρεθείς. Εἰς τὸ τέλος, ὑπὲρ τῶν ληνῶν· ψαλμὸς τῷ Δαυιδ . Ἐνταῦθα εἰς τὸ τέλος εἴρηται διὰ τὸ ἐπὶ συντελείᾳ τῶν αἰώνων τέλους τετυχηκέναι τὰ ἐν τῷ παρόντι ψαλμῷ πεπροφητευμένα· ὑπὲρ δὲ τῶν ληνῶν διὰ τοὺς ἐν πάσῃ τῇ γῇ συστάντας λαοὺς καὶ τὰς ἐκκλησίας τοῦ θεοῦ, ἅσπερ ὁ λόγος ληνοὺς ἀλληγορικῶς ἀποκαλεῖν εἴωθεν· πάλαι μὲν οὖν ὁπηνίκα εἷς ἦν ὁ λαὸς ὁ καλούμενος Ἰσραὴλ ἀμπελὼν ἐχρημάτιζεν οὗτος καὶ ὁ νεὼς, ὁ παρ’ αὐτοῖς πύργος προλήνιόν τε τὸ πρὸ τοῦ νεῶ θυσιαστήριον κατὰ τὴν τοῦ Ἡσαίου προφητείαν. ἀλλὰ νῦν οὐ μιᾶς ληνοῦ, πλειόνων δὲ ληνῶν ὁ λόγος μνημονεύει διὰ τὰ πολλὰ θυσιαστήρια τὰ καθ’ ὅλης τῆς γῆς διὰ Χριστοῦ ἐν ταῖς ἐκκλησίαις αὐτοῦ συνεστῶτα. διὸ καὶ ἐν πγ` ψαλμῷ ὑπὲρ τῶν ληνῶν ἐπιγεγραμμένῳ καὶ αὐτῷ πολλὰ θυσιαστήρια καὶ πλεῖστα σκηνώματα καὶ αὐλαὶ πολλαὶ θεσπίζονται κατὰ τὸ ὡς ἀγαπητὰ τὰς σκηνώματά σου, κύριε τῶν δυναμέων. ἐπιποθεῖ καὶ ἐκλείπει ἡ ψυχή μου εἰς τὰς αὐλὰς τοῦ κυρίου , καὶ τούτοις ἑξῆς λέλεκται· τὰ θυσιαστήριά σου, κύριε τῶν δυναμέων · δι’ ὧν ἄντικρυς τὰ καθ’ ὅλης τῆς γῆς ἐν ταῖς ἐκκλησίαις τοῦ θεοῦ ἱδρυμένα θυσιαστήρια δηλοῦται· ὅθεν καὶ αὐτὸς ὑπὲρ τῶν ληνῶν τὴν προγραφὴν περιέχει. Κύριε ὁ κύριος ἡμῶν, ὡς θαυμαστὸν τὸ ὄνομά σου ἐν πάσῃ τῇ γῇ, ὅτι ἐπήρθη ἡ μεγαλοπρέπειά σου ὑπεράνω τῶν οὐρανῶν. ἐκ στόματος νηπίων καὶ θηλαζόντων κατηρτίσω αἶνον ἕνεκα τῶν ἐχθρῶν σου, τοῦ καταλῦσαι ἐχθρὸν καὶ ἐκδικητήν. Καὶ πῶς ἐν πάσῃ τῇ γῇ τὸ πάλαι μηδενὶ γινωσκόμενον ὄνομα τοῦ κυρίου θαυμαστὸν κατέστη, διασαφεῖ λέγων ἑξῆς· ὅτι ἐπήρθη ἡ μεγαλοπρέπειά σου ὑπεράνω τῶν οὐρανῶν · καὶ τὸ ἐπιλεγόμενον δὲ τρίτον ἐν τῷ ἐκ στόματος νηπίων καὶ θηλαζόντων κατηρτίσω αἶνον ἔχοι ἂν συμφωνίαν πρὸς τὸ συναγωγὴ λαῶν κυκλώσει σε · τὴν γὰρ νέαν καὶ καινὴν συναγωγὴν τῶν κυκλούντων τὸν θεὸν μετὰ τὴν εἰς ὕψος ἀνάληψιν αὐτοῦ ἐκ νηπίων ψυχῶν καὶ θηλαζόντων συνεστάναι διδάσκει οὕτω καλὼν τοὺς ἀναγεγραμμένους ἐν Χριστῷ λαούς· εἰς ὕψος γὰρ ἀναβὰς μετὰ τὴν εἰς ἀνθρώπους κάθοδον ὁ διὰ τῆς προφητείας παριστάμενος κύριος κατηρτίσατο ἑαυτῷ ἐπὶ τῆς γῆς· τὴν τῶν λαῶν συναγωγήν ἐκ νηπίων καὶ θηλαζόντων αὐτὴν συστησάμενος. καὶ οὐκ ἐν γωνία που γῆς τοῦτο ἔπραξεν, ἀλλὰ καθόλης τῆς οἰκουμένης ἐν πᾶσι τοῖς ἔθνεσιν τὰς ἑαυτοῦ συστησάμενος ἐκκλησίας· νηπίους δὲ καὶ θηλαζόντας τοὺς εἰς τὸν Χριστὸν πεπιστευκότας φησὶν καὶ τὸν νέον αὐτοῦ λαόν· καὶ τοῦτο σαφῶς ἐδίδαξεν αὐτὸς ὁ σωτὴρ ἐν τῷ εὐαγγελίῳ ὁπήνικα εἰσιόντος αὐτοῦ εἰς Ἱεροσόλυμα καὶ εἰς τὸν ναὸν αἶνον καὶ τὰ νήπια σὺν τοῖς ὄχλοις ἀνέπεμπον φάσκοντα· ὡσαννὰ ἐν τοῖς ὑψίστοις εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι κυρίου · πεπληρῶσθαί φησιν ἀποκρινάμενος τοῖς ἀγανακτοῦσιν ἀρχιερεῦσιν· οὐδέποτε, γάρ φησιν, ἀνέγνωτε, ὅτι ἐκ στόματος νηπίων καὶ θηλαζόντων τῶν κατηρτίσω αἶνον καὶ μήποτε τὸ ἕνεκα τῶν ἐχθρῶν σου καθ’ ἑτέραν ἐκδοχὴν τὴν ἀναφορὰν ἔχει εἰς αὐτοὺς ἐκείνους τοὺς ἀρχιερεῖς καὶ φαρισαίους· ἐχθρὸς δὲ καὶ ἐκδικητὴς οὕτος ἦ ὁ ἐν τῷ πρὸ τούτου ψαλμῷ ἀφωρισμένος μετὰ τοὺς λοιποὺς ἐχθροὺς λέων ὠνομασμένος· τὸ οὖν μέγιστον θαῦμα τοῦτο ἦν, ὅτι ὁ τοσοῦτος ἐχθρός τε καὶ λέων ὁ ἄρχων τοῦ αἰώνος τούτου δὶα νηπίων καὶ θηλαζόντων καθαιρεῖσθαι ἤγγελεν, οὗ μετὰ τὴν καθαίρεσιν ἐν πάσῃ τῇ γῇ θαυμαστὸν ἐγίνετο τὸ ὄνομα τοῦ κυρίου. ἐχθρὸς δὲ ἦν καὶ ἐκδικητὴς οὗτος. ἐπείπερ τὰ μὲν πρῶτα ἐνεδρεύει ἐπιβουλεύων καὶ εἰς ἁμαρτίας ἀποσύρων τὰς τῶν ἀνθρώπων ψυχάς. μετὰ δὲ τὸ ὑποσκελίσαι καὶ καταβαλεῖν αὐτὰς ὁ αὐτὸς ἔπεισι τιμωρούμενος καὶ κολάζων τοὺς ἡμαρτηκότας καίπερ αὐτὸς αὐτοῖς γεγονὼς τοῦ ὀλίσθου αἴτιος πάλιν τε κατήγορος. Ὅτι ὄψομαι τοὺς οὐρανοὺς ἔργα τῶν δακτύλων σου, σελήνην καὶ ἀστέρας, ἃ σὺ ἐθεμελίωσας. τί ἐστιν ἄνθρωπος, ὅτι μιμνήσκῃ αὐτοῦ, ἢ υἱὸς ἀνθρώπου, ὅτι ἐπισκέπτῃ αὐτόν; Ἀποθαυμάζει τὸ θεῖον πνεῦμα καὶ εὔχεται τοῦ θαυμασμοῦ λέγων· οὐρανοὺς μὲν ὁρῶ τοὺς τὸν σύμπαντα κόσμον περιέχοντας· ὁρῶ δὲ καὶ σελήνην καὶ ἄστρα , καὶ ταῦτα πάντα γνωρίζω τῇ φύσει ὄντα μεγάλα καὶ θαυμαστὰ τῆς ὅλης δημιουργίας μέρη· ἀλλ’ ὅμως, καίπερ ὄντα τοιαῦτα, οἶδα, ὅτι βραχύτατα τῶν σῶν ἔργων τυγχάνει. ἔργα γοῦν ἐστι ταῦτα τῶν σῶν δακτύλων, οὐχὶ δὲ χειρῶν οὐδὲ μεγάλης τινὸς δυνάμεως· ἀλλ’, ὡς ἂν εἴποι τις, ἄκρων δακτύλων τροπικῶς οὕτως τῶν δυνάμεων ὀνομαζομένων τοῦ θεοῦ, δι’ ὧν τὰ αἰσθητὰ καὶ ὁρώμενα δημιουργήματα συνεστήσατο. Δόξῃ καὶ τιμῇ ἐστεφάνωσας αὐτόν. Πῶς δόξῃ καὶ τιμῇ τὸν ἄνθρωπον ἐστεφάνωσεν ὁ ὅλων θεός, νοήσεις, ὅτι ἐπὶ μόνου τοῦ ἀνθρώπου ἀναγέγραπται εἰρηκὼς ὁ θεός· ποιήσωμεν ἄνθρωπον κατ’ εἰκόνα ἡμετέραν καὶ καθ’ ὁμοίωσιν · καὶ ἐποίησεν αὐτόν. καὶ ἐπιφανειῶν κατηξίωσεν ἑαυτοῦ καὶ σάρκα περιβεβλημένῳ ὁμιλίας θείας μετέδωκεν. τότε μὲν δι’ ἀγγέλων, τότε δὲ καὶ αὐτὸς δι’ ἑαυτοῦ τοῖς ἁγίοις ὀφθεὶς καὶ χρηματίσας· καὶ ἔτι πρὸς τούτοις θείου πνεύματος καὶ δυνάμεως οὐρανίου μέτοχον αὐτὸν ἀνέδειξεν ὼς τὰ μέλλοντα προαγορεύειν καὶ νόσους παντοίας θεραπεύειν, ἤδη δὲ καὶ νεκροὺς ἐγείρειν· ὁποῖα προφῆται καὶ ἀπόστολοι πεποιηκέναι ἱστοροῦνται· εἲ δὲ ἅπασιν τοῖς λεχθεῖσιν προσθείης τοῦ μονογενοῦς υἱοῦ τοῦ θεοῦ τὴν ἔνσαρκον οἰκονομίαν, ὄψει πῶς εἴρεται δόξῃ καὶ τιμῇ ἐστεφάνωσας αὐτόν , δηλάδη ὅτι τὸν ἄνθρωπον.