Κύριε, ὁ θεός μου, εἰ ἐποίησα τοῦτο, εἰ ἔστιν ἀδικία ἐν χερσίν μου, εἰ ἀνταπέδωκα τοῖς ἀνταποδιδοῦσίν μοι κακά, ἀποπέσοιμι ἄρα ἀπὸ τῶν ἐχθρῶν μου κενός. καταδιώξαι ἄρα ὁ ἐχθρὸς τὴν ψυχήν μου, καὶ καταλάβοι καὶ καταπατήσαι εἰς γῆν τὴν ζωήν μου, καὶ τὴν δόξαν μου εἰς χοῦν κατασκηνῶσαι. Ἕκαστος τῶν ἁγίων καὶ θεοφιλῶν ἀνδρῶν οὐκ ἐπὶ τοῖς αὐτοῖς, ἀλλ’ ἐπὶ διαφόροις κατορθώμασιν μεμαρτύρηται· σοφίᾳ μὲν γὰρ διέλαμψε Σολωμῶν, σωφροσύνῃ διέπρεψεν Ἰωσήφ, Ἰὼβ ἐν ὑπομονῇ δεινῶν καὶ καρτερίᾳ διαφανὴς γέγονεν. Ἁβραὰμ ἐπίστευσεν τῷ θεῷ, καὶ ἐλογίσθη αὐτῷ εἰς δικαιοσύνην· Μωυσῆς πρᾶος ἦν παρὰ πάντας τοὺς ἀνθρώπους τοὺς ὄντας ἐπὶ τῆς γῆς· οὕτω δ’ ἂν εἴποις καὶ τοὺς λοιποὺς πάντας ἀρετῆς ἐν μέρει μετεσχηκέναι· ὁμοίως τε καὶ τὸν Δαυὶδ ἀνεξίκακον, ἀπόνηρον, φιλάνθρωπόν τε καὶ συγνωμονικὸν γεγονέναι. διό φησιν· τοιαῦτα ἐπὶ σοῦ τοῦ μοῦ κυρίου ἐν εὐχῇ κατεθρασυνάμην. ὁπόσης δὲ πεπλήρωτο ταῦτα παρρησίας ἐπὶ καθαρῷ συνειδότι καὶ πεποιθήσει τοῦ κατορθώματος, οὐδὲ ἔστιν εἰπεῖν. εὐκαίρως τοίνυν προτείνει τῷ θεῷ διὰ τῆς προσευχῆς τὴν ἑαυτοῦ ἀμνησικακίαν, ἣν πάντοτε πρὸς τοὺς προηδικηκότας ἐπεδέδεικτο, ὡς ἂν καὶ αὐτὸς ἐξαιτούμενος τῶν ἴσων τύχοι παρὰ θεοῦ. οὐκ ἠγνόει γὰρ τῷ θείῳ πνεύματι πεφωτισμένος τὴν μέλλουσαν τοῦ σωτῆρος ἐπαγγελίαν, τὴν· ἐὰν ἀφῆτε τοῖς ἀνθρώποις τὰ παραπτώματα αὐτῶν, ἀφήσει καὶ ὑμῖν ὁ πατὴρ ὑμῶν ὁ οὐράνιος τὰ παραπτώματα ὑμῶν. ἃ δὴ πληρώσας αὐτοῖς ἔργοις, εἰκότως παρρησίαν ἄγει· καὶ διά τε αὐτὰ καὶ μετὰ τὴν ἀξιόλογον μετάνοιαν καὶ τὴν δι’ ἔργων ἐξομολόγησιν τυγχάνει τὴς ἀφέσεως· διό, εἰ μὴ ἀληθεύοιμι, φησίν, περὶ τῆς κατορθωσείσης μοι πρὸς τοὺς προηδικηκότας με ἀμνησικακίας, τάδε καὶ τάδε πάθοιμι, ὡσεὶ σαφέστερον ἔλεγεν· μὴ ἐλευθερωθείη ἡ ψυχή μου τῆς ἁμαρτίας πρὸ τοῦ θανάτου μηδὲ ἀπολάβοιμι τὴν ἐμαυτοῦ παρὰ σοὶ δόξαν πρὸ τῆς τοῦ βίου τελευτῆς· ἀλλὰ καταλεφθείην ἐν αὐταῖς μου ταῖς ἁμαρτίαις ὥστε τὴν ζωήν μου καὶ τὴν δόξαν μου τὴν καταπατηθεῖσαν ὑπὸ τῶν ἐχθρῶν κατὰ τὸν καιρὸν τῆς ἁμαρτίας μου παραμεῖναί μοι μέχρι τοῦ ἀποστρέψαι με εἰς τὴν γῆν μου καὶ μέχρι τοῦ καταβῆναί με εἰς χοῦν θανάτου· εἰ δὲ ἀληθής μοι τυγχάνει ὁ λόγος, καὶ γέγονα πρὸς τοὺς προηδικηκότας με ἐλεήμων καὶ ἀνεξίκακος καὶ φιλάνθρωπος καὶ συγχωρητικός, δέομαι σου τυχεῖν σωτῆρος καὶ λυτρωτοῦ ἐκ πάντων τῶν διωκόντων με. ἀλλ’ εἰ ἅπαξ ποτὲ ὥσπερ ἐν νόσῳ διωλίσθησα καὶ καταπέπτωκα εἰς χοῦν τῆς σαρκίνης μου καὶ φθοροποιοῦ ἁμαρτίας, ἀλλὰ μὴ κατασκηνῶσαι καὶ ἀπομεῖναι τῷ πτώματι ἀξιῶ, ἀναλαβεῖν δὲ αὐτὴν καὶ ἀνακτήσασθαι ὥστε εἰς τὴν προτέραν ἑαυτῆς κατάστασιν τὴν παρὰ σοὶ τῷ θεῷ μου τετιμημένην ἐπανελθεῖν τὴν ψυχήν μου. Ἀνάστηθι, κύριε, ἐν ὀργῇ σου, ὑψώθητι ἐν τοῖς πέρασι τῶν ἐχθρῶν μου· καὶ ἐξεγέρθητι, ὁ θεός μου, ἐν προστάγματι ᾧ ἐνετείλω, καὶ συναγωγὴ λαῶν κυκλώσει σε, καὶ ὑπὲρ ταύτης εἰς ὕψος ἐπίστρεψον. Σύμμαχον ἑαυτοῦ καὶ βοηθὸν τὸν σωτῆρα ἐπικαλεῖ. ὅρα δέ, ὅτι αὐτοῦ δεῖται στρατηγοῦ πρὸς τοσοῦτο στρατόπεδον ἐχθρῶν τῆς ἀντικειμένης δυνάμεως· διὸ παρακαλεῖ αὐτὸν ἀναστῆναι μετὰ ἀγανακτήσεως καὶ ὀργῆς τῆς κατὰ τῶν ἐχθρῶν, ὡς ἂν αὐτὸς ὁ κύριος δι’ ἑαυτοῦ πρὸς τοὺς ἀφανεῖς καὶ ἀοράτους ἐχθροὺς ἀναδέξοιτο πόλεμον. ἐξεγέρθητι, ὁ θεός μου, ἐν προστάγματι, ᾧ ἐνετείλω · ὁ γὰρ αὐτός φησι· σὺ ἡμῖν τοῖς ἀνθρώποις ἐνετείλω πρόσταγμα δεδωκὼς ἀγωνίζεσται κατὰ τῶν ἀντικειμένων δυνάμεων. σὺ αὐτός, ὁ θεός μου, διὰ σαυτοῦ τοῦτο κατόρθωσον. εἰ γὰρ γένοιτο ὑπὸ σοῦ τοῦτο καὶ καθαιρεθεῖεν οἱ δεδηλωμένοι ἐχθροί, τότε δή, τότε οὐκ ἐγὼ μόνος τῆς παρὰ σοῦ τεύξομαι σωτηρίας, ἀλλὰ καὶ συναγωγὴ λαῶν κυκλώσει σε, ὁπηνίκα τῶν ἐχθρῶν ἐκ ποδῶν ἀρθέντων καὶ τῆς δαιμονικῆς πλάνης ἀπελασθείσης τῶν ἐθνῶν γὲνοιτο κλῆσις καὶ τῶν ἐκλεκτῶν συναγωγὴ καταστῇ. τότε γὰρ αὐτός, ὥσπερ ἐν χορῷ μέσος γενόμενος τῆς ἑαυτοῦ ἐκκλησίας, ἀναπέμψεις τῷ σαυτοῦ πατρὶ τὸν πρέποντα ὕμνον κατὰ τὸ ὑπὸ σοῦ, ὦ κύριε, εἰρημένον· ἀπαγγελῶ τὸ ὄνομά σου τοῖς ἀδελφοῖς μου, ἐν μέσῳ ἐκκλησίας ὑμνήσω σε. τὰ δὲ πάντα προφητεύει ὁ Δαυὶδ θείῳ πνεύματι τοῦ σωτῆρος τὴν θεοφάνειαν οὐχ ὑπὲρ ἑαυτοῦ μόνου γενησομένην θεσπίζων, ἀλλὰ καὶ ὑπὲρ παντὸς τοῦ τῶν ἀνθρώπων γένους. Kύριος κρινεῖ λαούς· κρῖνόν με, κύριε, κατὰ τὴν δικαιοσύνην μου καὶ κατὰ τὴν ἀκακίαν μου ἐπ’ ἐμοί. Ἐπειδὴ γὰρ πᾶν τὸ ποίημα ἄξει ὁ θεὸς εἰς κρίσιν καὶ πάντας δεῖ παραστῆναι τῷ βήματι τοῦ Χριστοῦ. εἰκότως προλαβὼν αὐτὸς ὁ κύριος τὴν ἑαυτοῦ παρουσίαν ποιήσεται καὶ καταρτίσει γε αὐτῷ συναγωγὴν ἐξ ἐθνῶν· καὶ ὑπὲρ ταύτης ἐπαγγέλλεται καὶ ἐπιστρέψειν αὐτὸ δὴ ἐκεῖνο, ὅθεν καὶ ἐλήλυθεν ὕψος καὶ ἅπαντα ποιήσειν. ἐπείπερ μέλλει κρίνειν τὴν οἰκουμένην ἐν δικαιοσύνῃ καὶ λαοὺς ἐν εὐθύτητι, μεμαθηκὼς τοίνυν ὁ Δαυὶδ ἐκ τοῦ συνόντος αὐτῷ πνεύματος ταῦτα μέλλειν τὸν σωτῆρα ποιεῖν φησίν· γενοῦ κἀμοῦ κριτής, ὦ κύριε· μὴ κατὰ τὰς λοιπὰς μου πράξεις, ἀλλὰ κατὰ τὴν ἁπλότητά μου καὶ τὴν ἀκακίαν μου καὶ τὴν πάντοτε εἰργασμένην δικαιοσύνην· κατὰ γὰρ ταῦτα δέομαι κριθῆναι. Συντελεσθήτω δὴ πονηρία ἁμαρτωλῶν, καὶ κατευθυνεῖς δίκαιον· ἐτάζων καρδίας καὶ νεφροὺς ὁ θεός. δικαία ἡ βοήθειά μου παρὰ τοῦ θεοῦ τοῦ σῴζοντος τοὺς εὐθεῖς τῇ καρδίᾳ. Μεγάλην εὐχὴν καὶ ἐπιστημονικὴν διὰ τῶν παρουσῶν φωνῶν ἀνέπεμψεν ὁ προφήτης ἀπαρτισμὸν γενέσθαι καὶ συντέλειαν τῆς κακίας τῆς τε τῶν ἁμαρτωλῶν πονηρίας ἀφανισμόν· ἵδρυσιν δὲ καὶ βεβαιότητα καὶ στηριγμὸν τοῦ δικαίου πρὸς τὸν μηκέτι αὐτὸν κλυδωνίζεσθαι μηδὲ χειμάζεσθαι. εἶτ’ ἐπειδὴ περὶ δικαιοσύνης θεοῦ καὶ δικαιοκρισίας τὰ προκείμενα διελάλησεν, ἀκολούθως ἑξῆς παιδεύει, ὅτι μόνος ἐστὶν αὐτὸς ὁ τῶν ὅλων κριτὴς δυνάμενος δικαίαν ποιεῖσθαι τὴν τῶν ἁμαρτωλῶν καὶ δικαίων κατάκρισιν, ἐπειδὴ μόνος αὐτὸς ἐστιν ἐτάζων καρδίας καὶ νεφρούς , καὶ κατὰ τὸν ἀκριβῆ λόγον μόνος αὐτὸς ἂν εἴη δίκαιος ἀποδιδοὺς ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ καὶ τοῦ κατ’ ἀξίαν ἑκάστῳ ἀπονεμητικὸς τυγχάνων· ἄνθρωπος μὲν γὰρ εἰς πρόσωπον ἀποβλέπων καὶ τὰ φαινόμενα κρίνων τὰ δὲ ἐν βάθει καρδίας λανθάνοντα μὴ δυνάμενος ἀναπτύσσειν οὐκ ἂν γένοιτο ἀκριβὴς καὶ δίκαιος κριτής· ὁ δὲ κύριος αὐτὸς ὁ τοῦ θεοῦ υἱὸς κριτικὸς ὢν ἐνθυμήσεων καὶ ἐννοιῶν καρδίας, οὗ οὐκ ἔστι κτίσις ἀφανὴς ἐνώπιον αὐτοῦ · αὐτός ἐστιν περὶ οὗ καὶ νῦν λέλεκται ἐτάζων καρδίας καὶ νεφροὺς ὁ θεὸς δίκαιος. εἶτα τοιοῦτον τὸν θεὸν εἶναι διδάξας ἀνακαλύπτει ἑαυτοῦ τὴν καρδίαν καὶ πεπαρρησιασμένως συνειδότι φησίν· ἡ βοήθειά μου παρὰ τοῦ θεοῦ τοῦ σώζοντος τοὺς εὐθεῖς τῇ καρδίᾳ . ἀγαθὰς ἑαυτῷ ὑπογράφων αἰτίας διὰ τὸν ἐτάζοντα καρδίας καὶ νεφρούς , ἅτε πεποιθώς, ὅτι οὐδὲν σκολιὸν εἶχεν ἐν τῇ ἑαυτοῦ καρδίᾳ. θαρρῶ, γάρ φησιν, τῇ τοῦ κριτοῦ δικαιοσύνῃ, ὅτι διὰ ταῦτα ἔσται μοι τις ἔλεος καὶ βοήθεια παρὰ τοῦ θεοῦ τοῦ σώζοντος τοὺς εὐθεῖς τῇ καρδίᾳ . Ἰδοὺ ὠδίνησεν ἀδικίαν, συνέλαβε πόνον καὶ ἔτεκεν ἀνομίαν· λάκκον ὤρυξεν καὶ ἀνέσκαψεν αὐτὸν καὶ ἐμπεσεῖται εἰς βόθρον, ὃν εἰργάσατο. ἐπιστρέψει ὁ πόνος αὐτοῦ εἰς κεφαλὴν αὐτοῦ, καὶ ἐπὶ κορυφὴν αὐτοῦ ἡ ἀδικία αὐτοῦ καταβήσεται. Ταῦτα μοι δοκεῖ ῥητῶς κατὰ τὴν λέξιν πεπληρῶσθαι ἐπὶ τὸν Ἀχιτόφελ· κατὰ γὰρ τὸν καιρὸν τῆς τοῦ Χουσὶ συμβουλείας ἐκπεσὼν αὐτὸς τοῦ σκοποῦ, ὡς ἂν παρευδοκιμηθεὶς καὶ μὴ οἷός τε φέρειν τὸν φθόνον, ἀλλὰ προορῶν, ἅτε δεινὸς ὤν καταστοχάζεσθαι τὸ μέλλον, ὡς προδέδοται τὰ τοῦ Ἀβεσσαλὼμ πράγματα, μέλλει τε ὅσον οὕπω καὶ αὐτὸς ὑποχείριος γίνεσθαι τῷ Δαυὶδ ἀπαλλάττεται καὶ γενόμενος ἐν τῇ ἑαυτοῦ οἰκίᾳ, ἀγχόνῃ ἑαυτὸν παραδίδωσιν καὶ πάντα ὅσα τοῖς αὐτοῦ λόγοις ὠδίνησεν συναγαγὼν καὶ συλλαβὼν ἐν τῇ ἑαυτοῦ διανοίᾳ σπέρματα πονηρίας κατὰ τοῦ Δαυίδ · ταῦτα ἐπ’ ὀλέθρῳ τῷ ἑαυτοῦ ἀπέτεκεν καὶ εἰς ὃν ὤρυξεν λάκκον καὶ ἀνέσκαψεν ἑτέρους ἐμβαλεῖν μηχανώμενος, εἰς τοῦτον αὐτὸς περιτέτραπται· ἀλλὰ καὶ τὴν ἑαυτοῦ κεφαλὴν τὴν ἑαυτοῦ κακίαν ἀπωμόρξατο. περιέχουσι καὶ καθολικὸν λόγον αἱ προκείμεναι φωναί, ὡς παντὸς τοῦ δόλους ἐν τῇ ἑαυτοῦ ψυχῇ κατὰ τοῦ πέλας μηχανωμένου ἀδικεῖν τε ἑτέρους βουλομένου καὶ λάκκον ἀπωλείας ἑτέροις ὀρύττοντος , ταῦτα πάντα καθ’ ἑαυτοῦ ἐργαζομένου καὶ ἑκάστου ἡ κακία εἰς τὴν κεφαλὴν αὐτοῦ καὶ ἐπὶ κορυφὴν αὐτοῦ καταβήσεται · ἕκαστος γὰρ δι’ ὧν ἠργάσατο ἐν ἡμέρᾳ κρίσεως τήν καθ’ ἑαυτοῦ ψῆφον ἐπάξει τοὺς πόνους τῶν καρπῶν αὐτοῦ ἀποληψόμενος.