Καὶ σύ, κύριε, ἕως πότε; ἐπίστρεψον, κύριε, ῥῦσαι τὴν ψυχήν μου, σῶσόν με ἕνεκεν τοῦ ἐλέους σου. Τὴν ἐπὶ μακρῷ χρόνῳ παράτασιν τῆς ἑαυτοῦ ἐξομολογήσεως καὶ τῆς ἐπὶ μόνου μετανοίας ἐμφαίνει λέγων· καὶ σύ, κύριε, ἕως πότε; ὁ γάρ τοι σοφὸς τῶν ψυχῶν ἰατρὸς οὐ παραχρῆμα κατὰ τὴν πρώτην ἐπιστροφὴν ἐπακούει τοῦ δεομένου, βουλόμενος δὲ αὐτὸν ἐν ἕξει παραμόνῳ τοῦ ἀγαθοῦ γενέσθαι καὶ τὴν ἀπὸ τῶν κακῶν μετάνοιαν βεβαίαν κτήσασθαι, ἀναβάλλεται τὴν βοήθειαν καὶ ὑπερτίθεται τὴν θεράπειαν, ὅπως μετὰ τὴν ἀξιόλογον ὑπομονὴν καὶ τὴν τελείαν ἐξομολόγησιν ἐπιστὰς εἴπῃ αὐτῷ· καιρῷ δεκτῷ ἐπήκουσά σου, καὶ ἐν ἡμέρᾳ σωτηρίας ἐβοήθησα σοι . τοῖς μὲν οὖν ἐξ ἁμαρτιῶν ἐπιστρέφουσιν τοῦτ’ ἂν εἴποι· τοῖς δὲ μὴ οὕτως, ἀλλ’ ἐπαξίως αὐτὸν ἐπικαλουμένοις ἐρεῖ· ἔτι λαλουντός σου, ἰδοὺ πάρειμι . τὸ δέ· ἐπίστρεψον, κύριε, ῥῦσαι τὴν ψυχήν μου , σαφῶς διδάσκει ὡς ἀποστραφέντος αὐτὸν τοῦ κυρίου κατὰ τὸν καιρὸν τῆς ἁμαρτίας· διὸ καὶ μυρίαις ἐμπίπτει μετὰ ταῦτα συμφοραῖς καὶ τοῖς κατὰ τὸν οἶκον ἐπ’ ἀλλήλοις κακοῖς, τέλος δὲ κακῶν ἁπάντων καὶ ὁ υἱὸς αὐτῷ ἐπανίσταται· τούτου χάριν ἔλεγεν· καὶ σύ, κύριε, ἕως πότε ; βούλεται δὲ τὸν ἐπιστραφέντα αὐτὸν κύριον καὶ μεταβαλόντα τῆς ἀγανακτήσεως ἱλέῳ κτήσασθαι καὶ ἐπιστραφέντα τὴν ψυχὴν αὐτοῦ ῥύσασθαι τῶν κακῶν καὶ ἀνασώσασθαι τῆς προτέρας ἀσθενείας, καὶ τοῦτο ποιῆσαι τὸν κύριον διὰ τὸ αὐτοῦ ἔλεος καὶ τὴν αὐτοῦ φιλανθρωπίαν. Ὅτι οὐκ ἔστιν ἐν τῷ θανάτῳ ὁ μνημονεύων σου· ἐν δὲ τῷ ᾅδῃ τίς ἐξομολογήσεταί σοι; ἐκοπίασα ἐν στεναγμῷ μου, λούσω καθ’ ἑκάστην νύκτα τὴν κλίνην μου, ἐν δάκρυσίν μου τὴν στρωμνήν μου βρέξω. Ὁ τὸν ἐνεστῶτα καιρὸν καὶ τὴν παροῦσαν ζωὴν θεραπείας εἶναι καιρὸν ἐπιστάμενος πεπεισμένος τε μετὰ τὴν ἐντεῦθεν ἀπαλλαγήν, μηκέτ’ εἶναι χώραν κατορθώσεως, εἰκότως πάντα πράξειεν ἄν, ὅπως ἐντεῦθεν ἤδη ἰάσοιτο τὰ ἑαυτοῦ νοσήματα καὶ τὰς τῆς ψυχῆς ἀσθενείας· ταῦτα δὲ σοφὸς ὢν ὁ Δαυὶδ οὐκ ἠγνόει, πεφροντικὼς τοίνυν μήποτε πρὸ τῆς θεραπείας καταληφθείη ὑπὸ τῆς τελευτῆς τοῦ βίου, πάντ’ ἔπραττε τὰ πρὸς θεραπείαν αὐτῷ συμβαλλόμενα· διό φησιν· εἴγε καὶ ἅπαξ ποτὲ νὺξ ἁμαρτίας μοι γέγονεν καὶ σκότους. ἀλλ’ ἀντ’ ἐκείνης τῆς μιᾶς νυκτὸς πάσας μου τὰς μετὰ ταῦτα νύκτας δάκρυσι τοῖς τῆς ἐξομολογήσεως καὶ μετανοίας ἀποπλῦναι, καὶ ἀποσμῆξαι ἑαυτὸν πειράσομαι· ἀλλὰ καὶ αὐτὴν ἐκείνην τὴν κλίνην καὶ τὴν στρωμνὴν , ἐν ᾗ τετόλμηταί μοι τὰ παράνομα, οὐκ ἄλλως ἡγοῦμαι ἀποπλυθήσεσθαι ἢ διὰ τῶν ἐμῶν δακρύων· καὶ ταῦτα πάντα ἐντεῦθεν ἤδη διαπράξωμαι· εἰδώς, ὅτι ἐν τῷ θανάτῳ οὐκ ἔσται μοι καιρὸς τῆς τούτων πράξεως. ἐπεὶ οὐκ ἔστιν τῷ θανάτῳ ὁ μνημονεύων σου · ἐν δὲ τῷ ᾅδῃ τίς ἐξομολογήσεται σοι; τὸ γὰρ τίς ἐνταῦθα οὐκ ἐπὶ τοῦ σπανίου ὡς ἐν ἑτέροις, ἀλλ’ ἐπὶ τοῦ μηδενὸς εἴρηται. Ἐταράχθη ἀπὸ θυμοῦ ὁ ὀφθαλμός μου, ἐπαλαιώθην ἐν πᾶσιν τοῖς ἐχθροῖς μου. Καὶ ταῦτα ἀναγκαίως προφέρει κατ’ ἀρχὰς εἰπών· κύριε, μὴ τῷ θυμῷ σου ἐλέγξῃς με μηδὲ τῇ ὀργῇ σου παιδεύσῃς με, ἐπειδὴ γὰρ, φησίν, ἡ μνήμη τοῦ θυμοῦ σου καὶ τῆς ὀργῆς αὐτάρκως με παιδεύει ὡς καὶ ἀπὸ μόνης τῆς ἀγωνίας τοῦ κατὰ τῶν ἀσεβῶν ἐπηρτημένου θυμοῦ τὸν τῆς ψυχῆς μου ὀφθαλμὸν ταράττεσθαι· ψυχῆς δὲ ὀφθαλμὸς εἴη ἂν νοῦς καὶ ἡ λογικὴ αὐτοῦ δύναμις· ὃ διδάσκων ὁ σωτὴρ ἔλεγεν· ὁ λύχνος τοῦ σώματός ἐστιν ὁ ὀφθαλμός . οὐ γὰρ ἐγχωρεῖ ἕνα τῶν δυοῖν ὀφθαλμῶν τοῦ σώματος λύχνον εἶναι. πῶς δὲ καὶ σωματικὸς ὀφθαλμὸς ταραχθείη ἂν ὑπὸ θυμοῦ τοῦ θεοῦ; ἐπειδὴ τὸν θυμὸν τοῦ θεοῦ ἐπηρτημένον τοῖς ἀσεβέσιν ἀγωνιῶν καὶ τὴν μέλλουσαν ὀργὴν φρίττων, ἐταράττετο τὴν διάνοιαν, εἰκότως ἀντὶ κατορθώματος ἑαυτοῦ καταριθμεῖται τὰς πολλὰς ἑαυτοῦ κακοπαθείας· διό φησι καὶ τὸ· ἐπαλαιώθην ἐν πᾶσι τοῖς ἐχθροῖς μου , σημαίνων τὴν πολυχρόνιον ἑαυτοῦ κάκωσιν καὶ τὴν ταπείνωσιν, ἣν ἐποίει τὸ ἐν μέσοις τυγχάνειν τοῖς ἑαυτοῦ ἐχθροῖς. Αἰσχυνθείησαν καὶ ταραχθείησαν σφόδρα πάντες οἱ ἐχθροί μου, ἀποστραφείησαν καί καταισχυνθείησαν σφόδρα διὰ τάχους. Ἐπηκόου τυχὼν τοῦ κυρίου, ἐπιστρέφει πάλιν πρὸς τὸν θεὸν τὴν εὐχὴν καὶ παρακαλεῖ μὴ μόνον ἀναχωρῆσαι αὐτοῦ τοὺς ἐχθρούς, ἀλλὰ καὶ αἰσχύνην καταχέασθαι θεασαμένους τὴν ἐπιβουλὴν ἑαυτῶν ἄπρακτον γεγενημένην διὰ τῆς τοῦ ἐπιβουλευθέντος ἐν θεῷ σωτηρίας· καὶ ταραχθῆναι αὐτοὺς εὔχεται καὶ σφόδρα τοῦτο παθεῖν, τουτέστι σφοδρῶς ταραχθῆναι, ὃ πάντως που αὐτοὺς κατὰ τὸν καιρὸν τῆς δικαιοκρισίας ἐκδέχεται. καὶ τοῦτο δὲ αὐτοῖς συμβῆναι διὰ τάχους εὔχεται καταισχυνομένους ἐπὶ τῇ τοῦ πεσόντος ἀναστάσει καὶ τῇ τοῦ ταπεινωθέντος ὑψώσει νικῆς τε τοῦ πάλαι πρὸς αὐτῶν νενικημένου. Κύριε, ὁ θεός μου, ἐπὶ σοὶ ἤλπισα· σῶσόν με ἐκ πάντων τῶν διωκόντων με, καὶ ῥῦσαί με, μήποτε ἁρπάσῃ ὡς λέων τὴν ψυχήν μου μὴ ὄντος λυτρουμένου μηδὲ σώζοντος. Ἐπὶ σοί , φησίν, ἤλπισα, ὁ θεός · οὐ γὰρ ἐπ’ ἄνθρωπον οὐδὲ ἐπὶ λογισμοῖς καὶ συμβουλείαις ἀνθρώπων τὴν ἐμὴν ἀπήρτισα ἐλπίδα· σὲ δὲ μόνον ἐμαυτοῦ σωτῆρα ἐπιγράφομαι καὶ παρὰ σου διασωθῆναι ἀξιῶ ἐ κ πάντων τῶν διωκόντων με · οἶδα γὰρ μυρίους ὄντας τοὺς οὐ νῦν μόνον, ἀλλ’ ἀεὶ καὶ διὰ παντός με πολεμοῦντας· οὐ γὰρ μόνον ἐπὶ τοῦ παρόντος τὸν ἐμὸν υἱὸν οὐδὲ τὸν τῶν κακῶν σύμβουλον Ἀχιτόφελ, ἀλλὰ καὶ πάλαι πρότερον ἐκ νέας ἡλικίας τὸν Σαοὺλ καὶ μυρίους ἄλλους, οὐ τοὺς ἐν ἀνθρώποις ὁρωμένους, ἀλλὰ καὶ τοὺς συνεργοῦντας ἐν αὐτοῖς ἀοράτους καὶ ἀφανεῖς ἐχθροὺς τῆς ἐμῆς ψυχῆς· καὶ πολεμίους γινώσκω τοὺς πάντοτε τὴν ἐν σοὶ τῷ θεῷ μου προκοπὴν διαφθονουμένους· διὸ παρακαλῶ καὶ δέομαι, ἐπειδὴ ἐπὶ σοὶ ἤλπισα , ἀλλ’ οὐκ ἐπὶ πλήθει στρατοῦ οὐδὲ ἐπὶ δεξιᾷ καὶ βοηθείᾳ φίλων ὑπό τε τῆς σῆς ῥυσθῆναι δεξιᾶς ἐκ πάντων τῶν διωκόντων με· εἰδὼς δὲ τὸν πάντων δεινότατον ἐν κακίᾳ δυνατώτατον, αὐτὸν δὴ τὸν ἄρχοντα τοῦ αἰῶνος τούτου, περὶ οὖ λέλεκται· ὁ ἀντίδικος ὑμῶν διάβολος ὡς λέων ὠρυόμενος, περιέρχεται ζητῶν, τίνα καταπιεῖν, ἐξαιρέτως καὶ μάλιστα ῥυσθῆναι ἐξ αὐτοῦ παρακαλῶ, μήποτε ἁρπάσῃ ὡς λέων τὴν ψυχὴν μου μὴ ὄντος λυτρουμένου μηδὲ σώζοντος · εἰ γὰρ μὴ σὺ παραστῇς μοι βοηθὸς καὶ σωτήρ, οὐδὲν ἂν τὸ κωλύον εἴη καταποθῆναι ὑπὸ τοῦ λέοντος, τοῦ δὴ μάλιστα τῆς ἐμῆς ψυχῆς τὴν ἀπώλειαν διψῶντος θηρεῦσαι τε αὐτὴν καὶ ἀφαρπάσαι πᾶσαν ποιουμένου σπουδήν.