Kρῖνον αὐτούς, ὁ θεός· ἀποπεσάτωσαν ἀπὸ τῶν διαβουλίων αὐτῶν· κατὰ τὸ πλῆθος τῶν ἀσεβειῶν αὐτῶν ἔξωσον αὐτούς, ὅτι παρεπίκρανάν σε, κύριε. Τοὺς προειρημένους ἐχθρούς , τοὺς δὴ ἐπιβουλεύοντάς μου ταῖς περὶ τῆς κληρονομίας ἐλπίσι καὶ κατὰ τοῦτό σε παραπικραίοντας κρῖνον, φησίν, ὁ θεός, ὅτι σὺ μὲν τὴν ἐμὴν σππουδάζεις περιποιήσασθαι σωτηρίαν. οἱ δὲ θεομαχεῖν παρεσκευασμένοι καὶ σὲ παραπικραίνοντες οὐ διαλείπουσιν ἐπιβουλεύοντές μοι· διὸ κρῖνον αὐτοὺς ἐντεῦθεν ἤδη, ὅπως μὴ μόνον ἐμοὶ παύσωνται ἐπιβουλεύοντες, ἀλλὰ καὶ αὐτοὶ τῶν πονηρῶν διαβουλιῶν αὐτῶν ἐκπεσόντες καὶ τοῦ πλήθους τῶν ἀσεβημάτων ἔξω γενόμενοι ὠφεληθῶσι διὰ τῆς σῆς κρίσεως παυσάμενοι τῆς πολλῆς αὐτῶν μοχθηρίας. Καί εὐφρανθήτωσαν πάντες οἱ ἐλπίζοντες ἐπὶ σέ· εἰς αἰῶνα ἀγαλλιάσονται, καὶ κατασκηνώσεις ἐν αὐτοῖς. Τοῦτο γὰρ τέλος τῶν ἀγαθῶν, τὸ τὴν προσδοκωμένην αὐτοῖς κληρονομίαν ἀπολαβεῖν, τὸ τὸν κύριον κλῆρον ἀγαθὸν ἀπειληφέναι, τὸ ἔχειν αὐτὸν ἐνοικοῦντα καὶ κατασκκηνοῦντα, καθ’ ἣν πεποίηται ἐπαγγελίαν εἰπών· ἐνοικήσω ἐν αὐτοῖς καὶ ἐνπεριπατήσω καὶ ἔσομαι αὐτῶν θεός, καὶ αὐτοὶ ἔσονταί μοι λαός . Καὶ καυχήσονται ἐν σοὶ πάντες οἱ ἀγαπῶντες τὸ ὄνομά σου. ὅτι σὺ εὐλογήσεις δίκαιον· κύριε, ὡς ὅπλῳ εὐδοκίας ἐστεφάνωσας ἡμᾶς. Οὔσης ἐκ εὐλόγου καυχήσεως καὶ διαβεβλημένης, περὶ ἧς φησὶν ὁ ἀπόστολος· μηδεὶς καυχάσθω ἐν ἀνθρώποις· καὶ ὁ προφήτης· μὴ καυχάσθω ὁ σοφὸς ἐν τῇ σοφίᾳ αὐτοῦ , μηδὲ ὁ ἰσχυρὸς ἐν τῇ ἰσχύι αὐτοῦ μηδὲ ὁ πλούσιος ἐν τῷ πλούτῳ αὐτοῦ. οὐ τοιαύτη τυγχάνει ἡ τοῦ λέγοντος· ἐμοὶ δὲ μὴ γένοιτο καυχᾶσθαι, εἰ μὴ ἐν τῷ σταυρῷ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ· καὶ ὁ καυχώμενος ἐν κυρίῳ καυχάσθω· καὶ οἱ ἐπὶ τοῦ παρόντος δὲ καυχήσονται οὐκ ἐπ’ ἄλλῳ ἢ ἐπὶ μόνῳ τῷ ἠγαπηκέναι τὸ ὄνομά σου καὶ τῷ προαιρέσει καὶ στοργῇ καὶ διαθέσει, ἀλλ’ οὐ φόβῳ οὐδὲ ἀνάγκῃ τὸ σὸν ὄνομα τετιμηκέναι· αἴτιον δὲ ἔσται τῆς καυχήσεως αὐτοῖς τὸ εὐλογεῖσθαι ὑπὸ σοῦ πάντα δίκαιον, τουτέστιν τυγχάνειν τῶν ἐπουρανίων εὐλογιῶν, περὶ ὧν φησὶν ὁ ἀπόστολος· εὐλογητὸς ὁ θεός, ὁ εὐλογήσας ἡμᾶς ἐν πάσῃ εὐλογίᾳ πνευματικῇ ἐν τοῖς ἐπουρανίοις· καὶ τέλος δὲ ἀγαθῶν τῆς ἐλπιζομένης κληρονομίας ὁ τῆς δικαιοσύνης στέφανος τυγχάνει, οὗ τεύξονται οἱ λέγειν οἷοί τε ὁμοίως τῷ Παύλῳ· τὸν καλὸν ἀγῶνα ἠγώνισμαι, τὸν δρόμον τετέλεκα, τὴν πίστιν τετήρηκα, λοιπὸν ἀπόκειταί μοι ὁ τῆς δικαιοσύνης στέφανος · τούτῳ γὰρ τῷ στεφάνῳ εὐδόκησεν ὁ θεὸς ὅπλῳ χρήσασθαι φυλακτικῷ πάσης ἐφόδου πολεμίων ἐπιούσης κατὰ τῶν οἰκείων αὐτοῦ. Εἰς τὸ τέλος, ἐν ὕμνοις ὑπὲρ τῆς ὀγδόης· ψαλμὸς τῷ Δαυíδ . Ὀγδόη ἡ ἀναστάσιμος τοῦ σωτῆρος ἡμέρα κυριακὴ σωτήριος, ἐν ᾗ ὡς ἀληθῶς πάντων τῶν ἁμαρτημάτων καθάρσιον εἶναι πιστεύομεν καὶ συμβολικὸν νόμιμον. κατὰ μὲν τὸ τυπικὸν ὀγδόῃ ἡμέρᾳ περιτέμνεται ἀρτιγενὲς βρέφος· κατὰ δὲ τὸ ἀληθὲς λυτροῦται, καθαίρεται δὲ δι’ ἀναγεννήσεως πνεύματος ἁγίου πᾶσα ψυχὴ ἐν θεῷ γεννωμένῃ κατὰ τὴν σωτήριον τοῦ κυρίου ἀνάστασιν, ἥτις ἐστὶν ὀγδόη ἡμέρα. τῆς γὰρ ἑβδόμης τοῦ Σαββάτου τοσούτῳ κρείττων ἀποπέφανται ἡ ὀγδόὴ ὡς λύεσθαι τὴν περὶ τοῦ Σαββάτου νομοθεσίαν, εἰ καταλάβοι κατὰ ταύτην ἡ ὀγδόη τοῦ νεογενοῦς ἡμέρα· περιτέμνεται γὰρ ἄνθρωπος ἐν Σαββάτῳ. Ἐλέησόν με, κύριε, ὅτι ἀσθενής εἰμι· ἴασαί με, κύριε, ὅτι ἐταράχθη τὰ ὀστᾶ μου· καὶ ἡ ψυχή μου ἐταράχθη σφόδρα. Ἐπειδὴ πᾶσα ἁμαρτία ἐξ ἀσθενείας συμβαίνει ἐξασθενούσης τῆς ψυχῆς καὶ μὴ δυναμένης ἀντιβλέπειν τῇ τοῦ πάθους ἐπαναστάσει, τούτου χάριν ὁ ἡμαρτηκὼς ἀσθένειαν ἑαυτοῦ κατηγορεῖ· σφόδρα νηφόντως καὶ συνησθημένως καταφεύγει ἐπὶ τὸν σωτῆρα καὶ ἰατρὸν τὸν τοῦ θεοῦ ὑιόν· μόνος γὰρ οὗτος τῆς λογικῆς ψυχῆς τὰ τραύματα καὶ τὰ πάθη· τάς τε νόσους καὶ τὰς ἀσθενείας οἷός τε θεραπεύειν· γενόμενος γὰρ ἐν αὐτῇ· ὡς μὲν λόγος θεοῦ τὴν ἀλογίαν αὐτῆς ἀφαιρεῖται· καὶ οἷα σοφία θεοῦ τῆς ἀφροσύνης αὐτὴν ἀπαλλάττει, ἀλλὰ καὶ ὡς δικαιοσύνη τῆς ἀδικίας αὐτὴν ἐλευθεροῖ· καὶ ὡς ἀλήθεια τὸ ψεῦδος αὐτῆς ἀπελαύνει· ὀστᾶ δὲ αὐτοῦ τεταράχθαι λέγων ὁ Δαυὶδ τὰς δυνάμεις τῆς ψυχῆς τὰς νεανικὰς ὑποφαίνει·, δι’ ὧν ἀνδρίζεσθαι καὶ καρτερεῖν καὶ τοῖς πάθεσιν ἀντιβαίνειν εἴωθεν· διὸ αὐτὸς ἑαυτὸν ἑρμηνεύων· καὶ ὅπως ἐταράχθη τὰ ὀστᾶ αὐτὰ παριστὰς ἑξῆς ἐπιλέγει· καὶ ἡ ψυχὴ μου ἐταράχθη σφόδρα .