Εἰς τὸ τέλος, ὑπὲρ τῆς κληρονομούσης· ψαλμὸς τῷ Δαυίδ . Εἰς τὸ τέλος χαριστήριος ὕμνος ᾄδεται ὑπὲρ τῆς ἀγομένης ψυχῆς ἤτοι ἐκκλησίας εἰς θείαν κληρονομίαν ἡτοιμασμένην τοῖς τοῦ θεοῦ θεραπευταῖς. ἔστι γὰρ κληρονομία τοῖς θεραπεύουσι κύριον· ἔστι δὲ αὕτη οὐ φθαρτὴ καὶ ἐν αἰσθητῷ πλούτῳ τὸ εἶναι ἔχουσα εἴρηται γὰρ εἰσάγεσθαι τοὺς ταύτης κληρονόμους εἰς κληρονομίαν ἄφθαρτον καὶ ἀμίαντον καὶ ἀμάραντον, τετηρημένην ἐν οὐρανοῖς. εἰς ταύτην τοὺς ἀξίους καλῶν ὁ σωτήρ· δεῦτε ἐκ δεξιῶν μου, εἶπερ οἱ εὐλογημένοι τοῦ πατρός μου, κληρονομήσατε τὴν ἡτοιμασμένην ὑμῖν βασιλείαν. ταύτης ἔρωτα λαβὼν ὁ τὸν ἐγκείμενον ψαλμὸν λέγων, εὐχὴν ἀναπέμπει τῷ εὐτρεπίσαντι αὐτὴν θεῷ, ἵνα ἀξιωθῇ κληρονόμος αὐτῆς κατὰ τὴν καινὴν διαθήκην ἀναδειχθῆναι ὡς καὶ περὶ τῆς αὐτοῦ ψυχῆς σημαίνειν τὴν ἐπιγραφὴν τὴν ὑπὲρ τῆς κληρονομούσης . Tὰ ῥήματά μου ἐνώτισαι, κύριε, σύνες τῆς κραυγῆς μου· πρόσχες τῇ φωνῇ τῆς δεήσεώς μου, ὁ βασιλεύς μου καὶ ὁ θεὸς μου· ὅτι πρὸς σὲ προσεύξομαι, κύριε. Τὰ μὲν οὖν ῥήματα διὰ στόματος ἀπαγγελόμενα ὠσὶν ἀκούεται καὶ ἐνωτίζεται· ἡ δὲ κραυγὴ οὐ διὰ γλώττης σώματος ἀναβοωμένη, δυνάμει δὲ ἰσχυρᾶς διαθέσεως προφερομένη συνέσεως δεῖται· τὸ δὲ τρίτον ἀξιοῖ τὸν θεὸν προσέχειν ἀκριβῶς καὶ κατανοήσαντα ἐπικρίναι, ὅτι μὴ ἀνάξια αὐτοῦ τυγχάνει τὰ νοήματα· τό πρωῒ εἰσακούσῃ τῆς φωνῆς μου, τό πρωῒ παραστήσομαί σοι καὶ ἐπόψομαι . Ὅτι οὐχὶ θεὸς θέλων ἀνομίαν σὺ εἶ, οὐδὲ παροικήσει σοι πονηρευόμενος· οὐδὲ διαμενοῦσιν παράνομοι κατέναντι τῶν ὀφθαλμῶν σου. ἐμίσησας πάντας τοὺς ἐργαζομένους τὴν ἀνομίαν, ἀπολεῖς πάντας τοὺς λαλοῦντας τὸ ψεῦδος. ἄνδρα αἱμάτων καὶ δόλιον βδελύσσεται κύριος. Ἡ κληρονομοῦσα, ὡς ἂν κατηξιωμένη τῶν ἀναγγελθέντων ἀγαθῶν, ἐπιδείκνυσι τοὺς ἀνομοίους αὐτῇ, φάσκουσα ἐν τῇ εὐχῇ, ὅτι ἑκουσίως κακοήθης καὶ πόρνος οὐθ’ ὅλως παροικήσει σοὶ τῷ θεῷ· οἱ δὲ παράνομοι, εἰ καὶ πρὸ τοῦ παρανομῆσαι παρῴκησάν σοί ποτε, ὁποῖοι γεγόνασιν οἱ ἐκ περιτομῆς τὸν Μωυσέως δεξάμενοι νόμον, ἀλλ’ οὐ διαμένουσιν ἕως τέλους κατέναντι τῶν ὀφθαλμῶν σου, ἅτε τοῦ θείου νόμου παραβάται γενόμενοι· τοὺς δὲ τὴν ἀνομίαν ἐργαζομένους οἷοί εἰσιν οἱ πάντῃ τῆς θεοσεβίας ἀλλότριοι, οὓς καὶ ἐν μισουμένοις λογίζῃ, ἕως ὅτε τὰ μίσους ἄξια πράττουσιν· οὐ γὰρ τοὺς ποτὲ ἐργαζομένους, ἀλλὰ τοὺς ἔτι καὶ νῦν ἐργαζομένους ὡς ἂν ἐπιμένοντας τῇ κακίᾳ μισεῖς· παρὰ πάντας δὲ τούτους ἀπωλείᾳ παραδίδως τοὺς μὴ μόνον κατὰ ἀπάτην λογιζομένους τὰ ψεύδη, ἀλλὰ καὶ λαλοῦντας αὐτὰ καὶ ἑτέροις διακονουμένους, ὁποῖοι τυγχάνουσιν οἱ ἄθεοι αἱρεσιῶται· καὶ ἐπὶ πᾶσι τούτοις τὸν ἄνδρα αἱμάτων βδελύσσεται κύριος· ἐν τῇ ἴσῃ τούτων τιμωρίᾳ καὶ τὸν δόλιον τιθεὶς οἷος ἦν ὁ Ἰούδας φιλήματι προδοὺς τὸν κύριον· τοῦ δὲ βδελυγμοῦ ὑπερβάλλουσαν ἀποστροφήν, ὡς ἐπὶ μεγάλῳ μιάσματι τοῦ βδελυσσομένου πρὸς τὸ βδελυκτὸν παριστῶντος. Κύριε, ὁδήγησόν με ἐν τῇ δικαιοσύνῃ σου ἕνεκα τῶν ἐχθρῶν μου κατεύθυνον ἐνώπιόν σου τὴν ὁδόν μου. ὅτι οὐκ ἔστιν ἐν τῷ στόματι αὐτῶν ἀλήθεια. ἡ καρδία αὐτῶν ματαία. τάφος ἀνεωγμένος ὁ λάρυγξ αὐτῶν. ταῖς γλώσσαις αὐτῶν ἐδολιοῦσαν. Χριστὸς δὲ ἡ δικαιοσύνη· αὐτὸς γὰρ ἐγενήθη σοφία ἡμῖν ἀπὸ θεοῦ δικαιοσύνη τε καὶ ἁγιασμὸς καὶ ἀπολύτρωσις. ἔνια δὲ τῶν ἀντιγράφων· ἐνώπιόν μου τὴν ὁδόν σου ἔχει. Εἶεν δ’ ἂν οὗτοι οἱ καλούμενοι σοφοὶ τοῦ αἰῶνος τούτου, περὶ ὧν εἴρηται· κύριος γινώσκει τοὺς διαλογισμοὺς τῶν σοφῶν, ὅτι εἰσὶν μάταιοι. τούτων ὁ λάρυγξ ἀποπνεῖ νεκρὰ δόγματα διὰ τὸ μὴ διδάσκειν τὸν ζωοποιοῦντα θεοῦ λόγον, ἀλλὰ τὸν ψευδῆ καὶ νεκρὸν καὶ πάσης πνέοντα ψυχοφθόρου διδασκαλίας.