Θύσατε θυσίαν δικαιοσύνης καὶ ἐλπίσατε ἐπὶ κύριον. Εἰ καὶ ὡς ἄνθρωποι θνητοὶ πολλὰ διανοεῖσθε μεθ’ ἡμέραν ὀργιζόμενοι, ἀλλ’ ἐπὶ ταῖς κοίταις ὑμῶν ἐφ’ ἡσυχίας παρ’ ἑαυτοῖς γενόμενοι, κατανύγητε τὰ δι’ ἡμέρας ὑμῖν πεπραγμένα διαλογιζόμενοι. μὴ γοῦν, φησίν, ὀργίζεσθε κατὰ τῶν εἰς ὑμᾶς πλημμελούντων μηδὲ κατὰ τοῦ ἐπαναστάντος τῷ πατρί· μήτε αὐτοὶ ἁμαρτάνοντες, κἂν ἕτεροι ἀσεβοῦντες προκαλοῦνται ὑμᾶς εἰς ὀργῆς ἔργα καὶ εἰς ἁμαρτίας, ἀλλ’ ἀντὶ τούτων μᾶλλον, εἴπερ βούλεσθε τὸ ἀσφαλὲς ἔχειν, θύσατε θυσίαν δικαιοσύνης καὶ ἐλπίσατε ἐπὶ κύριον , καὶ μηκέτι ταράττεσθε οἰκειωθέντες τῷ κυρίῳ διὰ τῆς δικαιοσύνης. ἐπείπερ ἀντὶ πάσης θυσίας χαίρει δικαιοπραγίαις καὶ ταῖς κατ’ ἀρετὴν πράξεσι καὶ τοῦτο πολὺ βέλτιον πράττειν ἢ ὀργίζεσθαι καὶ ἑαυτοὺς ἐκδικεῖν σπουδάζειν, διὸ δὴ καὶ αὐτὸς ἐπαναστάντος τοῦ υἱοῦ περὶ τοῦτο μόνον ἐσπούδασα διὰ δικαιοσύνης τὸν θεὸν ἱλασκόμενος· ὅθεν ἐν τῷ ἐπικαλεῖσθαί με εἰσήκουσέ μου ὁ θεὸς τῆς δικαιοσύνης μου , καὶ, ἐν θλίψει ἐπλάτυνάς μοι · ἐπειδὴ θύσας θυσίαν δικαιοσύνης ἐπ’ αὐτὸν ἤλπισα . Πολλοὶ λέγουσιν· τίς δείξει ἡμῖν τὰ ἀγαθά; Ἄλλοι μέν, φησίν, ἄλλως διανοούμενοι, καὶ μάλιστα οἱ βαρυκάρδιοι υἱοὶ τῶν ἀνθρώπων οἱ τὴν τοῦ βίου ματαιότητα ἀγαπῶντες, οὐκ εἰδότες τ’ ἀληθῶς ἀγαθὰ οὐδὲ ἐλπίζοντες οὐδὲ πιστεύοντες ταῦτα ὄψεσθαι φασί· τίς δείξει ἡμῖν τὰ ἀγαθά; οὐ γὰρ συνορῶσιν αὐτὰ τῷ μὴ καταυγάζεσθαι τῷ φωτὶ τοῦ σοῦ προσώπου· διὸ δὴ μόνα τὰ γεώδη καὶ φθαρτὰ ὑπολαμβάνοντες εἶναι ἀγαθὰ περὶ ταῦτα ἀσχολοῦνται καὶ ταῦτα μεταδιώκουσιν. εἰ δέ τις αὐτοῖς περὶ τῶν θειοτέρων καὶ ἐπουρανίων λέγοι, ἐρωτᾷν εἰώθασιν· καὶ τίς ἆρά ἐστιν ὁ δείξων ἡμῖν ταῦτα; ἀλλ’ ἐκεῖνοι μὲν τοιοῦτοί τινες. ἡμεῖς δέ, παρ’ οἷς ἐσημειώθη τὸ φῶς τοῦ προσώπου σου, ὦ κύριε, καὶ τὸν δείξαντα καὶ τὸν δώσοντα ἡμῖν αὐτὰ ἐπιστάμεθα ὑπὸ τοῦ σου φωτὸς εἰς τὴν γνῶσιν αὐτῶν ἐληλυθότες. Ἀπὸ καιροῦ σίτου καὶ οἴνου καὶ ἐλαίου αὐτῶν ἐπληθύνθησαν. Ἐπεὶ δὲ πολλαχοῦ τῶν γραφῶν ἐν εὐλογίαις σῖτος καὶ οἶνος τοῖς ἁγίοις κεῖνται ἐν ἐπαγγελίᾳ ὡς ἐκ τοῦ ἐναντίου τοῖς ἁμαρτωλοῖς ἡ τούτων στέρησις, ἄξιον ἀποστῆσαι τῆς κατὰ τὸ ῥητὸν ψιλὸν ὑπολήψεως τούς τε ἀκεραιοτέρους τῶν πεπιστευκότων καὶ τοὺς διὰ τὴν μικρότητα τῆς ἐπαγγελίας ἑτέρῳ θεῷ ἀναπλαττομένῳ ὑπ’ αὐτῶν βουλομένους προσκυνεῖν· καὶ φιλοτιμητέον τὸ ποικίλον τῶν σωματικῶν βρωμάτων ἀναγαγεῖν ἐπὶ ταῦτα, ὧν μεταλαμβάνουσα κατ’ ἀξίαν ἑκάστη ψυχὴ ἁγιάζεταί τε καὶ εὐεκτεῖ καὶ ἰσχυροποιεῖται πρὸς τὸ δύνασθαι τὰ ἐπιβάλλοντα αὐτῇ ἔργα ἐπιτελεῖν· ἐγὼ δὲ οἶμαι αὐτὰ καὶ εἰς τὸν μέλλοντα αἰῶνα ἀνάγεσθαι. καὶ ἵνα μὴ περὶ τῶν τηλικούτων ἀμαρτύρως δόξωμεν ἀποφαίνεσθαι, ἀρκέσει ἡμῖν Παῦλος σαφέστατα τοῦτο διδάσκων ἐν τῇ πρὸς Φιλιππησίους ἐπιστολῇ οὕτως· μὴ οὖν τις ὑμᾶς κρινέτω ἐν βρώσει ἢ ἐν πόσει, ἢ ἐν μέρει ἑορτῆς ἢ νουμηνίας σαββάτων· ἅ ἐστι σκιὰ τῶν μελλόντων. Ἐν εἰρήνῃ ἐπὶ τὸ αὐτὸ κοιμηθήσομαι καὶ ὑπνώσω. Ἔοικε δηλοῦν τὴν ἀβλαβῆ ἄνεσιν καὶ ἀνάπαυσιν τῆς ψυχῆς συμφώνως τῷ θείῳ λόγῳ ἐσομένην μετὰ τὰς πρὸς τὰ κάλλιστα θεωρίας. τάχα γὰρ ὃν τρόπον κατὰ τὸ σῶμα φαγόντες καὶ πιόντες ἀνέσεως δεόμεθα τῆς κατὰ τὸν ὕπνον· οὕτως οὐ πάντοτε δυναμένη διαρκεῖν ἡ ψυχὴ πρὸς τὸ θεωρεῖν, ἐν καιρῷ ἐνατενίσει τοῖς νοητοῖς κατὰ τὴν ἑαυτῆς δύναμιν τῷ αὐταρκεῖ· εἶτα διαναπαύσεται, ἥνπερ διανάπαυσιν ἡγούμεθα δηλοῦσθαι διὰ τοῦ· ἐν εἰρήνῃ ἐπὶ τὸ αὐτὸ κοιμηθήσομαι καὶ ὑπνώσω . Ὅτι σύ, κύριε, κατὰ μόνας ἐπ’ ἐλπίδι κατῴκισάς με. Ἐκεῖνοι μέν, φησίν, οἱ πολλοὶ ἅτε δὴ πλατεῖαν καὶ εὐρύχωρον ὁδεύοντες, δι’ ἧς οἱ πολλοὶ βαδίζουσι, οὐκ ἐλπίζοντες, τίς δείξει αὐτοῖς τὰ κατὰ ἀλήθειαν ἀγαθά, ἐν οἴνῳ καὶ ἐλαίῳ καὶ σίτῳ πληθύνοντες ὡς ἀγαθῶν τούτων ἀπολαύειν ἡγοῦνται· ἐμοὶ δὲ τῷ καταξιωμένῳ τοῦ φωτὸς τοῦ προσώπου σου, κύριε, ἔδωκας εὐφροσύνην καρδίας, ἀλλ’ οὐδὲ σαρκῶν οὐδὲ σωμάτων καὶ οὐ τὴν ἐξ οἴνου καὶ σίτου καὶ ἐλαίου σώμασι χορηγουμένην, ἀλλ’ εὐφροσύνην τὴν κατὰ διάνοιαν. μαθὼν γὰρ παρὰ τοῦ σοῦ πνεύματος καὶ τῶν σῶν ἐπαγγελιῶν, ὅτι, εἰ καὶ τὰ μάλιστα κατὰ τὸν ἐνεστῶτα βίον λύπαι μοι καὶ θλίψεις καὶ πειρασμοὶ καὶ περιστάσεις οὐ διαλείπουσιν, ἀλλ’ ἔσται μοι καιρὸς ὁ τῆς ἀπαλλαγῆς τοῦ σώματος, καθ’ ὃν ἐν εἰρήνῃ ποιήσομαι τὴν κοίμησιν καὶ τὴν ἀπαλλαγὴν τοῦ σώματος· εὖ δὲ ἀκριβῶς πέπεισμαι, ὅτι τότε μοι παρέσται τὰ τέλη τῆς εὐφροσύνης, ἐπειδὰν ἡ κοίμησίς με καταλάβῃ καὶ ὁ κατὰ τὸν θάνατον ὕπνος. τότε γὰρ σὺ αὐτὸς, ὦ κύριε, μετὰ τῆς ἀγαθῆς ταύτης ἐλπίδος ἀναλαβών με κατοικιεῖς ἐν ταῖς ἐπουρανίοις σου μοναῖς. σημείωση δὲ κἀνταῦθα τὰς ἐπὶ τοῖς διαψάλμασι διαστολὰς ἤτοι τῆς διανοίας ἐναλλαγὴν παριστώσας ἢ τάχα μεταβολὴν τοῦ μέλους ἐναλλάττοντος ἢ τὸν ῥυθμόν.