Τοῦ κυρίου ἡ σωτηρία, καὶ ἐπὶ τὸν λαόν σου ἡ εὐλογία σου. Πιστεύσας τῇ προγνώσει τῆς γενησομένης αὐτῷ μετὰ τὴν κοίμησιν τουτέστι τὸν θάνατον διὰ τῆς σωτηρίου χάριτος καὶ εὐεργεσίας, ὅτι τε οὐκ ἄλλως ἔσται ἢ σὺν τῇ αὐτοῦ τοῦ σωτῆρος ἀναστάσει, ἀκολούθως εὔχεται ἐπιταχῦναι τοῦ κυρίου τὴν ἀνάστασιν, ὅπως δι’ αὐτῆς τύχῃ καὶ αὐτὸς τῆς σωτηρίας· διό φησιν· ἀνάστα, κύριε, σῶσόν με, ὁ θεός μου . νικητὴν δὲ τὸν σωτῆρα εἰδὼς πάντων τῶν ἐπιβούλων τοῦ τῶν ἀνθρώπων γένους, δαιμόνων πονηρῶν καὶ δυνάμεων ἀντικειμένων, φησίν· ὅτι σὺ ἐπάταξας πάντας τοὺς ἐχθραίνοντάς μοι ματαίως . Ἀλλὰ καὶ διὰ τοὺς ἀνωτέρω εἰρηκότας τῇ ψυχῇ αὐτοῦ, οὐκ ἔστι σωτηρία αὐτῷ ἐν τῷ θεῷ αὐτοῦ , νῦν φησιν· ὀδόντας ἁμαρτωλῶν συνέτριψας , τουτέστι τοὺς λόγους καὶ τὰς κατ’ ἐμοῦ βλασφημίας περιεῖλας· ἀλλὰ καὶ αὐτοὺς τοὺς κατ’ ἐμοῦ τὰ τοιαῦτα φθεγξαμένους, ἀσεβεῖς ὄντας καὶ ἐπιχαιρησικάκους συνέτριψας καὶ τὰς φωνὰς αὐτῶν κατῄσχυνας. καὶ οὐ μόνον γε ἐμοὶ μετὰ τὸ κοιμηθῆναι καὶ ἀναστῆναι παρέσχου, ἀλλὰ καὶ παντὶ τῷ μέλλοντι χρηματίζειν σου λαῷ. τηρητέον δέ, ὡς, ἀντὶ τοῦ σωτηρία ἡ Ἑβραϊκὴ φωνὴ τὸ τοῦ Ἰησοῦ ὄνομα παρείληπται· καὶ δὴ τὸ συμπέρασμα τοῦ παντὸς δύο περιέχει διδασκαλίας· ὅτι τε ἡ τοῦ κυρίου δύναμις σωτήριός ἐστι, καὶ ὅτι αὐτὸς τῷ αὐτοῦ λαῷ τῷ δι’ αὐτοῦ σεσωσμένῳ τὴν εὐλογίαν παρέξει· εὐλογία δὲ πάντως πνευματικὴ κατὰ τὸν ἀπόστολον εἰπόντα· εὐλογητὸς ὁ θεὸς καὶ πατὴρ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ· ὁ εὐλογήσας ἡμᾶς ἐν πάσῃ εὐλογίᾳ πνευματικῇ ἐν τοῖς ἐπουρανίοις ἐν Χριστῷ. ἔνθεν ἐπὶ τῆς τοῦ σωτῆρος γενέσεως λέλεκται τῷ Ἰωσὴφ ὑπὸ τοῦ ἀγγέλου · καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ Ἰησοῦν· αὐτὸς γὰρ σώσει τὸν λαὸν αὐτοῦ, οὓς καὶ μακαρίους ὁ λόγος ἔφασκε . ταῦτα μὲν οὖν τις κατὰ θεωρίαν τῶν προκειμένων. εἴποι δ’ ἄν τις καὶ πρὸς λέξιν πεπληρῶσθαι αὐτά· προλεχθέντα μὲν ὑπὸ τοῦ Δαυῒδ προφητικῶς ἐν καιρῷ τῆς περιστάσεως, ὁπηνίκα ὁ υἱὸς ἐδίωκεν αὐτόν, ἐπὶ πέρας δὲ ἠγμένα μετ’ οὐ πολύ, ὅτε ἐν τῇ τοῦ πολέμου συμβολῇ πίπτει μὲν ὁ Ἀβεσσαλώμ, πίπτουσι δὲ καὶ οἱ τὰ φίλα αὐτῷ φρονοῦντες· κρατεῖ δὲ ἡ τοῦ Δαυῒδ πρόρρησις ἡ φήσασα· ὅτι σὺ ἐπάταξας πάντας τοὺς ἐχθραίνοντάς μοι ματαίως· ὀδόντας ἁμαρτωλῶν συνέτριψας. τοῦ κυρίου ἡ σωτηρία, καὶ ἐπὶ τὸν λαόν σου ἡ εὐλογία σου. ἐλέγετο γοῦν ταῦτα προφητικῶς, ὡς ἂν ἤδη τοῦ λαοῦ σεσωσμένου καὶ ὑπὸ τοῦ Δαυῒδ γεγενημένου. Εἰς τὸ τέλος, ἐν ὕμνοις· ψαλμὸς τῷ Δαυίδ . Ἐν τῷ ἐπικαλεῖσθαί με εἰσήκουσέν μου ὁ θεὸς τῆς δικαιοσύνης μου. Ὁ μὲν πρὸ τούτου ψαλμὸς ἐλέγετο ἐν τῷ ἀποδιδράσκειν Δαυὶδ ἀπὸ προσσώπου Ἀβεσσαλὼμ τοῦ υἱοῦ αὐτοῦ · ὁ δὲ παρὼν ἔοικεν ἑξῆς ἐκείνῳ εἰρῆσθαι μετὰ τὴν κατὰ τοῦ Ἀβεσσαλὼμ νίκην· μεθ’ ὃν ὕμνον ἐπινίκιον τῷ νικοποιῷ θεῷ ἀνατίθησι τὸν παρόντα ψαλμόν, δι’ οὗ καὶ ἡμεῖς ἐπαιδευόμεθα μὴ ἀμνημονεῖν τῶν τοῦ θεοῦ εἰς ἡμᾶς εὐεργεσιῶν. εἰκότως οὖν ἐν μὲν τῷ πρὸ τούτου ἔλεγεν· κύριε, τί ἐπληθύνθησαν οἱ θλίβοντές με; ἐν δὲ τούτῳ· ἐν θλίψει ἐπλάτυνάς μοι . λέγει δὲ ταῦτα περὶ τῆς κατὰ τὸν Ἀβεσσαλὼμ συμφορᾶς, καθ’ ἣν τὸν θεὸν ἐπικαλεσάμενος ἔτυχεν αὐτοῦ ἐπηκόου καὶ γενόμενος ἐν θλίψει διὰ τὸν λαὸν καὶ τὴν κιβωτὸν τοῦ θεοῦ ἀνέσεως καὶ πλατυσμοῦ ἠξιώθη, παυσαμένου μὲν τοῦ πολέμου, εἰρήνης δὲ βαθυτάτης διαλαβούσης αὐτόν τε καὶ πάντα τὸν λαόν. ἢ ἄλλως λέγει ταῦτα ἐπὶ τοῦ πταίσματος τῆς τοῦ Οὐρίου, καὶ ἡ τοῦ υἱοῦ ἐπανάστασις καὶ τὰ λοιπὰ πάντα τὰ κατὰ τὸν οἶκον κακὰ συμβέβηκεν αὐτῷ. ἐπὶ τούτοις γὰρ ἑαυτὸν κακώσας μετανοίᾳ τε καὶ ἐξομολογήσει ἑαυτὸν παραδοὺς καὶ τῷ πταίσματι ἐφαμίλλως ἑαυτὸν τιμωρησάμενος ἔργοις τε δικαιοσύνης καὶ καρποῖς ἀγαθοῖς πάσης εὐποιίας τὸν θεὸν ἱλασάμενος καὶ τυχὼν ἐπαγγελίας ἀγαθῆς, δι’ ἣν ἐν τῷ πρὸ τούτου ψαλμῷ προφητικῶς ἔλεγε· σὺ δέ, κύριε, ἀντιλήπτωρ μου εἶ, δόξα μου καὶ ὑψῶν τὴν κεφαλήν μου , καὶ τὰ λοιπὰ ὅσα παρίστη ὁ πρὸ τούτου λόγος, ἀκολούθως διὰ τῶν προκειμένων φησίν· ἐν τῷ ἐπικαλεῖσθαί με εἰσήκουσέ μου ὁ θεὸς τῆς δικαιοσύνης μου, ἐν θλίψει ἐπλάτυνάς μοι. οἰκτείρησόν με καὶ εἰσάκουσον τῆς προσευχῆς μου . τὸ πρῶτον ἐπακουσθεὶς ἐν τῷ ἐπικαλεῖσθαι τὸν κύριον, οὐκ ἐπαίρεται οὐδὲ ἀπορρᾳθυμεῖ· ἀλλ’ εὐθὺς περὶ τοῦ μέλλοντος χρόνου πάλιν δέεται, πάντοτε τὸν θεὸν ἐπήκοον ἔχειν παρακαλῶν· ἱκετεύει τε κατ’ οἶκτον ἐπακουσθῆναι, οὐ κατ’ ὀφειλήν. εἰ γὰρ καὶ παρῆν τις αὐτῷ καρπὸς δικαιοσύνης , ἀλλ’ οὐκ ἐπὶ τούτῳ θαρσεῖν ἔλεγεν· ἀλλ’ ἐπὶ τῷ ἐλέῳ καὶ τοῖς οἰκτιρμοῖς τοῦ θεοῦ. Υἱοὶ ἀνθρώπων, ἕως πότε βαρυκάρδιοι; ἵνα τί ἀγαπᾶτε ματαιότητα, καὶ ζητεῖτε ψεῦδος; Τοὺς τὴν διάνοιαν πεπαχυμμένους καὶ περὶ τὴν ὑπακοὴν τοῦ θείου λόγου βραδεῖς βαρυκαρδίους ὠνόμασεν ἢ τοὺς βεβαρημένους τὸ συνειδὸς ὑπὸ μοχθηρῶν λογισμῶν· πλήττων δὲ τούτους τῷ λόγῳ φησίν· ἕως ποτε ταῖς ἑαυτῶν ἁμαρτίαις παραμένετε σπεύδειν δέον ἐπὶ μετάνοιαν καὶ τὴν φίλην τῷ θεῷ ἐξομολόγησιν; κατὰ δὲ τὴν ἱστορίαν, ἔοικεν ὁ Δαυῒδ πρὸς τοὺς ἐπὶ τοῖς πειρασμοῖς καὶ ταῖς περιστάσεσι ταραττομένους καὶ θορυβουμένους καὶ πάντα μᾶλλον πράττοντας ἢ ἐπὶ τὸν θεὸν καταφεύγοντας ταῦτα λέγειν. τί γὰρ χρὴ ταράττειν καὶ ταράττεσθαι, φησίν, ἐν τοῖς περιστατικοῖς καιροῖς; τί δὲ χρὴ ματαιότητι ἑαυτοὺς ἐκδιδόναι, ὦ βαρυκάρδιοι ἄνδρες; τί δὲ τὸ ψεῦδος μετιέναι τὸ ἀληθὲς καταλιπόντας; ἀλλὰ γὰρ ἐντεῦθεν μαθόντες, ὅτι θεὸς καὶ κύριός ἐστιν ὁ τῶν ὅλων ἔφορος καὶ προνοητὴς ὁ μηδέποτε καταλειπὼν πάντα ὅσιον αὐτοῦ, ἀλλ’ ἀεὶ θαυμαστὰ ἐπ’ αὐτῷ δεικνύς· σπουδάζετε καὶ αὐτοὶ ὅσιοι γένεσθε εὖ καὶ ἀκριβῶς εἰδότες, ὅτι καὶ ὑμῶν ὥσπερ οὖν καὶ ἐμοῦ αὐτοῦ κύριος εἰσακούσεται ἐν τῷ κεκραγέναι με πρὸς αὐτόν . ἐπακούσαντος δὲ ὑμῶν τοῦ κυρίου οὐδὲν δεῖ λοιπὸν μεριμνᾷν ἔχοντας τὸ ἀσφαλὲς ἀπὸ τῆς παρ’ αὐτοῦ βοηθείας. δόξα δὲ τοῦ θείου λόγου εἶεν ἂν οἱ υἱοὶ τῶν ἀνθρώπων κατὰ τὸν Ἀκύλαν καὶ Σύμμαχον · ὁ μὲν γὰρ Ἀκύλας · ἕως πότε, οἱ ἔνδοξοί μου; ἐκδέδωκεν, ὁ δὲ Σύμμαχος · ἕως πότε ἡ δόξα μου; διὰ τὴν ἐν αὐτοῖς νοερὰν ψυχὴν καὶ λογικὴν τὴν κατ’ εἰκόνα τοῦ θεοῦ πεποιημένην. οὓς ἐπὶ τὸ χεῖρον ἑαυτοὺς διαστρέφοντας ὁ λόγος ἐπονειδίζει βαρυκαρδίους καλῶν καὶ ἀνθρώπων υἱούς· δέον εἶναι υἱοὺς θεοῦ κατὰ τό· ἐγὼ εἶπον· θεοί ἐστε, καὶ υἱοὶ ὑψίστου πάντες. Ὀργίζεσθε καὶ μὴ ἁμαρτάνετε. Συμβουλεύει κωλύειν τὸ τῆς ὀργῆς πάθος, εἴ ποτε ἀγανακτικῶς ἀνακινεῖται μηδὲ εἰς ἔργον τὸν θυμὸν κινεῖσθαι παραινῶν. οὐκ ἀκαίρως δὲ ταῦτά φησιν· ἀλλ’ ἐπειδὴ κατὰ τοῦ Ἀβεσσαλὼμ ὁρμῶντες εἰς πόλεμον μετ’ ὀργῆς ἐξῄεσαν, ὡς εἰκóς, οἱ μετὰ τοῦ Δαυῒδ , ἀγανακτοῦντες ἐπὶ τῇ τοῦ υἱοῦ κατὰ τοῦ πατρὸς ἐπαναστάσει· τούτου χάριν ἔοικε τοιαῦτά τινα πρὸς αὐτοὺς λέγειν· ὑμεῖς μέν, ὦ ἄνδρες σύμμαχοι, οἳ δὴ καὶ ἔνδοξοί μου, ὡς υἱοὶ ἀνθρώπων βαρυκάρδιοί τινες ὄντες καὶ τῇ τοῦ θνητοῦ βίου ματαιότητι προσέχοντες, οὐκ εἰδότες τὴν τοῦ θεοῦ κατὰ τῶν ἀσεβῶν δικαιοκρισίαν θυμοῦσθε κατὰ τοῦ ἀσεβοῦς υἱοῦ· καὶ δικαίως κινούμενοι καὶ ἀγανακτικῶς ὀργιζόμενοι ἐπὶ τὸν πόλεμον ὁρμᾶτε· ἐγὼ δὲ τοῖς πᾶσι παραινῶ, εἰ καὶ εὔλογος ἡ ὀργή, ἀλλ’ ὑμᾶς οὐ χρὴ τῆς οἰκείας ἐπιλανθάνεσθαι ἀνεξικακίας οὐδ’ ἐπὶ πλέον ἐξάπτεσθαι ὡς καὶ ἐπὶ ἁμαρτίας ἐκπίπτειν. διό φημι· ὀργίζεσθε, ἀλλὰ μὴ ἁμαρτάνετε. εἰ δὲ καὶ κλονεῖσθε, κατὰ τὸν Ἀκύλαν , τὰς ψυχὰς διὰ τὰ τῷ Ἀβεσσαλὼμ προτετολμημένα, ἀλλ’ ὁρᾶτε, μὴ καὶ ἑτέραν ἐπὶ ταῖς προτέραις προσθείητε ἁμαρτίαν τῇ ὀργῇ ἐπιμένοντες. εὕροις δ’ ἂν καὶ κατὰ τὴν ἱστορίαν πολλὰ παραινοῦντα αὐτὸν φείσασθαι τοῦ παιδός.