Κύριε, τί ἐπληθύνθησαν οἱ θλίβοντές με; πολλοὶ ἐπανίστανται ἐπ’ ἐμέ· πολλοὶ λέγουσιν τῇ ψυχῇ μου· οὐκ ἔστι σωτηρία αὐτῷ ἐν τῷ θεῷ αὐτοῦ. Πάντας διωγμοὺς χρὴ προσδοκᾷν τοὺς κατὰ θεὸν ζῇν προῃρημένους. ἐπεὶ κατὰ τὸν ἀπόστολον· πάντες οἱ θέλοντες ζῇν εὐσεβῶς ἐν Χριστῷ Ἰησοῦ διωχθήσονται. ἀλλ’ ἐν πᾶσι προσήκει τὰ δεινὰ καρτερῶς ὑπομένειν· ἐπεὶ μηδὲ πρὸς ὀλίγον ἐστὶν ἡμῖν ὁ ἀγών, μηδὲ πρὸς μικρούς, ἀλλὰ πρὸς πλείονας καὶ μεγάλους, οὐ μόνον τοὺς ἐν ἀνθρώποις, ἀλλὰ καὶ τοὺς ἀοράτους ἐχθρούς. καὶ κατὰ τὸ ῥητὸν δὲ, Δαυῒδ , ἐκ νέας ἡλικίας ὑπὸ τοῦ Σαοὺλ πολεμηθεὶς, καὶ μετὰ ταῦτα ὑπὸ μυρίων ἄλλων, καὶ τέλος ὑπὸ τοῦ υἱοῦ τῆς βασιλείας ἐλαυνόμενος καὶ φεύγων, ταῦτα κατὰ τὸν καιρὸν τῆς φυγῆς ἔλεγεν. ἐχθρῶν δέ ἐστι τὸ ἐπεμβαίνειν καὶ ἐπανίστασθαι τοῖς κακοῖς τῶν δι’ ἐναντίας· διόπερ καὶ τῷ Δαυῒδ ἡμαρτηκότι ἐπὶ τῆς τοῦ Οὐρίου πολλοὶ ἐπανίσταντο ἐπιχαιρεσίκακοι ἐχθροί τινες. πάλαι καὶ ἐκ μακροῦ διαφθονούμενοι αὐτοῦ τῇ κατὰ θεὸν προκοπῇ· οἱ δὲ τοιοῦτοι εὐδοκιμούντων μὲν ἀεὶ τῶν δικαίων ταπεινοῦνται καὶ καταισχύνονται· πταιόντων δὲ ἐπανίστανται· ἀλλ’ ἐπὶ τῷ σφάλματι τοῦ Δαυῒδ ἐπ’ ἐμβαίνοντες οἱ δεδηλωμένοι ἀπεγίνωσκον αὐτοῦ τῆς ψυχῆς τὴν σωτηρίαν καὶ ἔλεγον· οὐκ ἔστιν σωτηρία αὐτῷ ἐν τῷ θεῷ αὐτοῦ· ὁ δὲ τὰ περὶ τοῦ σωτῆρος τῶν ἐθνῶν ἁπάντων ἀπὸ τοῦ προτεταγμένου ψαλμοῦ μεμαθηκώς· πιστεύσαστε ὅτι μακάριοι πάντες οἱ πεποιθότες ἐπ’ αὐτῷ. ἐπὶ τὸν τοῦ θεοῦ λόγον τὰς ἐλπίδας ἐπιρρίψας, τῶν μὲν ἐχθρῶν οὐδένα λόγον ἐποιεῖτο, τῷ δὲ σωτῆρι προσφωνεῖ λέγων· σὺ δὲ Κύριε ἀντιλήπτωρ μου εἶ· δόξα μου καὶ ὑψῶν τὴν κεφαλήν μου· πολλοὶ λέγουσιν τῇ ψυχῇ μου οὐκ ἔστιν σωτηρία αὐτοῦ ἐν τῷ θεῷ αὐτοῦ· οἱ διῶκται τῆς θεοσεβείας μὴ πιστεύοντες τὴν ψυχὴν ἀθάνατον εἶναι ταῦτα λέγειν εἰώθασιν· ἀλλὰ καὶ οἱ μὴ χώραν μετανοίας διδόντες τοῖς ἅπαξ ἡμαρτηκόσιν ταῦτα ἂν εἴποιεν περὶ τῶν μετανοεῖν ἐφ’ οἷς ἥμαρτον ἐθελόντων· καὶ οἱ ἄθεοι δὲ αἱρεσιῶται εἰς ἔτι καὶ νῦν βλασφημοῦντες τὸν Δαυὶδ ταῦτα φασὶν περὶ αὐτοῦ διὰ τὸ πραχθὲν αὐτῷ πλημμέλημα ἀπογινώσκοντες αὐτοῦ τὴν ἐν θεῷ σωτηρίαν. Σὺ δέ, κύριε, ἀντιλήπτωρ μου εἶ, δόξα μου, καὶ ὑψῶν τὴν κεφαλήν μου. Ὅπως δὲ ὑψώθη τοῦ Δαυῒδ ἡ κεφαλὴ, νοήσει ἐπιστήσας, ὡς καθ’ ὅλης τῆς τῶν ἀνθρώπων οἰκουμένης καὶ ἐν πᾶσι τοῖς ἔθνεσι τὸ τοῦ Δαυῒδ βεβόηται ὄνομα, διὰ τὸν ἐκ σπέρματος αὐτοῦ κατὰ σάρκα γενόμενον Χριστὸν τὸν τοῦ θεοῦ υἱόν· οὐχ οὕτως γὰρ ἐν ἀνθρώποις ὢν, καὶ μόνου τοῦ Ἰσραὴλ βασιλεὺς ὤν, δεδόξαστο καὶ ὕψωτο, καὶ μάλιστα μετὰ τὴν ἐπανάστασιν τοῦ Ἀβεσσαλὼμ τὴν κατ’ αὐτοῦ γενομένην, ὡς διὰ τῆς σωτηρίου θεοφανείας ἐκ σπέρματος αὐτοῦ προελθούσης κατὰ σάρκα. Φωνῇ μου πρὸς κύριον ἐκέκραξα, καὶ ἐπήκουσέ μου ἐξ ὄρους ἁγίου αὐτοῦ. Τοῦ ὄρους ἐμνημόνευσε τούτου καὶ ὁ πρὸ τούτου ψαλμὸς, ἐν οἷς ἔλεγεν· ἐγὼ δὲ κατεστάθην βασιλεὺς ὑπ’ αὐτοῦ ἐπὶ Σιὼν ὄρος τὸ ἅγιον αὐτοῦ. ἦν δὲ καὶ ὁ λέγων ἐν ἐκείνοις ταῦτα ὁ Χριστός· καὶ νῦν τοιγαροῦν ἐπακούσεσθαι αὐτοῦ φησιν ὁ Δαυῒδ ἐξ ὄρους ἁγίου αὐτοῦ. τίνα δὲ ἐπακούσεσθαι αὐτοῦ, ἀλλ’ ἢ τὸν κύριον τὸν καταστάντα βασιλέα ἐπὶ Σιὼν ὄρος τὸ ἅγιον αὐτοῦ; διὰ τούτου γὰρ μόνου ἀφέσεως τεύξεσθαι πεπίστευκεν, αὐτὸν τὲ εἶναι δόξαν αὐτοῦ, καὶ τὸν ὑψοῦντα τὴν κεφαλὴν αὐτοῦ. σφόδρα τοίνυν προειπὼν δοξασθήσεσθαι καὶ ὑψωθήσεσθαι τὴν ἑαυτοῦ κεφαλὴν, ὁπόθεν ὑπῆρξεν αὐτῷ τοῦτο διδάσκει λέγων· φωνῇ μου πρὸς κύριον ἐκέκραξα, καὶ ἐπήκουσέ μου ἐξ ὄρους ἁγίου αὐτοῦ . Ἐγὼ ἐκοιμήθην καὶ ὕπνωσα· ἐξηγέρθην ὅτι κύριος ἀντιλήμψεταί μου. Τὰ μέλλοντα καὶ ἐν τούτοις ὡς παρῳχηκότα θεσπίζει· ὡς γὰρ ἐν τῷ δευτέρῳ ἐλέγετο· ἵνα τί ἐφρύαξαν ἔθνη, καὶ λαοὶ ἐμελέτησαν κενά; παρέστησαν καὶ συνήχθησαν κατὰ τοῦ κυρίου καὶ κατὰ τοῦ Χριστοῦ αὐτοῦ , ταῦτά τε ἐνοεῖτο μελλητικῶς, οὕτω καὶ νῦν τὸ ἐγὼ ἐκοιμήθην καὶ ὕπνωσα προφητικῶς εἴρηται ἀντὶ τοῦ κοιμηθήσομαι καὶ ὑπνώσω καὶ ἐξεγερθήσομαι, ὅτι σὺ kύριε ἀντιλήπτωρ μου εἶ, δόξα μου καὶ ὑψῶν τὴν κεφαλήν μου . ἐν τούτῳ γὰρ τὸν καιρὸν ἐπισημαίνεται καθ’ ὃν ὑπάρξει αὐτῷ ταῦτα. μετὰ γὰρ τὸ κοιμηθῆναι αὐτὸν ἐξεγερθήσεσται, φησὶν, ὅτι κύριος ἀντιλήψεται αὐτοῦ. κοίμησιν δὲ σημαίνει τὸν θάνατον, μεθ’ ὃν ταῦτα ἔσεσθαι περὶ αὐτοῦ προφητεύει ἀναπέμπων ἐπὶ τὸν χρόνον τῆς τοῦ σωτῆρος παρουσίας, μεθ’ ὃν τέλους ἔτυχεν ἡ προφητεία· ὅτε καὶ μέχρις ᾅδου καταβὰς ὁ υἱὸς τοῦ ἀνθρώπου ὁ Χριστὸς καὶ τῶν ἐκεῖ τὴν αὐτοῦ προσδοκώντων ἄφιξιν σωτὴρ ἐπεδείχθη, ὡς ἅμα τῇ αὐτοῦ ἐκ νεκρῶν ἀναστάσει πολλὰ σώματα τῶν ἁγίων τῶν κεκοιμημένων συναναστῆναι αὐτῷ, ἐν οἷς εἰκὸς ἦν καὶ τὴν τοῦ Δαυῒδ ψυχήν. θαρσῶν δὲ τῇ δυνάμει τῆς ἀναστάσεως τοῦ σωτῆρος, δι’ ἧς ἤμελλε καὶ αὐτὸς κοιμηθεὶς ἐξεγερθήσεσθαι, φησίν· <ἐγὼ ἐκοιμήθην καὶ ὕπνωσα· ἐξηγέρθην ὅτι κύριος ἀντιλήμψεταί μου.> Oὐ φοβηθήσομαι ἀπὸ μυριάδων λαοῦ τῶν κύκλῳ συνεπιτιθεμένων μοι. Προεώρα γάρ, ὅτι μυριάδες ἀντικειμένων δυνάμεων βουλήσονται ἐπισχεῖν τὴν τῶν ἁγίων ἀναβίωσιν, διαφθονούμεναι τῇ αὐτῶν σωτηρίᾳ, ὧν ἐγώ, φησίν, λόγον οὐδένα ποιήσομαι θαρσῶν τῷ ὑπερασπιστῇ μου τῷ τοῦ θανάτου νικητῇ, ὃς δὴ θύρας χαλκὰς συντρίψας καὶ μοχλοὺς σιδηροῦς συγκλάσας τὰς ἐξ αἰῶνος ἀποκεκλεισμένας τοῦ θανάτου πύλας ἀνέῳξεν· ὁδόν τε ἀναστάσεως παρέσχε τοῖς αὐτόθι γνωρίμοις αὐτοῦ, ὧν εἷς ἦν ὁ Δαυΐδ . διὸ ἐν ἑτέρῳ ψαλμῷ ἔλεγεν· ἐγνώρισάς μοι ὁδοὺς ζωῆς· πληρώσεις με εὐφροσύνης μετὰ τοῦ προσώπου σου.