Aἴτησαι παρ’ ἐμοῦ, καὶ δώσω σοι ἔθνη τὴν κληρονομίαν σου καὶ τὴν κατάσχεσίν σου τὰ πέρατα τῆς γῆς. Καὶ ὅτι γε εἰς τὸν ἡμέτερον σωτῆρα Ἰησοῦν τὸν Χριστὸν, καὶ οὐκ εἰς ἄλλον, πεπλήρωται ταῦτα, παρίστησι· τὸ γάρ· αἴτησαι παρ’ ἐμοῦ, καὶ δώσω σοι ἔθνη τὴν κληρονομίαν σου, καὶ τὴν κατάσχεσίν σου τὰ πέρατα τῆς γῆς , οὐδεὶς ἂν ἔχοι φάναι ἐφ’ ἑτέρου τῶν πάλαι τοῦ θεοῦ προφητῶν πεφανερῶσθαι καὶ πεπληρῶσθαι. οὔτε γὰρ Μωϋσῆς τῶν ἐθνῶν ἁπάντων ἐκράτησεν, οὔτε Δαυῒδ , οὔτε Σολομὼν, οὔτε τις ἕτερος προφητῶν ἢ βασιλέων τῶν ἐξ αἰῶνος γενομένων· μόνῳ δὲ τῷ ἡμετέρῳ σωτῆρι ἡ τῶν πραγμάτων ἐνάργεια μαρτυρεῖ· ἐπειδήπερ εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος τῶν ἀποστόλων αὐτοῦ, καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα αὐτῶν διῆλθεν . Κατάσχεσιν οὖν ποιεῖται τὰ πέρατα· καὶ προφέρει τὴν προμήθειαν καὶ ἐπὶ τὰ ἔθνη. Ἰουδαῖοι δὲ τί ἂν εἴποιεν λέγοντες πρὸς τὸν Δαυιδ λελέχθαι τὸ υἱός μου εἶ σύ · καὶ τὸ δώσω σοι ἔθνη · πότε γὰρ ἡ τοῦ Δαυιδ βασιλεία τῆς γῆς κατέσχεται πέρατα ἢ ἀπὸ τῶν Ἰουδαίων εἰς τὰ ἔθνη μετέθετο. Ποιμανεῖς αὐτοὺς ἐν ῥάβδῳ σιδηρᾷ, ὡς σκεύη κεραμέως συντρίψεις αὐτούς. Λαβὼν τὴν κατὰ πάντων ἐξουσίαν τοὺς προτέρους ἐκείνους τοὺς κατὰ σοῦ φρυάξαντας καὶ κενὰ μελετήσαντας, ἀλλὰ καὶ τοὺς παραστάντας καὶ συναχθέντας κατὰ σοῦ βασιλεῖς τε γῆς καὶ ἄρχοντας ποιμανεῖς , οὐ τῇ τῶν ἡμέρων προβάτων ποιμαντικῇ ῥάβδῳ τῇ διὰ λόγων καὶ σωτηρίων μαθημάτων· τοιαύτῃ γὰρ λογικῇ ῥάβδῳ τὰ Χριστοῦ πρόβατα ἐν ταῖς μάνδραις αὐτοῦ, ἐν ταῖς ἐκκλησίαις καὶ ταῖς τῶν ἱερῶν γραφῶν πνευματικαῖς νομαῖς ποιμαίνεται· ἀλλ’ ἐν ῥάβδῳ σιδηρᾷ , δι’ ἧς συντρίψειν αὐτούς , καὶ τὸ οἴημα αὐτῶν κατεάξειν δίκην ἀγγείου ὀστρακίνου λέγεται. Ῥάβδον δὲ σιδηρᾶν τὴν Ῥωμαίων ἀρχὴν εἶναί φησιν, ἐπικρατεστέραν γενομένην μετὰ τὴν τοῦ σωτῆρος ἡμῶν ἐπιφάνειαν. ἐξ ἐκείνου γὰρ τῶν κατ’ ἔθνη πολυαρχιῶν καὶ τῶν κατὰ χώρας ἐθναρχιῶν καταλυθεισῶν ἡ Ῥωμαίων ἐμονάρχησε βασιλεία, ἣν καὶ ἡ τοῦ Δανιὴλ προφητεία σιδηρᾶν προσεῖπεν, ἐπὶ μὲν τῆς εἰκόνος φήσασα· αἱ κνῆμαι καὶ οἱ πόδες σιδηροῖ καὶ τὴν ἑρμηνείαν ἐκθεμένη διὰ τοῦ φάναι· βασιλεία τετάρτη ἔσται ἰσχυρὰ ὡς ὁ σίδηρος· ὃν τρόπον γὰρ ὁ σίδηρος, λεπτυνεῖ καὶ δαμάσει πάντα, οὕτως λεπτυνεῖ καὶ δαμάσει· ἐπὶ δὲ τῆς ὁράσεως τοῦ προφήτου· καὶ ἰδοὺ, φησὶν, ζῶον τέταρτον φοβερόν, καὶ οἱ ὀδόντες αὐτοῦ σιδηροῖ, ἐσθίον καὶ λεπτύνον, καὶ τὰ ἐπίλοιπα τοῖς ποσὶν αὐτοῦ συνεπάτει .   Ταύτην τοίνυν καὶ ἐπὶ τοῦ παρόντος δηλοῦσθαι διὰ τοῦ φάσκοντος λόγου· ποιμανεῖς αὐτοὺς ἐν ῥάβδῳ σιδηρᾷ, ὡς σκεύη κεραμέως συντρίψεις αὐτούς. δυνάμει γὰρ ἀφανεῖ καὶ ἀοράτῳ παρὰ τοῦ πατρὸς κλῆρον παραλαβὼν τὰ καθ’ ὅλης τῆς οἰκουμένης ἔθνη ὁ Χριστός, τοὺς μὲν ἐπεγνωκότας αὐτὸν καὶ ὑπὸ τὴν αὐτοῦ μάνδραν γενομένους ποιμανεῖ εἰσάγων καὶ ἐξάγων εἰς ἀγαθὰς νομάς, ὥστε λέγειν τὴν αὐτοῦ ποίμνην (λογικὴ γὰρ ἦν)· κύριος ποιμαίνει με, καὶ οὐδέν με ὑστερήσει. εἰς τόπον χλόης ἐκεῖ με κατεσκήνωσεν· ἐπὶ ὕδατος ἀναπαύσεως ἐξέθρεψέ με, τὴν ψυχήν μου ἐπέστρεψε · τοὺς δὲ ἀφηνιῶντας τῶν ἐθνῶν καὶ κατεπαιρομένους τῶν αὐτοῦ προβάτων τῇ ῥάβδῳ τῇ σιδηρᾷ καθυποτάττει δαμάζων καὶ συντρίβων διὰ τῆς Ῥωμαϊκῆς δυναστείας. οὕτω γοῦν συμβαίνει τῶν ἀπλήστων ἐθνῶν τοὺς θυμοὺς καὶ τὰς ὁρμὰς τὰς κατὰ τῆς ἐκκλησίας τοῦ θεοῦ διὰ τῆς Ῥωμαϊκῆς ἀπειλῆς ἀνακρούεσθαι, οὐκ ἂν ἐπιτρεψάντων τῶν κατὰ πόλεις ἀρχόντων τε καὶ δήμων, ἐν μέσοις αὐτῶν συστῆναι τὴν Χριστοῦ διδασκαλίαν ἀνατρεπτικὴν τῆς πολυθέου πλάνης αὐτῶν τυγχάνουσαν, εἰ μὴ ὁ Ῥωμαϊκὸς αὐτοῖς ἦν ἐπηρτημένος φόβος καὶ τὰ συντρίβοντα αὐτοὺς καὶ μὴ ἐῶντα κεφαλὴν ἐπᾶραι διατάγματα τοὺς θυμοὺς αὐτῶν ἐχαλίνου καὶ συνέτριβε. Καὶ ἄλλῃ δὲ θεϊκῇ καὶ ἀπορρήτῳ δυνάμει ὁ Χριστὸς τὰ μὲν αὑτοῦ πρόβατα ἡμέρως ποιμαίνει, μηδέποτε ἀναχωρῶν ἀπ’ αὐτῶν, καθ’ ἣν πεποίηται ἐπαγγελίαν φήσας· ὅπου ἂν εἶεν δύο ἢ τρεῖς συνηγμένοι ἐν τῷ ὀνόματί μου, ἐκεῖ εἰμι ἐν μέσῳ αὐτῶν· καὶ πάλιν · ἰδοὺ ἐγὼ μεθ’ ὑμῶν εἰμι πάσας τὰς ἡμέρας ἕως τῆς συντελείας τοῦ αἰῶνος · τοὺς δ’ ἐπανισταμένους αὐτοῦ τῇ ποίμνῃ ἐν τοῖς κατὰ χρόνους διωγμοῖς πάλιν αὐτὸς μετέρχεται ἀφανεῖ καὶ ἀοράτῳ δυνάμει κολάζων ἐν ῥάβδῳ σιδηρᾷ, καὶ τιμωρητική ἀλλὰ καὶ τὴν ὑπερηφανίαν αὐτῶν καὶ τὸ ἔπαρμα τῆς ἀλαζονείας ὡς σκεύη κεράμέως συντρίβει· ὡς ἤδη μυρίους αὐτῶν ὑπὸ τῶν θεηλάτων αὐτοῦ μαστίγων ἐλαυνομένους δοῦναι δόξαν τῷ θεῷ, καὶ ἐξομολογήσασθαι τὰς δυσσεβείας αὐτῶν. Καὶ νῦν, βασιλεῖς, σύνετε· παιδεύθητε, πάντες οἱ κρίνοντες τὴν γῆν. δουλεύσατε τῷ κυρίῳ ἐν φόβῳ, καὶ ἀγαλλιᾶσθε αὐτῷ ἐν τρόμῳ. δράξασθε  παιδείας, μήποτε ὀργισθῇ κύριος καὶ ἀπολεῖσθε ἐξ ὁδοῦ δικαίας. ὅταν ἐκκαυθῇ ἐν τάχει ὁ θυμὸς αὐτοῦ, μακάριοι πάντες οἱ πεποιθότες ἐπ’ αὐτῷ. Ἐντεῦθεν μεταβὰς ὁ λόγος διδασκαλίαν ἐκτίθεται τοῖς ἄρχουσι καὶ τοῖς βασιλεῦσι, τοῖς ὑπὸ τῇ σιδηρᾷ ῥάβδῳ ποιμανθησομένοις, καί φησιν· ὅτι γνόντες, ὦ οὗτοι, καὶ συνέντες ὁπόση τις ἡ δύναμις τοῦ παρὰ πατρὸς εἰληφότος τὰ ἔθνη κληρονομίαν, καὶ ὁποία τις τυγχάνει ἡ σιδηρᾶ ῥάβδος ἡ καθ’ ὑμῶν ἐπεωρημένη, παύσασθε πολεμοῦντες αὐτῷ· καὶ καθ’ ἑαυτῶν ἐπισπώμενοι τὴν σιδηρᾶν ῥάβδον ἀναλαβόντες δὲ μᾶλλον σύνεσιν ἐπίδοτε ἑαυτοὺς τῇ λογικῇ παιδείᾳ. καὶ τὸν ζυγὸν τῆς τοῦ θεοῦ δουλείας ἀναλάβετε, ὡς ἂν μετάσχοιτε τῆς παρὰ τῷ θεῷ εὐφροσύνης καὶ ἀγαλλιάσεως· δουλεύοντες δὲ τῷ θεῷ μετὰ φόβου τοῦτο ποιεῖτε καὶ χαίροντες καὶ ἀγαλλιώμενοι ἐπὶ τῇ τοῦ θεοῦ δουλείᾳ σὺν τρόμῳ καὶ ἀγωνίᾳ τοῦτο πράττετε· οὐ γὰρ μόνον τοὺς δουλεύοντας τῷ Κυρίῳ φοβεῖσθαι δεῖ, ἀλλὰ καὶ τοὺς ἀγαλλιωμένους ἐπ’ αὐτῷ καὶ τοῦ φόβου τοῦ δεσποτικοῦ ἠλευθερωμένους μειζόνως ἀγωνιᾶν προσήκει. μήποτε ἀποπέσοιεν τῆς παρὰ τῷ θεῷ χαρᾶς χαυνωθέντες καὶ εἰς ἀφοβίαν περιτραπέντες· ὅπερ εἰ πάθοιεν ὀργῇ θεοῦ παραδοθέντες ἀπολοῦνται ἐξ ὁδοῦ δικαίας. ἐκκαύσαντες καθ’ ἑαυτῶν τὸν τοῦ θεοῦ θυμόν. ὀργὴν δὲ θεοῦ καὶ θυμόν, ὅτι μὴ ὁμοίως τοῖς ἀνθρωπίνοις πάθεσιν καὶ τῷ θεῷ περιάπτουσιν οἱ ἱεροὶ λόγοι. σαφὲς τοῖς ἐπιστήσασιν τῷ ἀποστόλῳ λέγοντι· κατὰ δὲ τὴν σκληρότητά σου καὶ ἀμετανόητον καρδίαν. θησαυρίζεις σεαυτῷ ὀργὴν ἐν ἡμέρᾳ ὀργῆς· δι’ ὧν παρίστησιν τὰς ἐπὶ τοῖς ἁμαρτανομένοις ἀποδοθησομένας ἑκάστῳ κολάσεις ὑπὸ τῆς τοῦ θεοῦ δικαιοκρισίας ὀργὴν ὀνομάζεσθαι καὶ θυμόν· ἅπερ ἕκαστον θησαυρίζειν ἑαυτῷ διδάσκει· οὐχὶ δὲ ἐκ πάθους θεοῦ ὁμοίως ἀνθρώποις γίνεσθαι· ἐν γοῦν τῷ καιρῷ τῆς τοῦ θεοῦ κρίσεως ὃς ἐπιστήσεται ἐν τάχει. βραχὺς γὰρ πᾶς ὁ ἐνεστηκὼς βίος. οἱ πεποιθότες ἐπὶ τὸν δι’ ὅλου τοῦ ψαλμοῦ προφητευθέντα Χριστόν. μακάριοι εὑρεθήσονται· καὶ τοῦτό γε ἦν τὸ λεῖπον τῷ δηλωθέντι διὰ τοῦ πρώτου ψαλμοῦ μακαρισμοῦ ὅπερ ὁ παρὼν ἐπεσφραγίσατο λόγος· οὐ γὰρ μόνον ἀποσχέσθαι δεῖ τῆς τῶν ἀσεβῶν καὶ ἁμαρτωλῶν καὶ λοιμῶν πορείας· οὐδὲ μόνον τὸ μελετῆσαι τὸν νόμον Κυρίου καὶ νυκτὸς καὶ ἡμέρας, ἀλλὰ καὶ μὴ εἰς κενὸν μελετῆσαι, ὅπερ πεπόνθασιν οἱ ἐκ περιτομῆς· καὶ συνιέναι δὲ προσήκει τὰ μεμελετημένα καὶ ἐπιγνῶναι ἀναγκαῖον ἐξ αὐτῶν τὸν Χριστόν, ἀλλὰ καὶ τῆς αὐτοῦ μερίδος καὶ κληρονομίας καταξιωθῆναι σπουδάσαι καὶ ἐπὶ τούτοις ἅπασιν πεποιθέναι ἐπ’ αὐτῷ καὶ διὰ πίστεως καὶ ἔργων ἐνδείξασθαι τὴν πεποίθησιν· ἐπειδὴ μακάριοι πάντες οἱ πεποιθότες ἐπ’ αὐτῷ, ὧν οὕτως ἐχόντων, εἰκότως ὡς ἂν μιᾶς οὔσης τῆς διανοίας καὶ τὸν δεύτερον τῷ πρώτῳ ψαλμῷ συνῆφθαι φησὶν παρ’ Ἑβραίοις. Ψαλμὸς τῷ Δαυῒδ , ὁπότε ἀπεδίδρασκεν ἀπὸ προσώπου Ἀβεσσαλωμ τοῦ υἱοῦ αὐτοῦ. Ἀναγκαίως τὸν καιρὸν ἐπισημειοῦται, ὡς ἂν ἐφαρμόσοι μὲν τοῖς λεγομένοις τὴν ἀπὸ τῶν βασιλειῶν ἱστορίαν, καὶ ὡς ἂν μάθοιμεν, ὅτι, μετὰ τὸ ἐξαμαρτῆσαι εἰς τὴν τοῦ Οὐρίου, τοσοῦτον εἰσηνέγκατο μετανοίας καρπὸν, ὡς πάλιν ἐνθέῳ πνεύματι ψάλλειν. ἕπεται γὰρ τῇ κατὰ τὸν Οὐρίαν ἱστορίᾳ ἡ τοῦ Ἀβεσσαλὼμ κατὰ τοῦ πατρὸς ἐπανάστασις. γένοιτο δ’ ἂν ἐκ τούτων καὶ ἑτέροις τροπὴ τῆς ἀπὸ προτέρων κακῶν ἐπὶ τὰ κρείττω μεταβολῆς, διδασκαλία τε γνησίας πρὸς τὸν θεὸν ἐπιστροφῆς. καὶ ἄλλως δὲ ἴδιον δικαίων ἐστὶ τὸ θλίβεσθαι· διὸ καὶ ὁ Σωτήρ φησιν· Ἐν τῷ κόσμῳ θλίψιν ἔχετε· καὶ στενὴ καὶ τεθλιμμένη ἐστὶν ἡ ὁδὸς ἡ ἀπάγουσα εἰς τὴν ζωήν.