Διάψαλμα Τὸ διάψαλμα παρὰ τοῖς Ἑβδομήκοντα κεῖται, οὐκέτι δὲ παρὰ Θεοδοτίωνι καὶ Συμμάχῳ. καίτοι γε εἰώθασι πολλάκις χρῆσθαι τῇ λέξει ταύτῃ ὁμοίως τοῖς Ἑβδομήκοντα. διὸ εἰκός, εἰ καὶ τὸ πρόσωπον μεταβέβληκε, τὸν μουσικὸν ῥυθμὸν τετηρῆσθαι καὶ διὰ τοῦτο μὴ προστεθεικέναι τὸ διάψαλμα τὸν Θεοδοτίωνα καὶ τὸν Σύμμαχον . Διαρρήξωμεν τοὺς δεσμοὺς αὐτῶν καὶ ἀπορρίψωμεν ἀφ’ ἡμῶν τὸν ζυγὸν αὐτῶν. ὁ κατοικῶν ἐν οὐρανοῖς ἐκγελάσεται αὐτούς, καὶ ὁ κύριος ἐκμυκτηριεῖ αὐτούς. Τῶν κατὰ τοῦ κυρίου καὶ τοῦ χριστοῦ αὐτοῦ συναχθέντων ἐθνῶν τε καὶ λαῶν, βασιλέων τε καὶ ἀρχόντων, ὁρωμένων τε καὶ ἀφανῶν, προστάττει τὸ πνεῦμα τὸ ἅγιον τοὺς τῆς εἰδωλολατρείας δεσμοὺς διαρρηγνύναι καὶ τὸν βαρὺν τῆς ἁμαρτίας ζυγὸν ἀπορρίπτειν τῆς ἑαυτῶν ψυχῆ,· οἷς καταδεδουλωμένοι πρότερον ἑτέροις ἄρχουσιν ὑπεκείμεθα, ἵν’ ἐκείνων ἐλευθερωθέντες τὸν ἐλαφρὸν τοῦ σωτῆρος ζυγὸν ἀναδεξώμεθα, ἐφ’ ὃν προκαλεῖται λέγων· δεῦτε πρὸς μὲ πάντες οἱ κοπιῶντες καὶ πεφορτισμένοι, κἀγὼ ἀναπαύσω ὑμᾶς. ἂρατε τὸν ζυγόν μου, καὶ ἴδετε, ὅτι χρηστός ἐστι. λέλεκται δὲ ταῦτα πρὸς τὰ ἔθνη τὰ τῷ Χριστῷ ὑπὸ τοῦ πατρὸς δεδομένα προλαμβάνοντος τοῦ λόγου τοὺς μέλλοντας προσιέναι τῇ Χριστοῦ διδασκαλίᾳ καὶ παραινοῦντος μηκέτι τὸν παλαιὸν ζυγὸν ἐπὶ τῶν ὤμων φέρειν μηδὲ ταῖς σειραῖς τῶν προτέρων ἁμαρτημάτων ἑαυτῶν παραμένειν· ἀλλ’ εἰ καί τινες ἦσαν αὐτῶν πρότερον κύριοι ἄρχοντές τε πικροί οἱ πάλαι τῶν ἐθνῶν κατατυραννοῦντες δαίμονες πονηροί, οὓς δὴ θεοὺς ὠνόμαζον, ζυγὸν αὐτοῖς ἐπαιωροῦντες βαρὺν καὶ συγκύπτειν τὴν ψυχὴν ἐπὶ τὸ κάτω ποιοῦντες, δεσμοῖς τε αὐτοὺς ἀσεβείας καταδεσμοῦντες· τούτων ἁπάντων τὴν δυναστείαν φεύγειν παρακελεύεται· προσφεύγειν δὲ τῷ λυτρωτῇ καὶ σωτῆρι, τῷ δὴ κλῆρον αὐτοὺς παρὰ τοῦ ἰδίου πατρὸς εἰληφότι. ταῦτα δὲ, φησὶ, πράξωμεν οἱ τῆς τοῦ Χριστοῦ κληρονομίας ἄξιοι γενόμενοι, εἰδότες, ὅτι ὁ κατοικῶν ἐν οὐρανοῖς ἐκγελάσεται αὐτοὺς, τὰ ἔθνη δηλαδὴ καὶ τοὺς λαοὺς τοὺς ἐπαναστάντας τῷ Χριστῷ αὐτοῦ, καὶ ὁ κύριος ἐκμυκτηριεῖ αὐτούς. ταῦτα πάλαι μὲν προφητικῶς ἀνεφωνεῖτο· πέπονθε δὲ αὐτὰ τὸ Ἰουδαίων ἔθνος πολιορκηθὲν παραχρῆμα μετὰ τὴν κατὰ τοῦ σωτῆρος ἐπιβουλήν· καὶ κατὰ χρόνους δὲ οἱ τῆς ἐκκλησίας τοῦ Χριστοῦ πολέμιοι, κρυφαίᾳ ἀεὶ χειρὶ πολεμούμενοι, ὑπὸ τοῦ κατοικοῦντος ἐν οὐρανοῖς κυρίου, τοῦ πρὸς αὐτῶν πολεμουμένου. Τότε λαλήσει πρὸς αὐτοὺς ἐν ὀργῇ αὐτοῦ, καὶ ἐν τῷ θυμῷ αὐτοῦ ταράξει αὐτούς. ἀλλὰ καὶ ἐν τῷ τῆς κρίσεως καιρῷ ὀργῆς θεοῦ πειραθήσονται, καὶ τῷ θυμῷ αὐτοῦ ταραχθήσονται πάντες οἱ τοῦ σωτηρίου λόγου πολέμιοι. ἐπείπερ αὐτὸς ὁ ὑπ’ αὐτῶν προσηλωθεὶς καὶ θανάτῳ παραδοθεὶς, κατοικῶν ἐν οὐρανοῖς καὶ τὰ πάντα περιέχων ἐκγελάσεται αὐτοὺς, καὶ ὁ τούτου δὲ πατὴρ ὁ σὺν τῷ Χριστῷ πολεμούμενος ἐκμυκτηριεῖ αὐτοὺς, καὶ τὴν ἀξίαν αὐτοὺς εἰσπράξεται δίκην. Ἐγώ δὲ κατεστάθην βασιλεὺς ὑπ’ αὐτοῦ ἐπὶ Σιων ὄρος τὸ ἅγιον αὐτοῦ διαγγέλλων τὸ πρόσταγμα κυρίου. Οἵ δε μὲν, φησí, τάδε πείσονται οἱ κατὰ τοῦ κυρίου καὶ κατὰ τοῦ Χριστοῦ αὐτοῦ συνελθόντες, καὶ τοιοῦτο μὲν ἐκείνων τὸ τέλος· ἐμὲ δὲ τότε μετὰ τὴν τοσαύτην ἐπιβουλὴν καὶ τοσαῦτα πάθη βασιλέα πρὸς αὐτοῦ τοῦ Πατρὸς καθεστάσθαι,καὶ τὸ πατρικὸν ὑμῖν πρόσταγμα διαγγέλλειν· τοῦτο δ’ ἂν εἴη τὸ εὐαγγελικὸν κήρυγμα. εἰ δέ ἐστιν ὄρος ἅγιον θεοῦ τὸ ἐπουράνιον περὶ οὗ φησιν ὁ Παῦλος· προσεληλύθατε Σιὼν ὄρει · καὶ πάλιν· ἡ δὲ ἄνω Ἱερουσαλὴμ ἐλευθέρα ἐστίν , ἐνταῦθά φησι τὰ βασίλεια αὐτῷ συνεστάναι· μέρος δ’ ἂν εἴη τῆς ἄνω ἐκκλησίας καὶ ἡ ἐπὶ γῆς εἰς ἐκεῖνο τέλους καὶ αὐτῇ σπεύδουσα. Ὅπως δὲ ὑπὸ τοῦ Πατρὸς ἐν τῇ ἐπουρανίῳ Σιὼν κατεστάθη βασιλεὺς ὁ Χριστὸς αὐτοῦ, πάρεστι γνῶναι καὶ ἀπὸ τοῦ λέγεσθαι αὐτῷ· κάθου ἐκ δεξιῶν μου, ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου . ποίους δὲ ἐχθροὺς ἢ τοὺς προλεχθέντας, τοὺς δὴ συναχθέντας κατ’ αὐτοῦ καὶ παραστάντας ἄρχοντας καὶ βασιλεῖς, καὶ λαοὺς, καὶ ἔθνη; τούτους γὰρ ὑποτάξειν τοῖς αὐτοῦ ποσὶν ὁ πατὴρ ἐπηγγείλατο. Κύριος εἶπεν πρὸς μέ· υἱός μου εἶ σύ, ἐγὼ σήμερον γεγέννηκά σε. Τὸ σήμερον ὄνομα χρόνου ἐστίν· ἰσοδυναμεῖ γὰρ τῷ τῇ ἐνεστώσῃ ἡμέρᾳ· ἡμέρα  δὲ διάστημά τι χρονικόν ἐστιν. εἱ οὖν φησὶν πρὸς αὐτὸν ὁ κύριος·ἐγὼ σήμερον γεγέννηκά σε. δῆλον ὅτι περὶ τῆς χρονικῆς ἔφη γεννήσεως τῆς κατ’ οἰκονομίαν·γενομένης· περὶ γὰρ τῆς πρώτης γεννήσεως τῆς πρὸ χρόνου καὶ πρὸ παντὸς αἰῶνος ὁ αὐτὸς λέγει Δαυὶδ ἐκ προσώπου τοῦ θεοῦ καὶ πατρός· ἐκ γαστρὸς πρὸ ἑωσφόρου ἐγέννησά σε · γεννᾶται δὲ σήμερον οὐχὶ ἀρχὴν συστάσεως ἐν τῷ γεννᾶσθαι λαμβάνων. ἀλλ’ εἰς υἱοθεσίαν γεννώμενος ὅτε ἀτρέπτως ἄνθρωπος γέγονεν· ὁ γὰρ λαβὼν ἐξουσίαν τέκνον θεοῦ γενέσθαι, ὅτε γίνεται τέκνον διὰ τοῦ βαπτίσματος ἀναγεννώμενος. ἕτερόν τι πρὸ τοῦ εἶναι τέκνον ὑπάρχων ἐξευγενίζεται· ὁ μέντοι γε Ἑβραῖος ἔφασκεν τὸ κύριον τῆς λέξεως ἔτεκον εἶναι· ὅπερ καὶ ὁ Ἀκύλας πεποίηκεν. ὁ δὲ ἀπόστολος νομομαθὴς ὑπάρχων ἐν τῇ πρὸς Ἑβραίους τῇ λέξει τῇ τῶν Ἑβδομήκοντα ἐχρήσατο.