Καὶ τὰ φύλλα δὲ αὐτοῦ, ὡς ἄλλος φησίν, ἕτερα ὄντα παρὰ τὸν τέλειον καρπόν, τὰ
 κατὰ τὸν θνητὸν δηλαδὴ βίον πράγματα τά τε κατὰ τὴν ἀνθρωπίνην ζωήν, καθ’ ἢν
 καὶ ὁ τέλειος καρπὸς σκέπτεταί τε καὶ φυλάττεται καὶ οὐκ ἀποῤῥεῖ, μέχρι καὶ
 τούτων ἀκριβῶς βιοῦν παραφυλαττομένου· διὸ καὶ ἐν πᾶσιν οἷς ἂν ποιῇ ὑπὸ τοῦ
 θεοῦ κατευοδωθήσεται. καὶ ἄλλως ὁ μακάριος διὰ παντὸς ἀρδόμενος ὕδασι λογικοῖς
 τῆς ἐνθέου διδασκαλίας καὶ τῆς προσηκούσης γεωργίας κατὰ τὸν παρόντα βίον
 τυγχάνων ἐν καιρῷ τῷ ἑαυτοῦ δώσει τὸν ἑαυτοῦ
 καρπόν . καιρὸς δὲ αὐτοῦ ὁ μέλλων ἐστὶν
 αἰών, ἐπειδὴ τοῦ παρόντος οὐκ ἔστιν οἰκεῖος, ἀλλ’ ἀλλότριος· διὸ ἐν ἐκείνῳ τῷ ἑαυτοῦ καιρῷ τῆς ἐνταῦθα γεωργίας ἀποδώσει
 τῷ θεῷ τοὺς καρπούς . καὶ καθ’ ἕτερον δὲ τρόπον ὁ
 μακαριζόμενος μεταφυτευθεὶς ἐκ τοῦ θνητοῦ βίου ἐπαγγελίαν ἕξει ἐν τῷ παραδείσῳ τοῦ θεοῦ ἔσεσθαι ὡς τὸ ξύλον τὸ πεφυτευμένον παρὰ τὰς διεξόδους τῶν ὑδάτων . Οὐχ οὕτως οἱ ἀσεβεῖς, οὐχ οὕτως, ἀλλ’ ἢ ὡς ὁ χνοῦς, ὃν ἐκριπτεῖ ὁ ἄνεμος ἀπὸ προσώπου τῆς γῆς. Ὁ μὲν μακάριος τοιοῦτος οἷον ὁ λόγος διέγραψεν· σπάνιος δὲ οὗτος καὶ ἐν ὀλίγοις
 εὑρισκόμενος. πολλοὶ δὲ οἱ ἀσεβεῖς, οἵτινες ὡς μηδὲν ἔχοντες τῷ μακαρίῳ
 διαβέβληνται. καρπὸν γὰρ πρόσκαιρον καὶ σκεδαστὸν καὶ ἀπολλύμενον κτησάμενοι
 γεγόνασιν ὡς ὁ χνοῦς, ὃν ἐκρίπτει ὁ ἄνεμος ἀπὸ προσώπου
 τῆς γῆς. 
 Διὰ τοῦτο οὐκ ἀναστήσονται ἀσεβεῖς ἐν κρίσει οὐδὲ ἁμαρτωλοὶ ἐν βουλῇ δικαίων. Κατὰ κοινοῦ τὸ ἐν βουλῇ δικαίων ἀκούσεις ὡς εἶναι
 τὴν διάνοιαν τοιαύτην· ἐπεὶ μηδὲν γόνιμον μηδὲ ζωτικόν, ἀλλ’ οὐδὲ καρπὸν θεοῦ
 ἄξιον τοῖς δικαίοις παραπλησίως οἱ ἀσεβεῖς προηνέγκαντο· διὰ τοῦτο ἐν τῷ τῆς
 κρίσεως καιρῷ οὔτε αὐτοὶ οὔτε οἱ ἁμαρτωλοὶ 
 ἐν βουλῇ δικαίων 
 ἀναστήσονται . ἀντὶ δὲ βουλῆς ὁ μὲν Ἀκύλας καὶ ὁ Θεοδοτίων συναγωγὴν ἡρμηνεύκασι,
 συνέλευσιν δὲ ὁ Σύμμαχος . βουλὴν τοίνυν ἡγητέον ἐνταῦθα εἰρῆσθαι τὴν σύνοδον
 τῶν ἁγίων, ὡς καὶ ἐν ἀρχῇ εἴρηται. κατὰ δευτέραν διάνοιαν τὴν σύνοδον τῶν
 ἀσεβῶν δηλοῦσθαι ἐκ τοῦ ἐν βουλῇ ἀσεβῶν. πλὴν ἀναστήσονται ἐπὶ κολάσει καὶ
 τιμωρίᾳ· πᾶν γὰρ τὸ ποίημα ἄξει
 ὁ θεὸς εἰς κρίσιν ἐν παντὶ παρεωραμένῳ, ἐάν τε ἀγαθὸν ᾖ, ἐάν τε
 πονηρόν . σημείωσαι δὲ, ὅτι πρῶτος Δαυῒδ καὶ ἀνάστασιν καὶ κρίσιν
 μετὰ τὴν ἀνάστασιν ἐσομένην καὶ ἐπαγγελίαν ζωῆς μελλούσης σαφῶς ἐδίδαξε Μωϋσέως
 μηδὲν τοιοῦτον παραδεδωκότος. Ἵνα τί ἐφρύαξαν ἔθνη καὶ λαοὶ ἐμελέτησαν κενά; παρέστησαν οἱ βασιλεῖς τῆς γῆς, καὶ οἱ ἄρχοντες συνήχθησαν ἐπὶ τὸ αὐτὸ κατὰ τοῦ κυρίου καὶ κατὰ τοῦ χριστοῦ αὐτοῦ. Προφητείαν ἐντίθησι Χριστοῦ παρουσίας προαγορευτικήν· καὶ ὡς ὑπὸ Ἰουδαίων μὲν
 ἐπιβουλευθήσεται, κρατήσει δὲ τῶν ἐθνῶν ἁπάντων καὶ  ὡς δι’ αὐτοῦ πάντες
 μακάριοι ἔσονται οἱ πεποιθότες ἐπ’ αὐτῷ. ὁ μὲν οὖν πρῶτος ψαλμὸς ἕνα τινὰ
 σπανίως σῳζόμενον ἐμακάριζεν, ὁ δὲ παρὼν ὁμοῦ πλήθη καλεῖ ἐπὶ τὸν μακαρισμόν,
 ἐπεὶ καὶ κλῆσιν τῶν ἐθνῶν ἁπάντων περιέχει καὶ τὰς βασιλείας τῆς γῆς  ἐπὶ τὴν
 σωτηρίαν καλεῖ. ταῦτα δὲ πάντα διὰ τοῦ Χριστοῦ προξενηθήσεσθαι ἀνθρώποις
 θεσπίζει σφόδρα ἀκολούθως. ἔδει γὰρ ἡμᾶς προμεμαθηκότας περὶ τῶν δύο ὁδῶν, ἑξῆς
 καὶ τὰ περὶ τοῦ σωτῆρος παιδευθῆναι, δι’ οὗ πάντες ἄνθρωποι τὴν μὲν τῶν ἀσεβῶν
 ὁδὸν ἐξέφυγον, ἔτυχον δὲ τῆς ὁδοῦ τῆς σωτηρίου διὰ τῆς εἰς αὐτὸν πίστεως· ὃ δὴ
 παρίστησιν φάσκων ὁ λόγος· μακάριοι πάντες οἱ πεποιθότες
 ἐπ’ αὐτῷ . Σωτὴρ ἀνθρώποις ἐπιδεδήμηκεν ὁ Χριστὸς τοῦ θεοῦ· σωτὴρ καὶ φωστὴρ τῶν ἐθνῶν
 ἁπάντων, διδάσκαλος εὐσεβείας, σωφροσύνης καθηγεμών, δικαιοσύνης ἀρχηγός,
 ἀρετῆς ἁπάσης καὶ θεογνωσίας ἀληθοῦς αἴτιος. τί δὲ οὖν, φησί, ταράττεται τὰ ἔθνη ἐπὶ τῇ τῶν τοσούτων ἀγαθῶν παρουσίᾳ; Εἰ δὲ καὶ πληρωτὴς ἐλήλυθε τοῦ Μωϋσέως νόμου, ὥσπερ οὖν αὐτὸς διδάσκει λέγων·
 οὐκ ἦλθον καταλῦσαι τὸν νόμον, ἀλλὰ πληρῶσαι ,
 καὶ τὰ τῶν προφητῶν λόγια δι’ αὐτοῦ τέλους ἐτύγχανε, τί δὴ οἱ ταῦτα μελετῶντες
 καὶ διὰ στόματος αὐτὰ φέρειν σπουδάζοντες οἱ τοῦ Ἰουδαίων ἔθνους λαοὶ ματαίαν
 ἐποιήσαντο τὴν περὶ αὐτοῦ μελέτην; Ἀλλὰ καὶ οἱ καθ’ ὅλης τῆς οἰκουμένης τῶν ἐθνῶν ἄρχοντες· οἵ τε κατὰ χρόνους
 βασιλεῖς τῆς γῆς, τί δὴ παθόντες δεινὸν ἢ τί λέγειν ἔχοντες διαβολῆς ἄξιον ὁμοῦ
 καὶ κατὰ τὸ αὐτὸ κακὴν ταύτην συνετάξαντο συμφωνίαν
 ὡς μίαν ἐπιβουλὴν ἀρτῦσαι καὶ μίαν ἀσεβῆ γνώμην βουλεύσασθαι κατὰ τοῦ τῶν ὅλων
 δεσπότου τε καὶ βασιλέως θεοῦ καὶ κατὰ τοῦ Χριστοῦ αὐτοῦ; οἱ γοῦν τὸν ὑπὸ τοῦ
 πάντων κυρίου τε καὶ θεοῦ ἀπεσταλμένον ἀνθρώποις σωτῆρα πολεμοῦντες ἐλαύνοντές
 τε αὐτοῦ τὴν διδασκαλίαν καὶ τὴν ἐκκλησίαν αὐτοῦ κατὰ χρόνους διώκοντες
 βασιλεῖς καὶ ἄρχοντες τῆς γῆς λελήθασιν οὐ μόνον εἰς τὸν χριστόν, ἀλλὰ καὶ εἰς
 τὸν ἀπεσταλκότα αὐτὸν τίνοντες τὰ τῆς ἀσεβείας· Χριστὸν μὲν οὖν ὀνομαστὶ ὑπὸ
 ἀνθρώπων ἐπιβουλευόμενον σαφῶς ἐν τούτοις ὁ λόγος θεσπίζει, προϊὼν δὲ καὶ υἱὸν
 τοῦ θεοῦ αὐτὸν ὀνομάζει· ἀλλὰ καὶ κλῆρον αὐτῷ παρὰ τοῦ
 πατρὸς δοθήσεσθαι πάντα τὰ ἔθνη καὶ τὰ πέρατα τῆς γῆς διδάσκει, ἃ
 δὴ ἐπὶ μόνῳ τῷ ἡμετέρῳ σωτῆρι πεπληρωμένα δείκνυται. ἐπεὶ δὲ γεγόνασιν παρὰ
 Ἰουδαίοις καὶ ἕτεροι χριστοί, ἱερεῖς δηλαδὴ καὶ βασιλεῖς τοῦ ἔθνους, σκοπήσεις
 ἐπὶ τινὸς τούτων τὰ θεσπιζόμενα συμβέβηκεν· εἴ τις καὶ ἄλλος ἐπιβεβούλευται, εἴ
 τις υἱὸς θεοῦ κέκληται· εἴ τις τῶν ἐθνῶν ἁπάντων κεκράτηκεν· εἴ τις καθ’ ὅλης
 Χριστὸς ἐγνώσθη τῆς οἰκουμένης· ἀλλ’ οὐκ ἂν ἔχοι τις εἰπεῖν· μόνος γὰρ ὁ Σωτὴρ
 ἡμῶν Ἰησοῦς Χριστὸς τῆς οἰκείας προσηγορίας τὸν σύμπαντα κατέπλησε Κόσμον,
 χριστιανῶν ἐξ αὐτοῦ πᾶσαν τὴν οἰκουμένην πληρώσας καὶ ἐπὶ μόνῳ αὐτῷ ἕκαστος τῶν
 εἰρημένων τέλους ἔτυχεν. Τί ἂν εἰπεῖν ἔχοιεν ἐνταῦθα Ἰουδαῖοι μὴ βουλόμενοι ταῦτα νοεῖσθαι εἰς Χριστόν;
 εἰπάτωσαν, τίς ἐστιν ἄλλος, καθ’ οὗ ἔθνη ἐφρύαξαν, λαοὶ κενὰ ἐμελέτησαν,
 βασιλεῖς παρέστησαν, ἄρχοντες συνήχθησαν.