Ἀνεπίγραφος καὶ ὁ πρῶτος ψαλμός ἐστι καὶ ὁ δεύτερος, ἀλλ’ ὁ μὲν δεύτερος οὐ δέεται ἐπιγραφῆς, διότι οὐκ ἐν αἰνίγμασι τὰ περὶ Χριστοῦ, ἀλλ’ ἀνακεκαλυμμένως προαγορεύει· ὁ δὲ πρῶτος ἠθικὴν φέρει παραίνεσιν πᾶσιν ἀνθρώποις ἁρμόζουσαν καὶ οὐχ ἑνί τινι ὡρισμένως· διὸ οὐδὲ αὐτὸς ἐπιγράφεται· ἡ γὰρ ἐπιγραφὴ τότε τίθεται, ὅτε πρόσωπον ὡρισμένον ὑπόκειται· ὅτε δὲ ἀόριστον εἴη τὸ πρόσωπον, τότε ἡ ἐπιγραφὴ χώραν οὐκ ἔχει. Μακάριος ἀνήρ, ὃς οὐκ ἐπορεύθη ἐν βουλῇ ἀσεβῶν. Ἐπεὶ φυσικῶς ὀρεγόμεθα πάντες τοῦ μακάριοι εἶναι τέλος ἀγαθοῦ τὸ μακάριον ὁριζόμενοι, πεπλανημένως γε μὴν πολλοὶ τοῦτο μεταδιώκειν ἐν σωμάτων ἡδοναῖς ἡγοῦνται πλούτους θαυμάζοντες καὶ ἀξιώματα καὶ τὰς ἐν τῷ παρόντι βίῳ τρυφάς· εἰκότως ὁ λόγος ἐν τούτοις ὅθεν ἐχρῆν τὴν καταρχὴν ἐποιήσατο τῆς κατὰ θεὸν ὑμνῳδίας τὸν ἀληθῶς μακάριον καὶ τέλους ἀγαθοῦ τοῦ παρὰ θεῷ ἠξιωμένον ὑπογράφων. καὶ ἐνθάδε μὲν διὰ τὸ σπάνιον τῶν πάλαι πρότερον κατορθούντων ἕνα τινὰ μακαρίζει· ὁ δὲ σωτὴρ ἡμῶν πλείονας ποιῶν μακαρίους πληθυντικῶς τοὺς μακαρισμοὺς προφέρεται. πάντων δὲ πρῶτος αὐτὸς ἂν εἴη ὁ μακαριζόμενος· διὸ καὶ ἐπ’   αὐτὸν ἀνοίσει τις τὸν παρόντα ψαλμόν, ἅτε γενόμενον ἄνδρα τῆς νύμφης αὐτοῦ ἐκκλησίας· τοῦτο δὲ ἔοικεν ἡ ἑβραϊκὴ φωνὴ παριστᾶν καθ’ ἣν μακάριος ὁ ἀνὴρ μετὰ τῆς τοῦ ἄρθρου προσθήκης εἴρηται. Καὶ ἐν ὁδῷ ἁμαρτωλῶν οὐκ ἔστη καὶ ἐπὶ καθέδρᾳ λοιμῶν οὐκ ἐκάθισεν. Πρῶτοί εἰσιν οἱ κατὰ τὴν γνῶσιν πλημμελοῦντες διὰ τῆς ψευδοῦς περὶ τὰ μὴ ὄντα ὡς ὄντα ὑπολήψεως· οἱ δὲ ἁμαρτωλοί δεύτεροι οἱ μετὰ τὴν τῆς ἀληθείας γνῶσιν κατὰ τὸν βίον πλημμελοῦντες· τρίτοι δ’ ἂν εἶεν τούτων χείρους λοιμοί τινες διδάσκαλοι μὴ τῇ σφῶν ἀρκούμενοι διαστροφῇ, ἀλλὰ καὶ ἑτέρους δι’ ἀσεβῶν λόγων λοιμαινόμενοι, ᾖ ὀρθὰ μὲν κηρύττοντες, ἐναντία δὲ τοῖς ἔργοις ἐπιτηδεύοντες· διὸ οἵδε μὲν καθέδραν λοιμῶν ἔχειν λέγονται, οἱ δὲ μέσοι ἐν ὁδῷ ἁμαρτωλῶν ἑστάναι , τουτέστιν ἐν βίῳ καὶ πράξεσιν ἁμαρτάνειν, οἱ δὲ πρῶτοι ἐν ἀθέῳ ἀγνωσίᾳ πολυθέῳ τε εἰδωλολατρείᾳ βουλὴν ἀσεβῶν περιέχειν. τούτων δὲ πάντων ὁ ἀπηλλαγμένος μακάριος. Ἀλλ’ ἢ ἐν τῷ νóμῳ κυρίου τὸ θέλημα αὐτοῦ, καὶ ἐν τῷ νόμῳ αὐτοῦ μελετήσει ἡμέρας καὶ νυκτός. Ἐπεὶ πολλή τίς ἐστι διαφορὰ τῶν φόβῳ τιμωριῶν εὖ πράττειν κατηναγκασμένων καὶ τῶν προαιρέσει αὐτὸ τὸ καλὸν αἱρουμένων, διὰ τοῦτό φησι· ἐν τῷ νόμῳ τὸ κυρίου θέλημα αὐτοῦ . νόμον δέ φησιν οὐ πάντως τὸν σκιώδη καὶ τυπικὸν νόμον, πολὺ δὲ πρότερον τὸν ἐν αὐτῷ λεληθότα πνευματικὸν λόγον. εἴη δ’ ἂν νόμος κυρίου καὶ ὁ κατὰ φύσιν πᾶσιν ἀνθρώποις ἐνεσπαρμένος, δι’ οὗ κατορθῶσαι λέγονται οἱ πρὸ τοῦ διὰ Μωϋσέως νόμου ἅγιοι περὶ ὧν φησιν ὁ ἀπόστολος· ὅταν γὰρ ἔθνη τὰ μὴ νόμον ἔχοντα, τὸν γραπτὸν δηλονότι , φύσει τὰ τοῦ νόμου ποιῇ, οὗτοι, νόμον μὴ ἔχοντες, ἑαυτοῖς εἰσι νόμος . ἢ νόμος κυρίου εἴη ἂν ὁ πρὸς αὐτοῦ τοῦ κυρίου καὶ σωτῆρος ἡμῶν πᾶσι τοῖς ἔθνεσι κατηγγελμένος εὐαγγελικὸς λόγος. Καὶ ἔσται ὡς τὸ ξύλον τὸ πεφυτευμένον παρὰ τὰς διεξόδους τῶν ὑδάτων, ὃ τὸν καρπὸν αὐτοῦ δώσει ἐν καιρῷ αὐτοῦ καὶ τὸ φύλλον αὐτοῦ οὐκ ἀπορρυήσεται· καὶ πάντα, ὅσα ἂν ποιῇ, κατευοδωθήσεται. Ὁ διὰ πάσης τῆς ἑαυτοῦ ζωῆς καὶ ἐν παντὶ καιρῷ νυκτός τε καὶ ἡμέρας τῷ θείῳ σχολάζων νόμῳ καὶ τοῖς ἐξ αὐτοῦ λογικοῖς νάμασιν ἀρδόμενος σφόδρα οἰκείως φυτῷ παρ’ ὕδασιν ἐρριζωμένῳ παραβέβληται· διὸ καὶ μακάριος ὡς ἀληθῶς οὗτος, ἅτε μάλιστα ποτιζόμενος τοῖς θείοις μαθήμασιν ὥριμον ἑαυτοῦ τὸν καρπὸν ἀποδίδωσιν . εἶτ’ ἐπειδὴ ξύλον ἐστὶ ζωῆς ὁ τοῦ θεοῦ υἱὸς κατὰ τὸν Σολομῶντα φήσαντα περὶ τῆς σοφίας· ξύλον ἐστὶ πᾶσι τοῖς ἀντεχομένοις αὐτῆς καὶ τοῖς ἐπερειδομένοις ἐπ’ αὐτὴν ὡς ἐπὶ κύριον ἀσφαλῆς, εἰκότως ὁ μακαριζόμενος τῷ τοῦ θεοῦ υἱῷ ἀφωμοίωται τῷ παρὰ τὰς διεξόδους ὄντι τῶν ὑδάτων μαρτυρούμενος καὶ κηρυττόμενος ὑπὸ τῶν τῆς θείας γραφῆς διδασκάλων καὶ προφητῶν, οἵτινες καὶ ἀφέσεις ὑδάτων παρὰ τῇ θεοπνεύστῳ λέγονται γραφῇ. τούτῳ οὖν ἀφωμοίωται ὁ μακαριζόμενος ἀρδόμενος διεξόδοις τῶν ἀπὸ τῆς θείας γραφῆς πνευματικῶν ναμάτων καρπόν τε ἀγαθὸν προφέρων.