Περιοχαὶ εἰς τοὺς ψαλμούς αʹ. Προτροπὴ θεοσεβείας καὶ ἀποτροπὴ τοῦ ἐναντίου. βʹ. Προφητεία περὶ Χριστοῦ καὶ κλήσεως ἐθνῶν. γʹ. Προφητεία γενησομένων ἀγαθῶν τῷ Δαυίδ. δʹ. Προφητεία τοῦ Δαυὶδ περὶ ὧν πέπονθεν. εʹ. Ἐκ προσώπου τῆς ἐκκλησίας προσευχή. ϛʹ. Διδασκαλία ἐξομολογήσεως. ζʹ. Τῷ Δαυὶδ ἐξομολόγησις καὶ προφητεία κλήσεως ἐθνῶν. ηʹ. Προφητεία κλήσεως ἐθνῶν. θʹ. Θάνατος Χριστοῦ καὶ ἀνάστασις καὶ βασιλείας παράληψις ἐχθρῶν τε πάντων καθαίρεσις. ιʹ. Ἐπινίκιος ὕμνος τοῦ κατὰ θεὸν ἀγωνιζομένου. ιαʹ. Κατηγορία πονηρῶν καὶ προφητεία Χριστοῦ παρουσίας. ιβʹ. Ἐχθρῶν ἐπανάστασις καὶ προσδοκία Χριστοῦ παρουσίας. ιγʹ. Κατηγορία πονηρῶν καὶ προφητεία Χριστοῦ παρουσίας. ιδʹ. Τοῦ κατὰ θεὸν τελείου ἀποκατάστασις. ιεʹ. Ἐκκλησίας ἐκλογὴ καὶ Χριστοῦ ἀνάστασις. ιϛʹ. Τελείου ἀνδρὸς ἢ αὐτοῦ τοῦ Χριστοῦ προσευχὴ ὑπὲρ τῶν δι’ αὐτοῦ σωθησομένων. ιζʹ. Εὐχαριστία τοῦ Δαυὶδ καὶ προφητεία Χριστοῦ παρουσίας καὶ ἀναλήψεως. ιηʹ. Θεολογία σὺν διδασκαλίᾳ ἠθικῇ. ιθʹ. Εὐχὴ τῶν συμπραττόντων τῷ Δαυὶδ δικαίων. κʹ. Ἔντευξις τῶν συμπραττόντων τῷ Δαυίδ. καʹ. Προφητεία Χριστοῦ παθῶν καὶ ἐθνῶν κλῆσις. κβʹ. Διδασκαλία καὶ νέου λαοῦ εἰσαγωγή. κγʹ. Προφητεία κλήσεως ἐθνῶν καὶ τελείωσις τῶν σωζομένων. κδʹ. Διδασκαλία ἐξομολογήσεως. κεʹ. Ἔντευξις τοῦ κατὰ θεὸν προκόπτοντος. κϛʹ. Εὐχαριστία καὶ αἴτησις ἀγαθῶν. κζʹ. Δέησις μετὰ προφητείας. κηʹ. Προφητεία αἰνιγματώδης σὺν θεολογίᾳ. κθʹ. Εὐχαριστία σὺν ἐξομολογήσει. λʹ. Ἐξομολόγησις σὺν ἱκετηρίᾳ. λαʹ. Προφητεία τῶν διὰ Χριστοῦ σωθησομένων. λβʹ. Παρακέλευσις ὑμνολογίας σὺν θεολογίᾳ. λγʹ. Διδασκαλία εὐχαριστίας. λδʹ. Ἱκετηρία δικαίου καὶ προφητεία περὶ Χριστοῦ. λεʹ. Ἔλεγχος ἀσεβῶν σὺν θεολογίᾳ. λϛʹ. Διδασκαλία θεοσεβοῦς βίου. λζʹ. Διδασκαλία ἐξομολογήσεως. ληʹ. Ἔντευξις σὺν ἐξομολογήσει. λθʹ. Εὐχαριστία τοῦ κατὰ θεὸν σωθέντος καὶ μνήμη ἐκκλησίας. μʹ. Προφητεία περὶ Χριστοῦ καὶ περὶ τοῦ προδότου. μαʹ. Ἱκετηρία προφητῶν ἐπὶ τῇ ἀποβολῇ τοῦ Ἰουδαίων ἔθνους. μβʹ. Ἱκετηρία προφητῶν ἐπὶ τῇ ἀποβολῇ τοῦ Ἰουδαίων ἔθνους. μγʹ. Ἱκετηρία προφητῶν ἐπὶ τῇ ἀποβολῇ τοῦ Ἰουδαίων ἔθνους. μδʹ. Ἐπιφάνεια Χριστοῦ βασιλείας. μεʹ. Ἀποστόλων κήρυγμα. μϛʹ. Κλῆσις ἐθνῶν. μζʹ. Ὕμνος εἰς θεὸν ὑπὲρ τῆς ἐκκλησίας καὶ καθαίρεσις διωγμῶν. μηʹ. Θείας κρίσεως διδασκαλία. μθʹ. Ἀνατροπὴ τοῦ περὶ θυσιῶν Μωϋσέως νόμου καὶ εἰσαγωγὴ τοῦ τῆς Kαινῆς διαθήκης τρόπου. νʹ. Διδασκαλία ἐξομολογήσεως. ναʹ. Ἔλεγχος μοχθηροῦ τρόπου καὶ τέλος τοῦ αὐτοῦ. νβʹ. Σωτήριος ἐπιφάνεια καὶ ἀθεότητος ἀπαλλαγή. νγʹ. Προσευχὴ τοῦ διὰ θεὸν ἐλαυνομένου. νδʹ. Δήλωσις τῶν κατὰ Χριστοῦ τετολμημένων. νεʹ. Δικαίου εὐχαριστία ῥυσθέντος ἐξ ἐχθρῶν. νϛʹ. Εὐχαριστία τοῦ Δαυὶδ καὶ προφητεία κλήσεως ἐθνῶν. νζʹ. Διδασκαλία τῆς τοῦ θεοῦ δικαιοκρισίας. νηʹ. Κλῆσις ἐθνῶν καὶ Ἰουδαίων ἀποβολή. νθʹ. Ἀποβολὴ τοῦ Ἰουδαίων ἔθνους καὶ κλῆσις ἐθνῶν. ξʹ. Δέησις σὺν εὐχαριστίᾳ. ξαʹ. Διδασκαλία θεραπευτική. ξβʹ. Εὐχαριστία τοῦ κατὰ θεὸν τελείου. ξγʹ. Διδασκαλία θεοσεβείας ἀθλητοῦ. ξδʹ. Κλῆσις ἐθνῶν. ξεʹ. Κλῆσις ἐθνῶν καὶ ἀποστόλων μαρτυρία. ξϛʹ. Κλῆσις ἐθνῶν καὶ ἀποστόλων κήρυγμα. ξζʹ. Χριστοῦ ἐνανθρώπησις καὶ ἐθνῶν κλῆσις. ξηʹ. Πάθη Χριστοῦ καὶ Ἰουδαίων ἀποβολή. ξθʹ. Ἱκετηρία δικαίου ἢ καὶ αὐτοῦ τοῦ Χριστοῦ. οʹ. Χριστοῦ πάθη καὶ ἀνάστασις. οαʹ. Προφητεία Χριστοῦ βασιλείας καὶ κλήσεως ἐθνῶν. οβʹ. Ἐξομολόγησις τῆς ἀνθρωπίνης ἀσθενείας ἐπὶ τῇ τῶν ἀσεβῶν εὐπραγίᾳ καὶ τῆς τοῦ θεοῦ μακροθυμίας. ογʹ. Προαναφώνησις τῆς ἐσχάτης Ἰουδαίων πολιορκίας τῆς ἐπὶ Οὐεσπασιανοῦ καὶ Τίτου γενομένης. οδʹ. Χριστοῦ θεολογία καὶ ὑπόμνησις τοῦ θείου δικαστηρίου. οεʹ. Ἐκδίκησις κατὰ ἀσεβῶν τῆς τοῦ θεοῦ κρίσεως. οϛʹ. Περὶ τῆς τοῦ θεοῦ μακροθυμίας καὶ τῶν θαυμασίων ἔργων αὐτοῦ. οζʹ. Χριστοῦ διαστολὴ πρὸς τὴν ἐκκλησίαν περὶ τῆς τοῦ προτέρου λαοῦ παρανομίας. οηʹ. Προφητεία τῶν κατὰ Ἀντίοχον Ἰουδαίοις συμβάντων ἢ ἱστορία ἐν τοῖς Μακκαβαίοις. οθʹ. Προφητεία τῆς ὑπὸ Ἀσσυρίων πολιορκίας καὶ δέησις περὶ τῆς τοῦ Χριστοῦ ἐπιφανείας. πʹ. Κλῆσις ἐθνῶν καὶ διδασκαλία τῶν συμβεβηκότων τῷ προτέρῳ λαῷ. παʹ. Ἔλεγχος τῶν ἀρχόντων τοῦ Ἰουδαίων ἔθνους καὶ προφητεία περὶ τῶν ἐθνῶν. πβʹ. Δέησις ὑπὲρ τοῦ πεπονθότος τὰ σκυθρωπὰ λαοῦ καὶ προφητεία περὶ τοῦ τέλους τῶν ἐχθρῶν τοῦ θεοῦ. πγʹ. Χριστοῦ ἐνανθρώπησις καὶ περὶ τῶν ἐκκλησιῶν. πδʹ. Προφητεία εἰς Χριστὸν καὶ τοὺς δι’ αὐτοῦ λελυτρωμένους. πεʹ. Προσευχὴ τῷ Δαυὶδ καὶ προφητεία κλήσεως ἐθνῶν. πϛʹ. Χριστοῦ ἐνανθρώπησις καὶ κλῆσις ἐθνῶν. πζʹ. Χριστοῦ θάνατον προφητεύει. πηʹ. Χριστοῦ βασιλεία ἐκ σπέρματος Δαυίδ. πθʹ. Ἰουδαίων ἀποβολή. ϙʹ. Χριστοῦ νίκη καὶ παντὸς τοῦ κατ᾽ αὐτὸν τελειουμένου. ϙαʹ. Περὶ τῆς κατὰ θεὸν ἀναπαύσεως. ϙβʹ. Ὕμνος βασιλείας Χριστοῦ ἐπὶ τῆς πρώτης αὐτοῦ παρουσίας. ϙγʹ. Περὶ τῶν κατὰ τῆς ἐκκλησίας διωγμῶν. ϙδʹ. Κλῆσις Ἰουδαίων καὶ ἀπόγνωσις τῶν αὐτῶν. ϙεʹ. Κλῆσις ἐθνῶν καὶ Χριστοῦ παρουσία. ϙϛʹ. Ὕμνος βασιλείας Χριστοῦ ἐπὶ τῆς δευτέρας αὐτοῦ παρουσίας. ϙζʹ. Κλῆσις ἐθνῶν καὶ Χριστοῦ παρουσία. ϙηʹ. Ὕμνος βασιλείας Χριστοῦ. ϙθʹ. Κλῆσις ἐθνῶν. ρʹ. Ὕμνος τοῦ κατὰ θεὸν τελειουμένου. ραʹ. Ὀδυρμὸς ἐπὶ τῷ προτέρῳ λαῷ καὶ προφητεία νεοῦ λαοῦ καὶ κλῆσις ἐθνῶν. ρβʹ. Διδασκαλία εὐχαριστίας. ργʹ. Διδασκαλία ἐξομολογήσεως. ρδʹ. Διδασκαλία τοῖς ἔθνεσι τῶν εἰς τὸν πρότερον λαὸν τοῦ θεοῦ εὐεργεσιῶν. ρεʹ. Διδασκαλία δυσσεβείας τοῦ Ἰουδαίων ἔθνους. ρϛʹ. Προφητεία κλήσεως ἐθνῶν καὶ τῆς εἰς ἀνθρώπους τοῦ θεοῦ λόγου ἐπιλάμψεως. ρζʹ. Κλῆσις ἐθνῶν. ρηʹ. Πάθη Χριστοῦ. ρθʹ. Νίκη Χριστοῦ. ριʹ. Εὐχαριστία Χριστοῦ. ριαʹ. Διδασκαλία Χριστοῦ. ριβʹ. Νέου λαοῦ κλῆσις. ριγʹ. Νέου λαοῦ διδασκαλία. ριδʹ. Νέου λαοῦ προκοπή. ριεʹ. Νέου λαοῦ τελείωσις. ριϛʹ. Κλῆσις ἐθνῶν. ριζʹ. Νίκη τῶν ἐν Χριστῷ ἀγωνιζομένων καὶ προφητεία περὶ Χριστοῦ. ριηʹ. Στοιχείωσις τῆς κατὰ θεὸν εἰσαγωγῆς. ριθʹ. Παροικίας. ρκʹ. Ἐπανόδου Βαβυλῶνος καὶ τῆς διασπορᾶς. ρκαʹ. Ἀγαθῶν εὐαγγέλια. ρκβʹ. Εὐχῆς. ρκγʹ. Εὐχαριστίας. ρκδʹ. Ἀποκαταστάσεως. ρκεʹ. Προσδοκία μελλόντων. ρκϛʹ. Οἰκοδομὴ ἐκκλησίας. ρκζʹ. Κλῆσις ἐθνῶν. ρκηʹ. Νίκης θεοῦ στρατιᾶς. ρκθʹ. Εὐχῆς μαρτύρων. ρλʹ. Περὶ ταπεινοφροσύνης. ρλαʹ. Προσευχὴ τοῦ Δαυὶδ καὶ ἐπιφάνεια Χριστοῦ. ρλβʹ. Λαοῦ τελείου. ρλγʹ. Λαοῦ ἐρχομένου. ρλδʹ. Διδασκαλία εἰσακτική. ρλεʹ. Εὐχαριστία λελυτρωμένων. ρλϛʹ. Ἁγίων φωναὶ τῶν ἐν αἰχμαλωσίᾳ. ρλζʹ. Εὐχαριστία μετὰ προφητείας. ρληʹ. Ἔντευξις δικαίου σὺν θεολογίᾳ. ρλθʹ. Φωναὶ τοῦ κατὰ θεὸν ἀγωνιζομένου. ρμʹ. Προσευχὴ τοῦ κατὰ θεὸν τελείου. ρμαʹ. Φωνὴ τοῦ κατὰ θεὸν πολεμουμένου. ρμβʹ. Προσευχὴ ἐξομολογουμένου. ρμγʹ. Εὐχαριστία νενικηκότος. ρμδʹ. Ὕμνος σὺν θεολογίᾳ. ρμεʹ. Ὕμνος σὺν θεολογίᾳ. ρμϛʹ. Ὕμνος σὺν θεολογίᾳ. ρμζʹ. Ὕμνος σὺν θεολογίᾳ. ρμηʹ. Ὕμνος σὺν θεολογίᾳ. ρμθʹ. Ὕμνος σὺν θεολογίᾳ. ρνʹ. Παρακέλευσις ὕμνου καθολική.