Ὡς ἡ βίβλος τῶν ψαλμῶν καινὴν διδασκαλίαν περιέχει μετὰ τὴν Μωϋσέως νομοθεσίαν· καὶ ὅτι δευτέρα μετὰ τὴν Μωϋσέως γραφὴν διδασκαλικὴ βίβλος αὕτη τυγχάνει· Μετὰ γοῦν τὴν Μωϋσέως καὶ Ἰησοῦ τελευτὴν καὶ μετὰ τοὺς κριτὰς Δαυὶδ γενόμενος ὡσανεὶ τοῦ σωτῆρος αὐτὸς χρηματίσαι πατὴρ καταξιωθεὶς καινὸν τρόπον τὸν τῆς ψαλμῳδίας πρῶτος Ἑβραίοις παρέδωκεν. δι’ ἧς ἀναιρεῖ μὲν τὰ παρὰ Μωϋσεῖ περὶ θυσιῶν νενομοθετημένα, καινὸν δὲ τὸν δι’ ὕμνων καὶ ἀλαλαγμῶν τρόπον τῆς τοῦ θεοῦ λατρείας εἰσάγει· καὶ ἄλλα δὲ πλεῖστα τὸν Μωϋσέως νόμον ἐπαναβεβηκότα δι’ ὅλης αὐτοῦ τῆς πραγματείας διδάσκει.