De ordine psalmorum Ἐν τῇ ἑβραϊκῇ βίβλῳ τῶν Ψαλμῶν ἄνευ τῆς τοῦ ἀριθμοῦ προσθήκης ἀνεγράφησαν οἱ πάντες καὶ διαφόρως· οἱ μέν εἰσι συνημμένοι, οἱ δὲ διῃρημένοι. αὐτίκα γοῦν ὁ πρῶτος καὶ δεύτερος συνημμένοι εἰσὶ κατὰ τὸ ἑβραϊκόν· καὶ πάλιν ὁ ἔνατος, συνημμένος παρ᾽ ἡμῖν, ἐν τῷ ἑβραϊκῷ διῄρηται εἰς δύο. Καὶ πᾶσα δὲ ἡ τῶν Ψαλμῶν βίβλος εἰς μέρη πέντε διῄρηται. Παρατηρητέον δέ, ὅτι μὴ κατὰ ἀκολουθίαν τῶν τῆς ἱστορίας χρόνων ἡ τῶν ψαλμῶν σύγκειται τάξις· ἐνήλλακται δὲ παρὰ πολὺ τοῖς χρόνοις, καθὼς ἡ βίβλος τῶν Βασιλειῶν δηλοῖ. Πολλῆς γὰρ εἰδωλολατρείας κατακρατησάσης τοῦ Ἰουδαίων ἔθνους λήθην αὐτοὺς πεποιῆσθαι τῶν πατρίων γραφῶν, ὡς μηδὲ φαίνεσθαι βίβλον τοῦ Μωσέως νόμου, μηδὲ μνήμην τῆς τῶν πατέρων εὐσεβείας σώζεσθαι παρ᾽ αὐτοῖς. οὕτω γοῦν καὶ τοὺς προφήτας ἀνῄρουν διελέγχοντας αὐτῶν τὰς δυσσεβείας· καὶ τούτων ἕνεκα τὸ πρῶτον τῇ τῶν Ἀσσυρίων παρεδόθησαν αἰχμαλωσίᾳ. Οὐδὲν οὖν θαυμαστὸν ἐν τοιαύτῃ καταστάσει καιρῶν καὶ τὰ ἐμφερομένα τῇ βίβλῳ τῶν Ψαλμῶν διαπεπτωκέναι λήθῃ τε μακροῖς παραδεδόσθαι χρόνοις· ὕστερον δὲ μετὰ ταῦτα εἴτε Ἔσδραν εἴτε τινὰ ἕτερον προφητῶν περὶ τὴν συναγωγὴν αὐτῶν ἐσπουδακέναι, μετά τε τῶν λοιπῶν καὶ τὴν βίβλον τῶν Ψαλμῶν συναγηοχέναι, οὐκ ἀθρόως εὑρόντα τοὺς πάντας, ἀλλὰ κατὰ διαφόρους χρόνους, κατατάττειν δὲ ἐν πρώτοις τοὺς πρώτους εὑρισκομένους· διὸ μηδὲ τοῦ Δαυὶδ ἐφεξῆς κεῖσθαι τοὺς πάντας, ἐν δὲ τῷ μεταξὺ καὶ τῶν υἱῶν Κορὲ καὶ τοῦ Ἀσὰφ καὶ Σολομῶνος καὶ Μωσέως Αἰθάμ τε καὶ Αἰμὰν καὶ πάλιν τοῦ Δαυὶδ εὑρίσκεσθαι ἀναμὶξ ἐν τῇ βίβλῳ κατατεταγμένους, οὐ καθ᾽ οὓς ἐλέχθησαν χρόνους, ἀλλὰ καθ᾽ οὓς εὕρηνται· ἔνθεν τε συμβῆναι τοὺς τοῖς χρόνοις ὑστέρους πρώτους εὑρεθέντας ἀναληφθῆναι προτέρους, καὶ τοὺς τοῖς χρόνοις προτέρους μετὰ ταῦτα εὑρημένους ἐν δευτέρᾳ καταταγῆναι χώρᾳ. Τὸ δ᾽ αὐτὸ εὕροις γεγενημένον καὶ ἐν τοῖς προφήταις. νηʹ. ὅτε ἀπέστειλεν Σαοὺλ τοῦ θανατῶσαι αὐτόν. λγʹ. ὅτε Δαυὶδ ἔρχεται εἰς Νομβᾶ πρὸς Ἀβιμέλεκ. νϛʹ. εἰς τὸ σπήλαιον τοῦ Ὀδολλάμ . ναʹ. τὸν Δαυὶδ διαβάλλει Δωήκ. ξβʹ. εἰς τὴν ἔρημον τῆς Ἰουδαίας φεύγει Δαυίδ. νγʹ. οἱ Ζιφαῖοι διαβάλλουσιν τὸν Δαυὶδ ἐν τῷ σπηλαίῳ. νεʹ. οἱ ἀλλόφυλοι ἐν Γέθ . νθʹ. μετὰ τὸν θάνατον Σαούλ. νʹ. ὅτε ἦλθεν πρὸς αὐτὸν Νάθαν ὁ προφήτης . γʹ. ὅτε ἀπεδίδρασκεν ἀπὸ προσώπου Ἀβεσσαλὼμ τοῦ υἱοῦ αὐτοῦ . ζʹ. ὑπὲρ τῶν λόγων Χουσὶ υἱοῦ Ἰεμενεῖ . Ἡ ἱστορία τῶν ψαλμῶν ταύτην ἔχει τὴν ἀκολουθίαν, ἐνήλλακται δὲ τῷ τῆς εὑρέσεως χρόνῳ.