De divisione psalterii et psalmorum Τῆς βίβλου τῶν ψαλμῶν ἥδε ἂν εἴη ἡ διαίρεσις, ὡς τὰ ἀκριβῆ τῶν ἀντιγράφων αὐτό τε τὸ Ἑβραϊκὸν περιέχει· οὐχ ὡς ἄν τις ὑπολάβοι, οἱ πάντες εἰσὶ τοῦ Δαυὶδ ψαλμοί, ἀλλὰ καὶ ἑτέρων προφητῶν ἐν τῷ ψάλλειν προφητευόντων. διόπερ ἡ πᾶσα γραφὴ παρ’ Ἑβραίοις οὐ τοῦ Δαυὶδ ἐπιγράφει, ἀλλ᾽ ἀδιορίστως Βίβλος ψαλμῶν ὀνομάζεται. Εἰς πέντε δὲ μέρη τὴν πᾶσαν τῶν ψαλμῶν βίβλον παῖδες Ἑβραίων διαίρουσιν· πρῶτον, εἰς τοὺς ἀπὸ πρώτου μέχρις τεσσαρακοστοῦ· δεύτερον, εἰς τοὺς ἀπὸ τεσσαρακοστοῦ πρώτου μέχρις ἑβδομηκοστοῦ πρώτου· τρίτον, εἰς τοὺς ἀπὸ ἑβδομηκοστοῦ δευτέρου μέχρις ὀγδοηκοστοῦ ὀγδόου· τέταρτον, εἰς τοὺς ἀπὸ ὀγδοηκοστοῦ ἐνάτου μέχρις ἑκατοστοῦ πέμπτου· πέμπτον, εἰς τοὺς ἀπὸ ἑκατοστοῦ ἕκτου μέχρις τέλους τοῦ βιβλίου. Ἀνεπίγραφοι δὲ εἰσὶ ψαλμοὶ ιθʹ, ἐπιγεγραμμένοι ρλαʹ. Τῶν ἐπιγεγραμμένων δέ εἰσιν οὕτως αἱ διαιρέσεις· τοῦ μὲν Δαυίδ οβʹ τῶν δὲ υἱῶν Κορὲ ιαʹ τοῦ Ἀσὰφ ιβʹ Αἰθὰμ τοῦ Ἰσραηλίτου αʹ Σολομῶντος βʹ Μωυσέως αʹ ἀνώνυμοι ιζʹ τῶν εἰς τὸ Ἀλληλούϊα ιεʹ (Εἰσὶ δὲ ἀνώνυμοι, ὅσοι ἐπιγραφὰς μὲν ἔχουσιν, οὐ μὴν δηλοῦσι, τίνος εἰσίν.) ἀνεπίγραφοι ιθʹ ὁμοῦ ρνʹ.