De diapsalmate Ἔγραψαν τὸ διάψαλμα οἱ ἑρμηνεύσαντες τέσσαρες ἄρχοντες, οἳ ἐξελέγοντο ὑπὸ Δαυὶδ τοῦ βασιλέως ἐκ τῆς φυλῆς Λευί· Ἀσάφ, υἱὸς Κορὲ Αἰμάν, Αἰθάμ, Ἰδιθούμ· τούτοις ἀριθμὸς ᾠδῶν παρακολουθεῖ σπηʹ ἕκαστος ἔχων οβʹ. οὗτοι ἵσταντο ἐνώπιον τοῦ θυσιαστηρίου τοῦ ἁγιάσματος κυρίου αἰνοῦντες τὸν πάντων δεσπότην, ὃς μὲν κύμβαλοις, ὃς δὲ ψαλτηρίῳ, ὃς δὲ κιννύρᾳ, ὃς δὲ κερατίνῃ, ὃς δὲ κιθάρᾳ· ὧν μέσος ἵστατο Δαυὶδ αὐτὸς ἄρχων ἀρχόντων τῶν ᾠδῶν κρατῶν ἐπὶ χεῖρας τὸ ψαλτήριον. ἕκαστος δὲ πνεύματι ἁγίῳ κινούμενος ὕμνει τὸν θεόν, καὶ πάντες ἐπεφώνουν σὺν τῷ ψάλλοντι· ἀλληλούϊα. ὁπηνίκα δ᾽ ἄν πρὸς βραχὺ ἡ τοῦ ἁγίου πνεύματος ἀπέστη χάρις τῶν ὀργάνων λοιπὸν μὴ κινουμένων, τὸ τηνικαῦτα εἰκὸς καὶ τὸ διάψαλμα ἔγραφον, ἐν οἵῳ δ᾽ ἂν ψαλμῷ καὶ στίχῳ ἐντύγχανον.