De auctore psalmi I et II Τοὺς δὲ μετὰ τὸν πρῶτον καὶ δεύτερον ἀνεπιγράφους ψαλμοὺς καὶ τοὺς ἐπιγραφὴν ἔχοντας οὐ δηλοῦντας, τίνος εἰσίν, ἐκείνων εἶναι παῖδες Ἑβραίων φασίν, ὧν τοὔνομα φέρεται ἐν ταῖς τῶν ἀνεπιγράφων προτεταγμέναις. τὸν δὲ αʹ καὶ βʹ, ἕνα ὄντας ἄμφω, τοῦ Δαυὶδ ὑπάρχειν ἡγοῦμαι διὰ τὸ πάντας τοὺς ἐν τῷ πρώτῳ μέρει τῶν Ψαλμῶν ἐφεξῆς αὐτοῦ εἶναι. ἀπὸ γοῦν τοῦ τρίτου μέχρι τοῦ μʹ τοῦ Δαυὶδ ἐπιγράφονται οἱ πάντες· διό μοι δοκοῦσιν ὑπάρχειν τοῦ αὐτοῦ ὅ τε πρῶτος καὶ ὁ δεύτερος. Πιστοῦται δὲ λόγον ἡ τῶν Πράξεων τῶν ἀποστόλων βίβλος, ἐν ᾗ εἴρηται· δέσποτα, σὺ ἐποίησας τὸν οὐρανὸν καὶ τὴν γῆν καὶ τὴν θάλασσαν καὶ πάντα τὰ ἐν αὐτοῖς· ὁ τοῦ πατρὸς ἡμῶν διὰ πνεύματος ἁγίου στόματος παιδός σου Δαυὶδ εἰπών· ἵνα τί ἐφρύαξαν ἔθνη καὶ λαοί; σαφῶς γὰρ διὰ τούτων τὸν βʹ ψαλμὸν τοῦ Δαυὶδ ἔφησεν εἶναι. ἀποσεσιωπῆσθαι δὲ εἰκὸς ἐπ’ αὐτὸν τὴν τοῦ Δαυὶδ προγραφὴν διὰ τὸ γυμνὴν ἔχειν περὶ τοῦ κυρίου προφητείαν, ἐν ᾗ εἴρηται· κατὰ τοῦ κυρίου καὶ κατὰ τοῦ χριστοῦ αὐτοῦ· οἷς ἀκολούθως ἐπιλέγει ἐξ αὐτοῦ τοῦ προσώπου τοῦ Χριστοῦ τό· κύριος εἶπεν πρὸς μέ· υἱός μου εἶ σύ.