Τούτοις ἐπιλέγεται τό· καὶ ἐὰν θέλητε καὶ εἰσακούσητέ μου ἐν τῷ λούσασθαι καὶ τὰ λοιπὰ διαπράξασθαι κατὰ τὸν ἀποδοθέντα τρόπον, τὰ ἀγαθὰ τῆς γῆς φάγεσθε . ἔνθ’ ὁ λόγος ὡς μὲν πρὸς Ἰουδαίους διαλεγόμενος, οἷα νηπίους αὐτοὺς διὰ τῆς σωματικῆς ἐπαγγελίας τοῖς εἰρημένοις προτρέπει· πρὸς δὲ τὸν ἀληθῆ λόγον, γῆς τῆς ψυχῆς νοουμένης κατὰ τὴν σωτήριον παραβολὴν ἢ τὸν ἐπουράνιον σπόρον λέγεται παραδέχεσθαι. καὶ τότε μὲν ἀποπνίγειν καὶ ἀπολλύειν διαφόρως τὸν ἐν αὐτῇ καταβαλλόμενον λόγον, τότε δὲ καρποὺς εὐθαλεῖς ἀποδιδόναι ἐν τριάκοντα ἢ ἑξήκοντα ἢ ἑκατὸν καρποφορίαις , ἀκόλουθόν ἐστιν ἀγαθὰ ψυχῆς νοεῖν ἤτοι τὰς κατὰ ἀρετὴν προκοπὰς καὶ τελειώσεις, ἢ τὰ ἐπηγγελμένα αὐτοῖς ἐν οὐρανῷ βασιλείᾳ καὶ ἐν ἐπουρανίῳ γῇ, περὶ ἧς ἐν Εὐαγγελίοις αὐτὸς ὁ σωτὴρ διδάσκων ἔλεγεν· μακάριοι οἱ πραεῖς, ὅτι αὐτοὶ κληρονομήσουσιν τὴν γῆν . ἐπὶ ταύτης γοῦν τῆς οὐρανίου γῆς τὰ ὄντως ἀγαθὰ τυγχάνει· ἃ ὁ ὀφθαλμὸς οὐκ εἶδεν καὶ οὖς οὐκ ἤκουσεν καὶ ἐπὶ καρδίαν ἀνθρώπου οὐκ ἀνέβη . ἔνθα καὶ ἡ ἐπουράνιος νοεῖται Ἰερουσαλήμ . Πεισθεῖσιν μὲν οὖν ταῦτα ὁ λόγος ἐπαγγέλλεται, ἀπειθοῦσι δὲ ἀπειλεῖ λέγων· ἐὰν μὴ θέλητε μηδὲ εἰσακούσητέ μου, μάχαιρα ὑμᾶς κατέδεται· τὸ γὰρ στόμα κυρίου ἐλάλησεν ταῦτα . πρὸς μὲν οὖν τὴν λέξιν αὐτίκα τοῖς λόγοις ἐπηκολούθει ἡ διὰ τῶν ἔργων ἔκβασις· οἱ γοῦν μὴ ἐπακούσαντες τῇ σωτηρίῳ χάριτι αὐτοῖς ἄρχουσι καὶ αὐτῷ λαῷ τοῦ Ἰουδαίων ἔθνους παραχρῆμα καὶ οὐκ εἰς μακρὸν τῇ τῶν πολεμίων μαχαίρᾳ παρεδόθησαν, ἐπελθόντων αὐτοῖς Ῥωμαίων καὶ πολέμου νόμῳ τοὺς πάντας χειρωσαμένων. εἰ δὲ καὶ διαβολική τίς ἐστι μάχαιρα , καὶ ταύτῃ ἔκδοτοι γεγόνασιν διὰ τὸ ἀπειθῆσαι τῇ κλήσει τῆς τοῦ Χριστοῦ χάριτος. Οὔτε γοῦν τὸ Ἑβραϊκὸν οὔτε οἱ λοιποὶ ἑρμηνευταὶ τῆς Σιὼν ἐνταῦθα ἐμνημόνευσαν. διδάσκει δὲ ὁ λόγος, ὡς πάλαι μὲν ᾤκησαν τὴν πόλιν ἄνδρες πιστοί, διὸ πιστὴ πόλις ἐχρημάτισεν, ὥσπερ ἂν εἴποι τις πιστῶν πόλις , ἀλλὰ καὶ πλήρης κρίσεως ἦν καὶ δικαιοσύνης , ὡς ἂν ἐναρέτων ψυχῶν οἰκητήριον τότε γενομένη· διὸ κεκοιμῆσθαι ἐν αὐτῇ δικαιοσύνην , τοῦτ’ ἔστιν ἐνοικῆσαι καὶ ἀναπεπαῦσθαι εἴρηται. πάλαι μὲν οὖν τούτων πλήρης ἐτύγχανεν, τάχα που περὶ τοὺς χρόνους Δαυίδ, ὃς πρῶτος ἑλὼν τὴν πόλιν ἐκ χειρὸς ἀλλοφύλων, τὴν κιβωτὸν τοῦ θεοῦ καὶ τὴν σκηνὴν ἐν αὐτῇ κατεστήσατο, αὐτός τε αὐτὴν βασιλικὴν ἀποδείξας ἑαυτοῦ ὡς χρηματίσαι πόλιν Δαυὶδ τὸν τόπον· τότε γὰρ εἰκὸς ἦν αὐτὴν καὶ πιστὴν γεγονέναι, πλήρη τε κρίσεως καὶ δικαιοσύνης , νυνὶ δὲ γέγονεν πόρνη διὰ τοὺς ἐκπορνεύσαντας ἐν αὐτῇ. οὗτοι δὲ ἦσαν, οὓς ἑξῆς δηλοῖ λέγων· νῦν δὲ φονευταί . καὶ ταῦτα συμφώνως τοῖς προαποδοθεῖσιν ἐπὶ τοὺς χρόνους ἀναφέροιτ’ ἂν τοῦ σωτῆρος ἡμῶν, μετὰ δὲ τὸ φονευτὰς ἀποκαλέσαι τοὺς ἐκπορνεύσαντας ἀπὸ τοῦ νυμφίου λόγου τὸ πνεῦμα τὸ ἅγιον πρὸς αὐτοὺς τείνεται φάσκον· τὸ ἀργύριον ὑμῶν ἀδόκιμον ἐπειδὴ καὶ μετὰ τὸ ἐκπορνεῦσαι καὶ φονευτὰς γενέσθαι προσεποιοῦντο θεοσεβείας λόγους ἀπαγγέλλειν καὶ τὰς θείας γραφὰς διερμηνεύειν καὶ δευτερώσεις μυθικὰς ποιεῖσθαι τῶν ἀναγνωσμάτων. ἦν αὐτῶν τὸ ἀργύριον ἀδόκιμον , δηλαδὴ ὁ Ἰουδαϊκὸς λόγος μυθικός τις ὢν καὶ γραώδης καὶ διὰ τοῦτο ἀπόβλητος . καὶ αὐτοὶ δὲ οἱ διδάσκαλοι αὐτῶν καπηλεύοντες τὴν διδασκαλίαν κάπηλοι προσφυῶς ὠνομάσθησαν μιγνύντες τὸν οἶνον ὕδατι , λόγῳ ἐξυδαροῦντι τὸν ἄκρατον καὶ τὸν στρυφνὸν καὶ ἐπιστυπτικὸν τῶν θεοπνεύστων γραφῶν νοῦν διὰ τῆς μυθικῆς αὐτῶν καὶ ληρώδους δευτερώσεως. Καλούμενοι γὰρ ὑπὸ τοῦ σωτῆρος οὐχ ὑπήκουον, ἀλλὰ καὶ κοινωνοὶ κλεπτῶν ἐγίνοντο τῷ προδότῃ Ἰούδᾳ κλέπτοντι συνόντες καὶ κοινωνοῦντες αὐτῷ τῆς τοῦ διδασκάλου προδοσίας, οἱ δ’ αὐτοὶ δωροδόκοι τινὲς ὄντες τὴν ὀρθότητα τοῦ δικαίου δώροις ἐπίπρασκον, ἐδίωκόν τε ἀνταπόδομα τῷ μὴ βούλεσθαι παραδέχεσθαι τὸν ὑπὸ ὠφελείας αὐτῶν γινόμενον ἔλεγχον, ἀμοιβῇ δὲ κακῇ κεχρῆσθαι ἐθέλειν. διὸ κατὰ τὸν Σύμμαχον λέγονται διώκειν ἀμοιβάς . πρὸς τούτοις ἅπασιν τὴν ἐπισκοπὴν πεπιστευμένοι τῶν ἐνδεῶν οὔτε ὀρφανοῖς ἔκρινον οὐδὲ χήρας ἀντιλαμβάνοντες. ταῦτα πάντα κατηγοροῦνται οἱ προλεχθέντες φονευταί , δύναται δὲ καὶ ἐπὶ τοὺς προπάτορας αὐτῶν ἀναφέρεσθαι· ταῦτα λέγω δὲ τοὺς πάλαι γενομένους τῶν τοῦ θεοῦ προφητῶν φονευτάς . Τὸ κύριος σαβαὼθ ἑρμηνεύεται κύριος τῶν δυνάμεων ἢ κύριος στρατιῶν . ἀναφέρεται δ’ ὁ λόγος ἐπὶ τὸν σωτῆρα καὶ κύριον ἡμῶν τὸν τοῦ θεοῦ μονογενῆ λόγον, ὃς ἐπὶ τοῦ παρόντος διὰ τὰς τῶν κατηγορηθέντων φονευτῶν πράξεις τὰ προκείμενα ἀπειλεῖ· Οὐαὶ οἱ ἰσχύοντες Ἰσραὴλ λέγων. τίνες δὲ ἦσαν οὗτοι, παρίστησι φάσκον τὸ Εὐαγγέλιον· Οὐαὶ ὑμῖν, γραμματεῖς καὶ Φαρισαῖοι ὑποκριταί · πρὸς γὰρ τοὺς ἄρχοντας καὶ τοὺς δυνατοὺς τοῦ ἔθνους ταῦτ’ ἐλέγετο ὡς αἰτίους τῆς τῶν ὑπηκόων διαστροφῆς. οὐαὶ δὲ αὐτοῖς ἔσεσθαί φησιν ὁ δεσπότης κύριος σαβαώθ , ἐπεὶ ὁ θυμὸς αὐτοῦ τε τῆς τιμωρητικῆς καὶ κολαστικῆς δυνάμεως οὕτως δηλουμένης οὐ παύσεταί φησιν οὐδὲ ἀνήσει, ἕως οὗ μετέλθῃ αὐτούς. Φιλάνθρωπος δὲ ὢν ὁ λόγος καὶ μὴ βουλόμενος τὸν θάνατον τοῦ ἁμαρτωλοῦ ὡς τὴν μετάνοιαν ἐπαγγέλλεται τρόπον θεραπείας προσοίσειν τοῖς μὴ τοῦ θυμοῦ δεηθεῖσιν. τίς δὲ ἦν οὗτος, ἀλλ’ ἢ ἡ αὐτοῦ χείρ , ἣν σωτήριον ὑπάρχουσαν καὶ ἰατικὴν ἑτέραν οὖσαν παρὰ τὸν θυμὸν αὐτοῦ ἐπάξειν φησὶ καὶ πυρώσειν ἐπὶ τῷ καθάραι καὶ διακρίναι τοὺς φαύλους ἀπὸ τῶν ἀστείων. διὸ κατὰ τὸν Σύμμαχον εἴρηται· καὶ πυρώσω εἰς καθαρὸν τὴν σκωρίαν σου , κατὰ δὲ τὸν Θεοδοτίωνα · καὶ πυρώσω εἰς καθαρὸν τὸ γιγαρτῶδές σου · ὥσπερ γὰρ οἱ καθαίροντες διὰ πυρὸς χαλκὸν ἢ σίδηρον, τὴν σκωρίαν ἀποβάλλουσιν, καὶ οἱ τοὺς βότρυας τῆς ἀμπέλου πιέζοντες ἐν ταῖς ληνοῖς τὸ γιγαρτῶδες καὶ τὰ περιττὰ τῶν ἐκπατηθέντων βοτρύων ἀπορρίπτουσιν, τὸν αὐτὸν τρόπον κἀγώ φησι πυρώσω εἰς καθαρὸν τὸ γιγαρτῶδές σου . καὶ κατὰ τὸν Ἀκύλαν ὁμοίως εἴρηται· καὶ πυρώσω εἰς καθαρὸν στέμφυλά σου . τίς δὲ ἦν ἡ σκωρία καὶ τί τὸ ἐν αὐτοῖς γιγαρτῶδες , διασαφεῖ λευκώτερον ἐπιφέρων· καὶ ἀφελῶ πάντας ἀνόμους ἀπὸ σοῦ καὶ πάντας ὑπερηφάνους . ἐπειδὰν δὲ τὴν ἐμαυτοῦ χεῖρα ἐπάγων ἀφορίσω τὴν σκωρίαν σου καὶ τὸ γιγαρτῶδές σου τὸ τηνικαῦτά φησιν τοὺς περιλειφθέντας ἀπὸ τῶν προλεχθέντων ὥσπερ χρυσὸν πυρὶ δεδοκιμασμένους , ἐπιστήσω κριτὰς καὶ συμβούλους τοιούτους ἐσομένους ὁποῖοι ἦσαν οἱ κατὰ τοὺς παλαιοὺς γενόμενοι χρόνους, δι’ οὓς καὶ ἡ πόλις ὑπῆρχε τότε πιστὴ καὶ πλήρης κρίσεως καὶ δικαιοσύνης . ἐπαγγέλλεται δὲ γενήσεσθαι τὸ εὑρεθησόμενον ἐν αὐταῖς λεῖμμα κατ’ ἐκλογὴν χάριτος , δι’ ὧν κἀνταῦθα πάλιν τοῦ σωτῆρος ἡμῶν τοὺς μαθητὰς σημαίνει τῇ μετὰ ταῦτα συστησομένῃ καινῇ πόλει, ἥν τινα καὶ ὄνομα πόλιν δικαιοσύνης ὀνομάζει καὶ μητρόπολιν πιστὴν Σιών , οὕτω προσειπὼν τὸ σύστημα τοῦ θεοφιλοῦς πολιτεύματος. ὃ πάλαι μὲν συνεστὸς παρὰ Ἰουδαίοις διεπεπτώκει, νυνὶ δὲ καθ’ ὅλης τῆς οἰκουμένης διὰ τῆς τοῦ Χριστοῦ ἐκκλησίας ἐγήγερται τεθεμελιωμένον ἐπὶ τὴν πέτραν . ταύτης δὲ τῆς καλῆς πόλεως οἱ προεστῶτες κριταὶ καὶ σύμβουλοι ἀρχὴν μὲν ἀπὸ τῶν ἀποστόλων καὶ μαθητῶν τοῦ σωτῆρος ἡμῶν εἰλήφασιν, ἐκ δὲ τῆς ἐκείνων διαδοχῆς εἰσέτι καὶ νῦν ὥσπερ ἐκ σπέρματος ἀγαθῶν φύντες διαλάμπουσι πρόεδροι τῆς τοῦ θεοῦ ἐκκλησίας καθεστῶτες. Ὅτι δὲ περὶ ὀλίγων τοῦ Ἰουδαίων λαοῦ περιλειφθέντων ταῦτα θεσπίζεται, ἑξῆς ἡ προφητεία παρίστησι λέγουσα· μετὰ γὰρ κρίματος σωθήσεται ἡ αἰχμαλωσία αὐτῆς καὶ μετὰ ἐλεημοσύνης , ἢ κατὰ τοὺς λοιποὺς ἑρμηνευτάς · καὶ μετὰ δικαιοσύνης · εἰ γὰρ μετὰ κρίματος σωθήσεσθαι λέγεται ἡ αἰχμαλωσία αὐτῆς , δηλονότι οἱ σωτηρίας ἄξιοι κριθέντες μόνοι τεύξονται τῆς ἐπαγγελίας. μάτην ἄρα φαντάζονται Ἰουδαίων παῖδες ἐπιστροφὴν τῆς διασπορᾶς τοῦ παντὸς ἔσεσθαι αὐτῶν ἔθνους, σαφῶς τοῦ λόγου οὐχὶ πάντας ἐπαγγελλομένου ἐπιστρέψειν, ἀλλὰ τοὺς ἀξίους κριθησομένους. αἰχμαλωσίας δὲ ἐπιστροφὴν χρὴ νοεῖν τὴν ἀπὸ τῆς πλάνης ἐπὶ τὴν ἀληθῆ τοῦ θεοῦ γνῶσιν μεταβολὴν τῶν ψυχῶν, ἣν καὶ ὁ σωτὴρ παρίστη, ὁπηνίκα ἐν τῇ συναγωγῇ λαβὼν τὴν βίβλον τοῦ Ἠσαΐου, τήν τε περικοπὴν ἀναγνοὺς τὴν ἐξ αὐτοῦ προσώπου φήσασαν· πνεῦμα κυρίου ἐπ’ ἐμέ, οὗ εἵνεκεν ἔχρισέ με, εὐαγγελίσασθαι πτωχοῖς ἀπέσταλκέ με . πτύξας τὴν βίβλον εἶπεν· σήμερον ἡ γραφὴ αὕτη πεπλήρωται ἐν τοῖς ὠσὶν ὑμῶν , διδάσκων ὡς αὐτὸς εἴη ὁ λυτρωτὴς τῶν ἀνθρωπίνων ψυχῶν.