Ταῦτα οὖν τῷ θείῳ πνεύματι οἱ προφῆται θεώμενοι παραμύθιον αὐτοῖς ἐπὶ τῇ τοῦ παντὸς ἔθνους ἀπωλείᾳ προσῆγον λέγοντες· καὶ εἰ μὴ κύριος σαβαὼθ ἐγκατέλιπεν ἡμῖν σπέρμα, ὡς Σόδομα ἂν ἐγενήθημεν καὶ ὡς Γόμορρα ἂν ὡμοιώθημεν . Παραβάλλει αὐτοὺς ἄρχουσι Σοδόμων καὶ λαῷ Γομόρρας διὰ τὴν μέλλουσαν καὶ αὐτοῖς ἐλεύσεσθαι καταστροφήν, ὁμοίως τοῖς τὰ Σόδομα καὶ Γόμορρα οἰκήσασιν ἀνδράσιν ἀσεβεστάτοις ἢ διὰ τὴν ὁμοιοτροπίαν τοῦ βίου, ἣν ἐν τοῖς ἑξῆς προϊὼν αὐτὸς ὁ προφήτης παρίστη λέγων· τὴν δὲ ἀνομίαν αὐτῶν ὡς Σοδόμων ἀνήγγειλαν καὶ ἐνεφάνισαν. οὐαὶ τῇ ψυχῇ αὐτῶν, ὅτι ἐβουλεύσαντο βουλὴν πονηρὰν καθ’ ἑαυτῶν εἰπόντες· Δήσωμεν τὸν δίκαιον, ὅτι δύσχρηστος ἡμῖν ἐστιν · οὐκοῦν ἀποδέδεικται, δι’ ἣν αἰτίαν ἄρχοντας Σοδόμων ἐκάλεσεν. Ἐπειδὴ Ἰουδαίων παῖδες ἐπὶ τῇ τῶν πατέρων ἀρετῇ σεμνυνόμενοι μέγα ἐφρόνουν ὡς τοῦ Ἀβραὰμ ὄντες σπέρμα καὶ τοῦ Ἰσραὴλ ἀπόγονοι, εἰκότως τὸ μεγάλαυχον αὐτῶν ὁ λόγος ταπεινοῖ καὶ τὸ μάταιον οἴημα καθαιρεῖ, τοὺς μὲν ἄρχοντας τοῦ διαβοήτου Ἰσραὴλ Σοδόμων ἄρχοντας ὀνομάζων, αὐτὸν δὲ τὸν χρηματίζοντα λαὸν τοῦ θεοῦ λαὸν Γομόρρας ἀποκαλῶν, τοὺς διὰ τῶν ἴσων ἐπιτηδευμάτων τοῖς πάλαι ἀσεβήσασιν ὁμοιωθέντας. Καινὸν διδασκαλίας νόμον ὁ λόγος εἰσάγει παραίτησιν ἔχοντα τῆς κατὰ Μωσέα σωματικῆς λατρείας· ἀναφέρομεν δὲ ταῦτα ἐπὶ τοὺς κατὰ τὸν σωτῆρα γενομένους ἄρχοντας τοῦ ἔθνους, οἳ κατὰ τοῦ κυρίου τολμήσαντες θυσίαις καὶ σπονδαῖς καὶ ταῖς ἄλλαις κατὰ τὸν νόμον σωματικαῖς λατρείαις ἱλάσκεσθαι τὸν θεὸν ἐνόμιζον. πρὸς δὴ οὖν τούτους ἀποτείνεται ὁ λόγος φάσκων· τί μοι πλῆθος τῶν θυσιῶν ὑμῶν ; καὶ τὰ ἑξῆς. οἷς προστίθησιν τό· ἐγενήθητέ μοι εἰς πλησμονὴν καὶ τὰ ἑξῆς. ἐπὶ πᾶσιν τὴν αἰτίαν τῆς τοσαύτης ἀπειλῆς ἐκφαίνει συνάπτων ἑξῆς καὶ λέγων· αἱ γὰρ χεῖρες ὑμῶν αἵματος πλήρεις , πληρώσαντες γὰρ τὸ μέτρον τῆς τῶν πατέρων αὐτῶν κακίας . τήρει τε ὡς ἐν τούτοις πᾶσιν οὐδαμοῦ διαβέβληνται εἰδωλολατρίᾳ, ἀλλ’ ὅτι μὴ ἔγνωσαν τὸν κύριον καὶ ὅτι μὴ συνῆκαν αὐτόν , τότε ἐγκατέλιπον αὐτὸν καὶ παρώξυναν τὸν ἅγιον τοῦ Ἰσραήλ . καὶ πρὸς ἅπασι τούτοις, ὅτι αἱ χεῖρες αὐτῶν γεγόνασιν αἵματος πλήρεις διὰ τῆς κατὰ τοῦ Χριστοῦ μιαιφονίας, ἣν μετὰ μυρίας προφητοκτονίας εἰργάσαντο, γεγόνασιν αἵματος πλήρεις . διὰ τοῦτο πᾶσα ἑορτὴ καὶ πανήγυρις, τά τε λοιπὰ δι’ ὧν ἐνόμιζον ἀφέσεως ἁμαρτημάτων τυγχάνειν κατὰ τὸν Μωσέως νόμον, ἀφῄρηται αὐτῶν μετὰ τὴν κατὰ Χριστοῦ τόλμαν. θέα δὲ καὶ ὁποία τις αὐτοῖς ἐπάγεται ἀπειλὴ λέγουσα· οὐκέτι ἀνήσω τὰς ἁμαρτίας ὑμῶν , ὃ καὶ αὐτὸ μετὰ τὴν κατὰ τοῦ σωτῆρος ἡμῶν ἐπιβουλὴν εἰς αὐτοὺς ἐπληροῦτο· διὸ ἑξῆς ἐπιλέγεται· αἱ γὰρ χεῖρες ὑμῶν αἵματος πλήρεις , εἰκότως γοῦν ἐπειδὴ χεῖρες αὐτῶν πλήρεις γεγόνασιν αἵματος , ἐπενήνεκται τό· οὐκέτι ἀνήσω τὰς ἁμαρτίας ὑμῶν , καὶ τό· ἐὰν πληθύνητε τὴν δέησιν, οὐκ εἰσακούσομαι ὑμῶν . Σφόδρα ἀκολούθως ὁ τὰ πρῶτα εἰρηκὼς κύριος ἔτι καὶ ταῦτα πρὸς τοὺς δηλωθέντας ἄρχοντας Σοδόμων καὶ τὸν λαὸν Γομόρρας διεξέρχεται ἐπὶ ἀγαθὰς ἐλπίδας αὐτοὺς προσκαλούμενος, εἰ μεταθέμενοι τῆς κακίας καὶ τῆς ἐθελοθρησκίας τῆς κατὰ τὸν σωματικὸν νόμον ἀναχωρήσαντες, ὑπήκοοι γένοιντο τῆς καινῆς αὐτοῦ διαθήκης καὶ τοῦ καινοῦ νόμου καὶ λόγου. διὸ μετὰ τὴν παρόρασιν τῶν ἐν τῇ παλαιᾷ διαθήκῃ τὰ τῆς καινῆς διαθήκης καὶ τὰ τοῦ καινοῦ νόμου εἰσάγει μυστήρια. ἃ δὴ καὶ ἐν τοῖς Εὐαγγελίοις αὐτὸς παρεδίδου λέγων· ἐὰν μή τις ἀναγεννηθῇ ἐξ ὕδατος καὶ πνεύματος, οὐ μὴ εἰσέλθῃ εἰς τὴν βασιλείαν τῶν οὐρανῶν . προκαλεῖται τοίνυν ὁ φιλάνθρωπος κύριος τοὺς τοσούτοις κακοῖς ἐνισχημένους τῷ τε προλεχθέντι αἵματι πεφυρμένους ἐπὶ τὴν ἀνάληψιν τῆς καινῆς διαθήκης σπεύδειν ἐπαγγελίαν αὐτοῖς προϊσχόμενος, τὴν διὰ αὐτῆς προξενουμένην ἄφεσιν ἁμαρτιῶν τοῖς τὰ μεγάλα ἠσεβηκόσιν. διό φησιν πρὸς αὐτούς· λούσασθε, καθαροὶ γένεσθε . καθαρτικὸς δὲ ψυχῶν ὁ σωτήριος τυγχάνων λόγος, οὐκ ἀναπέμπει μὲν ἐπὶ τὰ μωσαϊκὰ νόμιμα, προτρέπει δὲ σπεύδειν ἐπὶ τὰ εὐαγγελικὰ προστιθεὶς τῷ· λούσασθε, καθαροὶ γένεσθε τό· ἀφέλετε τὰς πονηρίας ἀπὸ τῶν ψυχῶν ὑμῶν . καὶ τοῦτο πράξατε ἀπέναντι τῶν ὀφθαλμῶν μου . μὴ γὰρ κατὰ τὸ νομιζόμενον ἀνθρώποις μέχρι τοῦ φανητιᾶν τὴν τῶν ἁμαρτημάτων ἐπιστροφὴν ποιεῖσθέ φησιν, ἐξ αὐτῆς δὲ ψυχῆς τῆς ἐμοὶ θεωρουμένης ἀφέλετε τὰς πονηρίας ὑμῶν . διὸ ἐπάγει· ἀπέναντι τῶν ὀφθαλμῶν μου παύσασθε ἀπὸ τῶν πονηριῶν ὑμῶν . Εἶτα μεταβαλόντες τῆς κακίας μὴ μέχρι τούτου στῆτε, τὸν δὲ κατὰ ἀρετὴν ἀναλάβετε βίον, διδασκαλίᾳ καινῇ τῇ κατὰ τὸ εὐαγγέλιον χρησάμενοι· διδακτὸν γὰρ τὸ ἀγαθόν. διό φησι· μάθετε καλὸν ποιεῖν καὶ ἐκζητήσατε κρίσιν , ἔπειτα ταῦτα κατορθώσαντες ῥύσασθε ἀδικούμενον, κρίνατε ὀρφανῷ καὶ δικαιώσατε χήραν . Ἐπειδὰν δὲ ταῦτα πάντα διαπράξησθε παρρησίαν λαβόντες, ἥκετε. εἶθ’ ὡς ἐν δικαστηρίῳ διελεγχθῶμεν ἐγώ τε καὶ ὑμεῖς· ἐγὼ μὲν ὅσα πέπονθα ὑφ’ ὑμῶν, ὅσα τε ὑμᾶς ἔτυχον εὐεργετήσας καταριθμούμενος καὶ ὡς μετὰ τοσαῦτα πλημμελήματα πάντων κακῶν ἀμνηστίαν ποιούμενος πεφοινιγμένας ὑμῶν τὰς χεῖρας ἐκ τοῦ προλεχθέντος αἵματος ἐκάθηρα λαμπροτέρας χιόνος αὐτὰς διὰ τῆς τοῦ λουτροῦ παλιγγενεσίας καταστήσας. ὑμεῖς δὲ εἴ τις ὑμῖν πρὸς τὴν τοσαύτην χάριν ἔνεστιν λόγος, εἰς φανερὸν τοῦτον ἄγετε.