μήτε τὴν εἰς τὸν Χριστὸν τοῦ θεοῦ βλασφημίαν ἀμφήριστόν τινα καὶ ἀγνοουμένην ὑπάρχειν, ὡς πολλῆς τινος καὶ λογικωτέρας πρὸς ἔλεγχον δεηθῆναι σπουδῆς· οὕτως πᾶσιν τοῖς τῆς ἐκκλησιαστικῆς χάριτος μετειληχόσιν, μικροῖς ὁμοῦ καὶ μεγάλοις, καὶ αὐτὸ μόνον λεχθεῖσα πρόδηλος καθέστηκεν ἡ τοῦ ξένου τούτου καὶ θεολόγου κενοφωνία. διὸ βραχέσιν αὐτὸ μόνον παρασημειώσεσιν χρήσομαι, εἱρμῷ καὶ τάξει σωματοποιῶν τὸν λόγον, ὑποσημαινόμενός τε αὐτὸ μόνον τὸ παράλογον τῶν ἐμφερομένων. πρὶν δ’ ἐπὶ τὰς αὐτοῦ χωρῆσαι φωνὰς ἀναγκαίως τοῖς ἐντυγχάνουσι τῷ τοῦ ἀνδρὸς συγγράμματι συμβουλεύσαιμ’ ἄν, εἰ δὴ μάλιστα Γαλατῶν εἶέν τινες, μὴ ἀμνημονεῖν τῆς θείας φωνῆς Παύλου τοῦ ἀποστόλου, ὃς αὐτοῖς Γαλάταις γράφων παρῄνει μὴ μετατίθεσθαι »ἀπὸ τοῦ καλέσαντος « αὐτοὺς » ἐν χάριτι Χριστοῦ εἰς ἕτερον εὐαγγέλιον « (» οὐκ ἔστιν « γὰρ » ἄλλο « , ὡς αὐτὸς ἔφη, » εἰ μή τινές εἰσιν οἱ ταράσσοντες « αὐτοὺς » καὶ θέλοντες μεταστρέψαι τὸ εὐαγγέλιον τοῦ Χριστοῦ «), κἀκείνῳ δὲ ἀναγκαίως προσέχειν τὸν νοῦν, δι’ οὗ καὶ ἑαυτοῦ καθαπτόμενος ὁ τοσοῦτος ἀπόστολος εἰς δυσώπησιν τῶν διαστρέφειν τοὺς ἄνδρας πειρωμένων προσετίθει λέγων » ἀλλὰ καὶ ἐὰν ἡμεῖς ἢ ἄγγελος ἐξ οὐρανοῦ ὑμῖν εὐαγγελίσηται παρ’ ὃ εὐηγγελισάμεθα ὑμῖν, ἀνάθεμα ἔστω « . ὃ δὴ ἐπαναλαβὼν δευτεροῖ φάσκων »ὡς προειρήκαμεν καὶ ἄρτι πάλιν λέγω, εἴ τις ὑμᾶς εὐαγγελίζεται παρ’ ὃ παρελάβετε, ἀνάθεμα ἔστω « . τί δὲ ἦν τοῦτο, παρ’ ὃ οὐκ ἦν εὐαγγελί ζεσθαι ἄλλο εὐαγγέλι ον, ἤ που πάντως αὐτὸ ἐκεῖνο ὃ δὴ τοῖς αὐτοῦ παραδιδοὺς μαθηταῖς ὁ σωτὴρ ἀναγέγραπται εἰρηκὼς » πορευθέντες μαθητεύσατε πάντα τὰ ἔθνη, βαπτίζοντες αὐτοὺς εἰς τὸ ὄνομα τοῦ πατρὸς καὶ τοῦ υἱοῦ καὶ τοῦ ἁγίου πνεύματος« ; ταύτην γὰρ ἡμῖν τὴν χάριν τῆς γνώσεως τῆς ἁγίας τριάδος μόνος αὐτὸς διὰ τῆς μυστικῆς δεδώρηται ἀναγεννήσεως, οὕτε Μωσέως οὔτε προφητῶν τινος τῷ προτέρῳ λαῷ ταύτην διακονησαμένου· μόνῳ γὰρ ἔπρεπεν τῷ υἱῷ τοῦ θεοῦ τὴν πατρικὴν ἅπασιν ἀνθρώποις εὐαγγελίσασθαι χάριν, ἐπειδήπερ » ὁ νόμος διὰ Μωσέως ἐδόθη « , διὰ δὲ μόνου » Ἰησοῦ Χριστοὺ «, ὡς διὰ » μονογενοῦς υἱοῦ « Ἰησοῦ , » ἡ χάρις καὶ ἡ ἀλήθεια « ἐγένετο.