δυεῖν δ’ ἄρα μέσος ἕστηκεν. τίνων τούτων, διασαφεῖ ἀγγέλους ὀνομάζων καὶ τὸν θεόν· ὧν μέσον ὄντα τὸν υἱὸν τοῦ θεοῦ ἐκ τὸν νόμον χειρὶ μὲν ἰδίᾳ εἰληφέναι φησὶν παρὰ τοῦ πατρός, »δι’ ἀγγέλων« δὲ τῷ πρώτῳ διατεταχέναι λαῷ. ἦν ἄρα ἐξ ἐκείνου ὁ υἱὸς μεσίτης θεοῦ τε καὶ ἀγγέλων, πρὶν ἢ γενέσθαι »μεσίτης θεοῦ καὶ ἀνθρώπων«. καὶ ἦν οὐχ ὡς ψιλὸς θεοῦ λόγος, ἀνυπόστατος, ἓν καὶ ταὐτὸν ὑπάρχων τῷ θεῷ (οὐ γὰρ ἂν εἴη οὕτω γε μεσίτης)· ἀλλ’ ἦν καὶ προῆν ὡς »μονογενὴς υἱὸς πλήρης χάριτος καὶ ἀληθείας«. καὶ ἦν μεσιτεύων τῷ πατρὶ παρέχοντι τὸν νόμον »δι’ ἀγγέλων« ἀνθρώποις. ὃ δὴ διδάσκων ἐξ ἐκείνου τοὺς ἀγνῶτας καὶ ἀμαθεῖς τῆς τοῦ υἱοῦ θεοῦ θεολογίας ὁ ἀπόστολος ἐπεσφραγίζετο λέγων »ὁ δὲ μεσίτης ἑνὸς οὐκ ἔστιν«. οὐ γὰρ ἔχει φύσιν ἐφ’ ἑνὸς τὸν μεσίτην ὁρίζεσθαι. διὸ οὗτος μὲν οὐκ ἔστιν ἑνός, δυεῖν δὲ μέσος ἐξ ἀνάγκης, οὐδέτερος ὢν ἐκείνων ὧν μέσος τυχχάνει· ὥστε μήτε αὐτὸν εἶναι τὸν ἐπὶ πάντων θεὸν ἡγεῖσθαι μήτε τῶν ἀγγέλων ἕνα, τούτων δὲ μέσον καὶ μεσίτην, ὅτε τῷ πατρὶ καὶ ἀγγέλοις μεσιτεύει· ὡς οὐ πάλιν, ὅτε »μεσίτης« γίνεται »θεοῦ καὶ ἀνθρώπων«, μέσος ὢν ἑκατέρου τάγματος οὐδέτερόν ἐστιν, ὧν μεσίτης ὑπάρχει̇ οὔτ’ αὐτὸς ὢν ὁ εἷς καὶ μόνος θεὸς οὔθ’ ὁμοίως τοῖς λοιποῖς ἀνθρώποις ἄνθρωπος. τί δέ, εἰ μηδὲν τούτων, ἢ θεοῦ μονογενὴς υἱός, νῦν μὲν ἀνθρώπων καὶ θεοῦ μεσίτης γεγονώς, πρόπαλαι δὲ ἐπὶ Μωσέως θεοῦ καὶ ἀγγέλων μεσίτης ὑπάρχων; ταῦτα δὲ αὐτοῖς γράφων, ὧδέ πη παραδιδοὺς λέγει ὁ μέγας ἀπόστολος »ὁ νόμος διαταγεὶς δι’ ἀγγέλων ἐν χειρὶ μεσίτου. ὁ δὲ μεσίτης ἑνὸς οὐκ ἔστιν, ὁ δὲ θεὸς εἷς ἐστιν«. »εἷς« οὖν ἔστιν ὁ »θεός«, καὶ »εἷς μεσίτης θεοῦ« τε καὶ τῶν γενητῶν πάντων, οὐ νῦν ἀρξάμενος τῆς σωτηρίου μεσιτείας, ἀλλὰ καὶ πρὸ τῆς εἰς ἀνθρώπους αὐτοῦ θεοφανείας, ὥσπερ οὖν ὁ λόγος ἀπέδειξεν.