τί δὲ ἦν, εἰ μὴ ἄνθρωπος, προϊὼν αὖθις διεσάφει λέγων »ὅτε δὲ εὐδόκησεν ὁ θεὸς ὁ ἀφορίσας με ἐκ κοιλίας μητρός μου ἀποκαλύψαι τὸν υἱὸν αὐτοῦ ἐν ἐμοί«. ὁρᾷς πῶς υἱὸν θεοῦ σαφῶς ἀνηγόρευε τὸν σωτῆρα. καὶ διὰ τοῦτο θεόν. καὶ ὅτι γε πρὸ τῆς ἐνσάρκου παρουσίας υἱὸν αὐτὸν τοῦ θεοῦ ὄντα ἠπίστατο, τρανότατα παρίστησιν ἐπιλέγων ἐν τῇ αὐτῇ πρὸς Γαλάτας ἐπιστολῇ »ὅτε δὲ ἦλθεν τὸ πλήρωμα τοῦ χρόνου, ἐξαπέστειλεν ὁ θεὸς τὸν υἱὸν αὐτοῦ, γενόμενον ἐκ γυναικός«. οὐκοῦν οὐ νῦν, ἀλλὰ πρὶν ἢ γενέσθαι ἐκ γυναικός, υἱὸν ὄντα καὶ προόντα ἀπέστειλεν ὁ πατήρ· ὡς ἂν ὁ πάλαι υἱὸς θεοῦ καὶ υἱὸς ἀνθρώπου γένοιτο, γενόμενος »ἐκ γυναικός«. ἀλλὰ καὶ μεσίτην αὐτὸν τοῦ Μωσέως νόμου γενέσθαι διδάσκει, διορίζων τὸν τῆς μεσιτείας λόγον δι’ ὧν φησιν »τί οὖν; ὁ νόμος τῶν παραβάσεων χάριν ἐτέθη. ἄχρι ἂν ἔλθῃ τὸ σπέρμα ᾧ ἐπήγγελται, διαταγεὶς δ’ ἀγγέλων ἐν χειρὶ μεσίτου. ὁ δὲ μεσίτης ἑνὸς οὐκ ἔστιν, ὁ δὲ θεὸς εἷς ἐστιν«. ἀκούεις ὅπως ἐν τούτοις ὁ ἀπόστολος Γαλάτας αὐτοὺς ἐδίδαξεν ἐξ ἐκείνου ἕνα τὸν θεὸν εἰδέναι, καὶ ἕνα τὸν μεσίτην θεοῦ καὶ ἀγγέλων. ὃ δὴ καὶ ἐν ἑτέροις ἐδήλου λέγων »εἷς γὰρ ὁ θεός· εἷς καὶ μεσίτης θεοῦ καὶ ἀνθρώπων, ἄνθρωπος Ἰησοῦς Χριστός«. ἀλλ’ ὅτε μὲν »θεοῦ καὶ ἀνθρώπων« μεσίτην αὐτὸν ὠνόμαζεν, εἰκότως ἄνθρωπον αὐτὸν διὰ τὴν ἐνανθρώπησιν ἐκάλει· ὅτε δὲ οὐ μεσίτην θεοῦ καὶ ἀνθρώπων, ἀλλὰ θεοῦ καὶ ἀγγέλων τὸν αὐτὸν εἰσῆγεν, οὐκέτ’ ἄνθρωπον ὠνόμαζεν, μόνον δὲ μεσίτην φησίν, τὸν νόμον διατετάχθαι εἰπὼν »δι’ ἀγγέλων ἐν χειρὶ μεσίτου«, διαιρέσει τε ἀναγκαίως τὸ τοῦ μεσίτου ὄνομα διασαφῶν ἐν τῷ λέγειν »ὁ δὲ μεσίτης ἑνὸς οὐκ ἔστιν, ὁ δὲ θεὸς εἷς ἐστιν«. οὔτε ἄρα ὁ θεὸς εἴη ἂν ὁ μεσίτης (τίνος γὰρ καὶ γένοιτ’ ἂν μεσίτης;) οὕτε ὁ μεσίτης αὐτὸς αὐτὸς ἂν εἴη ὁ θεός· «ὁ» γὰρ «μεσίτης ἑνὸς οὐκ ἔστιν«.