ἔνθεν εἰκότως ὁ μὲν παιδαγωγοῦ τρόπου νηπιάζοντι τῷ προτέρῳ λαῷ »στοιχεῖα τῆς ἀρχῆς τῶν τοῦ θεοῦ « παρεδίδου » λογίων« , πολυθέου μὲν ἀπείργων πλάνης, θεὸν δὲ κηρύττων ἕνα μόνον εἰδέναι. ἡ δὲ σωτήριος χάρις, ὑπερκόσμιόν τινα καὶ ἀγγελικὴν ἡμῖν παρέχουσα γνῶσιν, τὸ πάλαι τῷ προτέρῳ λαῷ σεσιγημένον μυστήριον ἀναφανδὸν ἐξεκάλυπτεν, αὐτὸν τὸν ἐπέκεινα τῶν ὅλων θεόν, τὸν τοῖς πάλαι ἀνθρώποις ἐγνωσμένον, θεὸν ἅμα καὶ πατέρα εἶναι υἱοῦ τοῦ μονογενοῦς κηρύττουσα, τήν τε τοῦ ἁγίου πνεύματος διὰ τοῦ υἱοῦ τοῖς ἀξίοις ἐπιχορηγοῦσα δύναμιν. αὐτόθεν πως τὴν ἁγίαν καὶ μακαρίαν καὶ μυστικὴν τριάδα πατρὸς καὶ υἱοῦ καὶ ἁγίου πνεύματος εἰς σωτήριον ἐλπίδα διὰ τῆς ἐν Χριστῷ ἀναγεννήσεως ἡ τοῦ θεοῦ ἐκκλησία παραλαβοῦσα φυλάττει. καὶ τοῦτ’ ἦν τὸ εὐαγγέλιον, ὃ μὴ θεμιτὸν εἶναι μετατίθεσθαι εἰς ἕτερον εὐαγγέλιον, ὃ οὐκ ἔστιν ἄλλο « ὁ μέγας ἀπόστολος εἰσέτι δεῦρο Γαλάταις μαρτύρεται, διὰ τῆς πρὸς αὐτοὺς ἐπιστολῆς βοῶν »κἂν ἡμεῖς ἢ ἄγγελος ἐξ οὐρανοῦ εὐαγγελίζηται ὑμᾶς παρ’ ὃ παρελάβετε, ἀνάθεμα ἔστω « · πόρρωθεν, ὡς εἰκός, μηδ’ ἐπισκόποις μηδ’ ἄρχουσιν μη δὲ διδασκάλοις προσέχειν, εἰ τὸν ἀληθῆ τῆς πίστεως διαστρέφοι τις αὐτῶν λόγον, διαστελλόμενος. τίς δ’ ἦν οὗτος ἢ ὁ θεὸν πατέρα εἰδέναι διδάσκων καὶ υἱὸν θεοῦ γιγνώσκειν παραδιδοὺς καὶ πνεύματος ἁγίου φιλοτιμεῖσθαι μετέχειν; ἅπερ μόνων ἂν γένοιτο Χριστιανῶν γνωρίσματα, ὧδέ πη τῆς ἁγίας τοῦ θεοῦ ἐκκλησίας ἀφοριζομένης τοῦ Ἰουδαϊκοῦ τρόπου. ὡς γὰρ ἐκεῖνος τὴν πολύθεον καὶ Ἑλληνικὴν ἀπεδοκίμαζεν πλάνην ἑνὸς θεοῦ ὁμολογίᾳ, οὕτως καὶ τῆς ἐκκλησίας ἡ ἐξαίρετος περὶ υἱοῦ γνῶσις κρεῖττόν τι καὶ πλέον τι προὐξένει, τὸν αὐτὸν θεὸν πατέρα εἰδέναι μονογενοῦς υἱοῦ διδάσκουσα, ἀληθῶς υἱοῦ ὄντος καὶ ζῶντος καὶ ὑφεστῶτος. »ὡς γὰρ ὁ πατὴρ ζωὴν ἔχει ἐν ἑαυτῷ οὕτως καὶ τῷ υἱῷ ἔδωκεν ζωὴν ἔχειν ἐν ἑαυτῷ « αὐτὸς λέγων ἐδίδασκεν ὁ μονογενὴς τοῦ θεοῦ, ἵν’ ᾖ καὶ ὁ πατὴρ ἀληθῶς πατὴρ (οὐ μέχρι φωνῆς ὧδέ πη χρηματίζων, οὐδὲ ψευδῆ κεκτημένος τὴν προσηγορίαν. ἀληθείᾳ δὲ καὶ ἔργῳ πατὴρ υἱοῦ μονογενοῦς) καὶ ὁ υἱὸς ἀληθῶς υἱός. ὁ δὲ ψιλὸν λόγον εἶναι τὸν υἱὸν ὑπολαμβάνων καὶ μόνον λόγον εἶναι μαρτυρόμενος καὶ πολλάκις τοῦτ’ αὐτὸ λέγων ὡς οὐδὲν ἕτερον ἦν ἢ λόχος, ἔνδον μένων ἐν ἡσυχάζοντι τῷ πατρὶ ἐνεργῶν δὲ ἐν τῷ τὴν κτίσιν δημιουργεῖν, ὁμοίως τῷ ἡμετέρῳ ἐν σιωπῶσιν μὲν ἡσυχάζοντι ἐν δὲ φθεγγομένοις ἐνεργοῦντι, δῆλος ἂν εἴη Ἰουδαϊκῷ τινι καὶ ἀνθρωπίνῳ συντρέχων φρονήματι τὸν δ’ ἀληθῶς υἱὸν τοῦ θεοῦ ἀρνούμενος.