Τὸν μέντοι θεὸν πατέρα ἐκάλεσεν, ὅτι οὐδένα κρίνει, τὸν δὲ υἱὸν κύριον, ὅτι αὐτός ἐστι κριτής. πατέρα δὲ λέγει, ἵνα τὴν περὶ ἡμᾶς κηδεμονίαν ἐνδείξηται· κύριον δὲ καλεῖ τὸν υἱόν, ἵνα γνῶμεν ὅτι θεοῦ ἀγαθότητι υἱοὶ καλούμεθα, αὐτὸς δὲ ὁ Ἰησοῦς ὡς φύσει θεὸς ἀληθινός, κύριος ἡμῶν ἐστιν. Καὶ πάλιν, ἐπειδὴ πολλοὶ διά τινα ἀνθρώπινα ἔσπευδον εἰς τὴν Ῥώμην, καὶ τὸν πόθον δείκνυσιν, καὶ ὅτι εὐσεβὴς οὗτος τῇ προσθήκῃ. παρίσταται δὲ ἐπιποθεῖν Ῥωμαίους , ἴσως ἐπειδὴ πλέον τι εἶχεν ἡ Ῥωμαίων πίστις προτροπὴ γινομένη πᾶσι τοῖς ὑπ’ αὐτοῖς. Ὅτι ὁ μὲν θεὸς ἀληθῶς ἐστι θεός, τὰ δὲ εἴδωλα οἷς προσεκύνησαν, ψευδῶς προσαγορεύονται θεοί.