Προφητῶν δὲ αὐτοῦ εἶπεν, ἐπειδὴ εἰσὶ καὶ τῶν εἰδώλων προφῆται, τῇ αὐτοῦ φωνῇ διαστέλλων καὶ προφήτας προφητῶν καὶ εὐαγγέλιον εὐαγγελίων· πολλὰ γὰρ εὐαγγέλια, ἀλλὰ θνητὰ καὶ πρόσκαιρα, τὸ δὲ τοῦ Χριστοῦ τῶν αἰωνίων ἀγαθῶν τὴν ἀπόλαυσιν ὑπισχνεῖται ἐν γραφαῖς ἁγίαις. αὐτοῦ τοίνυν καὶ οἱ προφῆται καὶ οὐχ ἑτέρου θεοῦ, ἀλλὰ τοῦ πατρὸς τοῦ Χριστοῦ . Καὶ τὸ ἁγίοις δὲ οὐχ ἁπλῶς εἴρηται, ἀλλ’ – ἐπειδὴ πολλοὶ κλητοί, ὀλίγοι δὲ ἐκλεκτοί· οὐ γὰρ πάντες ἐπέμενον τῇ κλήσει – ἵνα μὴ ῥίψῃ τὰ ἅγια τοῖς κυσίν. Κατὰ δὲ τοὺς αἱρετικούς · εἰ κύριος ὁ Χριστός , πατὴρ δὲ ἡμῶν ὁ θεός, ἔσται καὶ ὁ πατὴρ δοῦλος τοῦ Χριστοῦ · οἷος γὰρ ὁ υἱός, τοιοῦτος καὶ ὁ πατήρ. ἀλλ’ οὐχ οὕτως ταῦτα ἔχει· πατὴρ γὰρ ἡμῶν εἶπεν, ἵνα τὴν χάριν δείξῃ, κύριον δὲ Ἰησοῦν, ἵνα μὴ μέγα φρονήσαντες ὡς καὶ αὐτοὶ υἱοὶ θεοῦ καθέλωσι τοῦ υἱοῦ τὴν δόξαν, ἢ ἑαυτοὺς ἀναγάγωσιν ὑπὲρ τὴν φύσιν.