Ὡς ἀγνοοῦντος δὲ τοῦ κόσμου τὴν τοῦ Χριστοῦ θεότητα κηρύσσει ταύτην. Καὶ τί δήποτε τὸ κοινὸν ἰδιοποιεῖται; ἐπειδὴ πολλοὶ μὲν καὶ θεασάμενοι τὸν κύριον καὶ μὴ θεασάμενοι ἐπίστευσαν, Παῦλος δὲ οὐρανόθεν καλεῖται Σαοὺλ Σαούλ , τί με διώκεις; πρόσεστι δὲ αὐτῷ καὶ πλέον τι παρὰ τοὺς λοιποὺς ἀποστόλους· τοὺς γὰρ περὶ Πέτρον καὶ Ἰάκωβον καὶ Ἰωάννην αὐτὸς ὁ κύριος καλέσας καὶ μαθητὰς ἐσχηκώς, οὐκ εὐθὺς ἀποστόλους ἐποίησεν ἢ ὠνόμασεν, τὸν δὲ Παῦλον ὁμοῦ καὶ ἐκάλεσεν καὶ εἰς ἀποστολὴν παρήγαγεν. Καὶ ὅτι γνώμῃ τοῦ πατρὸς τὸ εὐαγγέλιον κηρύττεται.