Ἔλαβε τὴν πλευράν, ὥσπερ ἔλαβε τὸν χοῦν. Εἰ ἦν ἄλλος ὁ ἁρμόσας καὶ ἄλλος ὁ λύσας, μάχη ἦν. Εἰ δὲ ὁ δήσας ἔλυσεν, ἡδέως πως ἔλυσεν. Ἔλαβε τὴν πλευράν καὶ ἀνεπλήρωσε σάρκα ἀντ’ αὐτῆς. Πόθεν ἀνεπλήρωσεν; ἐκ τοῦ ἄλλου σώματος εἵλκυσεν; Ἀλλὰ πᾶν σῶμα ἑλκόμενον, λεπτότερον γίνεται. Πῶς ἀνεπλήρωσεν; Καὶ περὶ σώματος λαλοῦμεν καὶ οὐ νοοῦμεν· περὶ θεοῦ λαλοῦμεν καὶ πολυπραγμονοῦμεν; Καὶ ᾠκοδόμησεν ὁ κύριος τὴν πλευράν, ἣν ἔλαβεν ἀπὸ τοῦ Ἀδάμ , εἰς γυναῖκα. Πόθεν ὀφθαλμοὶ ἀπὸ πλευρᾶς ἐπάγησαν; πόθεν καρδία λογιζομένη; πόθεν γλῶττα φθεγγομένη; πῶς διετάθη ἀπὸ πλευρᾶς ἔντερον; πῶς ἐγένετο ἀπὸ πλευρᾶς ἧπαρ; Ταῦτα πῶς ἐγένετο οὐκ ἰσχύεις καταλαβεῖν καὶ τὸν τεχνίτην πολυπραγμονεῖς; Ἀλλὰ τὴν εἰκόνα Χριστοῦ βλέπε πανταχοῦ. Οὐ πρότερον ἔλαβεν ὁ θεὸς ἀπὸ τοῦ Ἀδὰμ τὴν πλευράν, ἕως ὅτε ὕπνον αὐτῷ ἐνέβαλεν. Διὰ τί; Ἀπὸ πλευρᾶς ἡ ἁμαρτία ἔμελλε γίνεσθαι, ἡ διὰ τῆς γυναικὸς εἰσελθοῦσα. Ἦλθεν ὁ σωτὴρ ἀπὸ πλευρᾶς φέρων ὕδωρ καὶ αἷμα , ὕδωρ ἀποπλῦνον τὰ ἁμαρτήματα, αἷμα παρέχον ἡμῖν τὸ μυστήριον. Ὅρα τὸν τύπον. Ὑπνώσαντος τοῦ Ἀδάμ , πλευρὰ ἐλαμβάνετο. Ὕπνου γενομένου τῷ σώματι τοῦ Χριστοῦ ἡ πλευρὰ ἠνοίγετο , ἵνα λύσῃ τὴν ἀρχαίαν τραγῳδίαν τῇ νέᾳ ἱστορίᾳ. Ὕπνῳ δὲ λέγω τῷ ἐν σταυρῷ. Ὠικοδόμησε τὴν πλευρὰν εἰς γυναῖκα· ἤγαγεν αὐτὴν πρὸς τὸν Ἀδάμ . Ὢ τῆς φιλανθρωπίας τοῦ δεσπότου. Πόσα ποιεῖ, πλάττει, εὐεργετεῖ; Παράγει τὰ ζῷα, νυμφαγωγεῖ. Ἐπειδὴ γὰρ καὶ ὁ Ἀδὰμ ὡς ὀρφανὸς ἦν καὶ ἡ Εὔα παρθένος ὡσαύτως, οὐκ ἔχουσα πατέρα ἢ μητέρα πληροῦντας τὴν τάξιν, ὁ θεὸς πληροῖ πατρὸς καὶ μητρὸς τάξιν. Καὶ ὅρα τὸν νόμον· Πᾶσα γὰρ φωνὴ θεοῦ ἀρχαία κανών ἐστι τῆς φύσεως. Ἤγαγεν ὁ θεὸς τὴν γυναῖκα πρὸς τὸν Ἀδάμ , καὶ ἔμεινε τοῦτο νόμος ἕως τῆς σήμερον, τὴν γυναῖκα γενέσθαι τῷ ἀνδρί. Οὐ τὸν ἄνδρα πρὸς τὴν γυναῖκα νυμφοστολεῖ. Ἦσαν γυμνοὶ καὶ οὐκ ᾐσχύνοντο. Κανὼν μένει, ὁ νόμος βοᾷ. Πάντας αἰσχύνεται ἀνὴρ ἐκτὸς τῆς ἰδίας γυναικός. Πάντας αἰδεῖται ἡ γυνὴ ἐκτὸς τοῦ ἰδίου ἀνδρός. Καὶ τοῦτο μὲν εἶπον κατὰ τὸν νόμον, τὸ δὲ αἴτιον τοῦ μὴ αἰσχύνεσθαι τῷ γυμνῷ· ἀθανασίαν ἦσαν ἐνδεδυμένοι, δόξαν ἐστολισμένοι. Οὐ συνεχώρει ἡ δόξα βλέπεσθαι τὰ γυμνά. Αὕτη γὰρ ἔσκεπε τὴν γυμνότητα. Ποῦ δύνῃ πάλιν ἰδεῖν ἄνθρωπον γυμνὸν καὶ μὴ αἰσχυνόμενον; Ἐν τῷ Χριστῷ αὐτὸν εὑρίσκεις. Ἦλθε Πέτρος καὶ Ἰωάννης καὶ Ἰάκωβος εἰς τὸ μνημεῖον, ζητοῦντες τὸ σῶμα καὶ οὐχ εὗρον· ἀλλ’ εὗρον ἱμάτια ἐντετυλιγμένα, ἵνα δειχθῇ, ὅτι μετὰ τὴν ἀνάστασιν τοῦ Χριστοῦ ἀποσώζεται ἐν αὐτῷ τὸ ἀρχαῖον σχῆμα τοῦ Ἀδὰμ καὶ γίνεται ἐκτὸς ἱματίων, οὐ γυμνός, ἀλλ’ ἠμφιεσμένος. Ἠγέρθη Χριστὸς καὶ ἀποδύεται τὰ ἱμάτια, ἃ ἐνεδύσατο ὁ Ἀδάμ , καὶ ἦν γυμνὸς καὶ γυμνὸς οὐκ ἐβλέπετο. Μετὰ τὴν ἀνάστασιν γυναῖκες τὰ ἱμάτια βλέπουσιν ἐρριμμένα. Μάρθα καὶ Μαρία ὁρῶσιν αὐτόν, γνωρίζουσι, προσπίπτουσι, καὶ γυμνὸν οὐ βλέπουσι. Πόθεν ἐνδέδυται τὰ ἱμάτια; Ἔρριψε γὰρ ἐν τῷ τάφῳ. Τὰ πρῶτα ἱμάτια ἐμερίσαντο στρατιῶται. Πόθεν οὕτως ἐνδέδυται; Πόθεν ὁ γυμνὸς οὐ γυμνός; Καὶ τὸ ἄλλο ζητῶ. Διὰ τί εἶδον τὰ ἱμάτια καὶ τὴν σινδόνα εἰς ἓν μέρος καὶ τὸ σουδάριον παρὰ μέρος, ᾧ ἡ κεφαλὴ ἐδέδετο ἡ σωτήριος; Ἵνα δειχθῇ ἡ ἁγία χάρις, ὅτι οὐ μετὰ θορύβου ἡ ἀνάστασις. Καὶ ἐπειδὴ ἔμελλον φημίζειν οἱ Ἰουδαῖοι , ὅτι ἐκλάπη ὑπὸ τῶν μαθητῶν, καταλιμπάνει τὰ ἱμάτια αὐτοῦ ἐν τῷ τάφῳ. Ὁ γὰρ κλέπτων νεκρὸν μετὰ τῶν ἱματίων κλέπτει. Ἦν δὲ ἰδεῖν τὸν σωτῆρα ἐξελθόντα ἐκ τοῦ τάφου, ὡς τὸν Ἰωσὴφ ἐκ τοῦ οἴκου τῆς Αἰγυπτίας . Καὶ βλέπε τὴν διαφοράν. Μετὰ τὴν ἀνάστασιν ὤφθη Χριστὸς γυμνὸς καὶ Πέτρος γυμνός . Ἀλλ’ ὁ μὲν εἶχε τὴν ἀθανασίαν, ὁ δὲ ἦν ἔτι θνητός. Ἰησοῦς εἰστήκει παρὰ τὸν αἰγιαλὸν καὶ δόξαν ἠμφιεσμένος, λέγων· Παιδία, μή τι προσφάγιον ἔχετε; Οὔ, λέγουσιν, οὐκ ἔχομεν. Οὐ γὰρ ἐγνώρισαν αὐτόν. Εἶτα λέγει· Βάλετε εἰς τὰ δεξιὰ μέρη τοῦ πλοίου. Ἔβαλον καὶ ἐθήρασαν πολὺ πλῆθος. Γνωρίζει Ἰωάννης καὶ λέγει τῷ Πέτρῳ · Ὁ κύριός ἐστιν. Ὢ τοῦ θαύματος. Ἀπὸ τῆς φωνῆς οὐκ ἐγνώρισαν, ἀλλ’ ἀπὸ τῶν ἔργων. Καὶ ἔλαβέ φησιν ὁ Πέτρος τὸν ἐπενδύτην· ἦν γὰρ γυμνός. Τὸ θνητὸν σῶμα αἰσχύνεται· τὸ ἀθάνατον οὐκ αἰσχύνεται. Ἀλλὰ τῷ ἐνδύσαντι ἡμᾶς δόξαν, τῷ ἐνδύσαντι τὴν οἰκουμένην ἀθανασίαν, τούτῳ προσπέσωμεν, τοῦτον καθικετεύσωμεν, ἵνα ἐνδύσῃ ἡμᾶς πίστιν, ἐλπίδα σωτη ρίας, δόξαν τὴν ἐν Χριστῷ · ὅτι τῷ πατρὶ ἡ δόξα σὺν τῷ μονογενεῖ υἱῷ καὶ τῷ ἁγίῳ πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.