Ὥσπερ ἐὰν στρατευθῶσι, σφραγῖδι βασιλικῇ σημειοῦνται, οὕτως ἐπειδὴ ἔμελλεν αὐτῷ τὴν δεσποτείαν παραδιδόναι, ποιεῖ ὀνόματα θεῖναι ὡς δεσπότην. Ὀνόματα γὰρ οὐ τίθησιν ἢ δεσπότης μόνος καὶ πατήρ. Πρόσεχε. Τῶν ὀνομάτων ἃ μὲν ἔθηκεν ὁ θεός, ἃ δὲ ὁ Ἀδάμ . Καὶ ὁ μὲν θεὸς ἐκάλεσεν οὐρανόν, γῆν, θάλασσαν, στερέωμα, ἡμέραν, φῶς, νύκτα, καρπόν, βοτάνην, χόρτον, ξύλα, τὰ κτήνη δὲ καὶ τὰ πετεινὰ ὁ Ἀδὰμ εἶπεν ταῶνα, ἀετόν, μόσχον, πρόβατον. Οὗτος τὰ εἴδη, ἐκεῖνος τὰ γένη, ἵνα μὴ ψεύσηται τὸ ῥῆμα τοῦ εἰπόντος· Ποιήσωμεν ἄνθρωπον κατ’εἰκόνα ἡμετέραν. Ὁ θεὸς ὀνόματα τίθησι τοῖς φωστῆρσι· τὴν Ἄρκτον, τὸν Ὠρίωνα, τὴν Πλειάδα, τὸν Ἕσπερον τὸν φωσφόρον. Ταῦτα πάντα ὁ θεὸς ὠνόμασεν. Μαρτυρεῖ Δαυὶδ λέγων· Ὁ ἀριθμῶν πλήθη ἄστρων καὶ πᾶσιν αὐτοῖς ὀνόματα καλῶν. Θεὸς ὀνοματοποιεῖ τὰ ἄνω, Ἀδὰμ τὰ ἐπὶ γῆς. Καλεῖ ὁ θεὸς οὐρανόν, γῆν, πάντα τὰ ἄλλα· καλεῖ τὸν Ἀδὰμ πῦρ, ἄνθρωπον. Ὁ Ἀδὰμ τί καλεῖ; Ὄνομα τοῖς κτήνεσι, τοῖς πετεινοῖς, τοῖς ἑρπετοῖς, τοῖς θηρίοις. Καλεῖ ὄνομα ξένον ὁ Ἀδάμ , ὀστοῦν σάρκα, περὶ τῆς γυναικὸς λέγων· Τοῦτο νῦν ὀστοῦν ἐκ τῶν ὀστῶν μου καὶ σὰρξ ἐκ τῆς σαρκός μου. Ὁ γὰρ θεός, ὅτε αὐτὸν ἔπλασεν, οὐκ εἶπεν, ὅτι ἐξ ὀστέων αὐτὸν ἔπλασε καὶ σαρκός. Πάλιν ὁ θεὸς λέγει ἄρρεν, οὗτος λέγει ἀνήρ· ὁ θεὸς λέγει θῆλυ, οὗτος λέγει γυνή. Καὶ τὸ θαυμαστόν· ἐπειδὴ πνεύματος ἁγίου ἐπεπλήρωτο καὶ οὐδέπω ἦν παραβὰς ὁ ἄθλιος, ἀλλ’ ἔγεμε χάριτος, ἡ προφητεία, ἣν διεῖλον πρὸ ἡμερῶν ἐπὶ τῆς ἡμετέρας ἀγάπης, ὅλη ἦν ἐν αὐτῷ. ᾜδει γὰρ τὰ προλαβόντα, ᾔδει τὰ ἐνεστῶτα καὶ τὰ μέλλοντα. Πῶς τὰ παρόντα ᾔδει; Ἐν σώματι ἔξωθεν ὀστέον οὐ φαίνεται. Ἀλλ’ ἐπειδὴ τὸ πνεῦμα εἶχε, λέγει· Τοῦτο νῦν ὀστοῦν ἐκ τῶν ὀστῶν μου. Πόθεν ᾔδει, εἰ μὴ πνεῦμα ἅγιον ἀπεκάλυψεν; Διὰ τί οὖν πρῶτον ὀστοῦν καὶ τότε σάρξ; Ἐπειδὴ πρῶτον πλευρὰν ἔλαβεν ἐξ αὐτοῦ. Αὕτη φησὶ κληθήσεται γυνή, ὅτι ἐκ τοῦ ἀνδρὸς αὐτῆς ἐλήφθη αὕτη. Προφητεύει τὰ προλαβόντα· εἶπε τὰ παρόντα· λέγει τὰ μέλλοντα· Ἀντὶ τούτου καταλείψει ἄνθρωπος τὸν πατέρα αὐτοῦ καὶ τὴν μητέρα. Οὐδέπω γάμος καὶ πόθεν πατὴρ καὶ μήτηρ; Πάλιν ἀκουέτωσαν αἱρετικοί . Ἠθέλησεν ὁ θεὸς ποιῆσαι τῷ Ἀδὰμ τὴν γυναῖκα. Ἐπέβαλεν ἔκστασιν ἐπὶ τὸν Ἀδὰμ καὶ ὕπνωσεν. Πᾶν ῥῆμα θεοῦ ἀρχαῖον κανὼν ἐγένετο τῆς φύσεως. Ἐπαίδευσεν ἀπὸ τοῦ πρώτου, πῶς δεῖ ἀπομερίζεσθαι ἀπὸ τοῦ ἀνθρώπου τὸ πλάσμα. Ἐπέβαλεν ὁ θεὸς τῷ Ἀδὰμ ὕπνον. Θαυμαστὸν πρᾶγμα. Τὸν καιρὸν λέγει, καθ’ ὃν ὁ γάμος. Ὕπνος ἔκστασις λέγεται, ἐπειδὴ ὥσπερ ἔξω ἑαυτοῦ στήκει ὁ ἄνθρωπος. Ἔσω ἡ ψυχὴ καὶ οὐκ ἔσω ἐστίν. Οὐκ αἰσθάνεται, οὐ νοεῖ, ἀκούουσα οὐκ ἀκούει. Ὥσπερ σήμερον λέγομεν· Ἐκστάσει ἐχρήσατο, ἔξω τῶν πραγμάτων γενόμενος, οὕτως ἡ ψυχή, ὅταν ἔξω γένηται τῶν αἰσθήσεων, ἐν ἐκστάσει ἐστί. Καὶ ὕπνωσέ φησι καὶ ἔλαβεν ὁ θεὸς μίαν τῶν πλευρῶν αὐτοῦ. Ἐρωτάσθωσαν αἱρετικοὶ ταῦτα. Πῶς ἔλαβεν ὁ θεός; πῶς οὐκ ἤλγησεν ὁ Ἀδάμ ; πῶς οὐκ ὠδυνήθη; Μία θρὶξ ἀποσπᾶται ἀπὸ τοῦ σώματος καὶ ὀδυνώμεθα. Κἂν ὑπνῶν τις ᾖ εἰς τὰ βάθη, ὑπὸ τῆς ὀδύνης ἐξυπνίζεται ὁ καθεύδων. Τοσοῦτον μέλος ἐπαίρεται, τοσαύτη πλευρὰ σπαράττεται, καὶ οὐκ ἐξυπνίζεται ὁ καθεύδων; Οὐκ ἀπέσπασεν αὐτὴν βίᾳ, ἵνα ἐξυπνισθῇ, οὐκ ἀπεσπάραξεν. Ἀλλὰ θέλουσα ἡ γραφὴ τὸ σύντομον δεῖξαι τοῦ τεχνίτου, λέγει· Ἔλαβεν . Ἐλύθησαν οἱ ἁρμοί καὶ οὐκ ᾔσθετο;