Ἐπεὶ δὲ τῇ θέσει τῶν τόπων ἐποίωσε τοὺς ποταμούς, λοιπὸν ποιεῖ ἐν τῷ παραδείσῳ πᾶν δένδρον καλὸν εἰς ὅρασιν καὶ ὡραῖον εἰς βρῶσιν. Προανεῖλε τοῦ παραβάτου τὴν ἀπολογίαν. Ἐπειδὴ γὰρ περὶ τῆς γυναικὸς εἶπεν, ὅτι εἶδεν ἡ γυνὴ τὸ ξύλον, ὅτι καλὸν εἰς ὅρασιν καὶ ὡραῖον εἰς βρῶσιν , ἵνα μή τις νομίσῃ, ὅτι παρὰ τὰ ἄλλα ξύλα ἐκεῖνο μόνον ἦν εὐπρεπές, ταύτην τὴν ἀρετὴν ἐμαρτύρησε πᾶσιν, ὅτι ὡραία τῇ ὄψει καὶ καλὴ σφόδρα, ἵνα μάθῃς, ὅτι οὐ δι’ ἔνδειαν παρέβη, ἀλλ’ ἀφθονίαν ἔχων ἐξετράπη. Καὶ τὸ ξύλον φησὶ τῆς ζωῆς ἐν μέσῳ τοῦ παραδείσου , καὶ τὸ ξύλον τοῦ γινώσκειν καλὸν καὶ πονηρόν . Τρεῖς διαφοραὶ ξύλων· τὰ μὲν ἐδόθη αὐτῷ, ἵνα ζῇ, τὰ δέ, ἵνα εὖ ζῇ, τὰ δέ, ἵνα ἀεὶ ζῇ. Εἶχεν οὖν τὸ ζῆν, ἐξ ὧν ἐπέτρεψεν· εἶχε τὸ εὖ ζῆν, ἐξ ὧν ἐκώλυσεν. Ἦν γὰρ εὖ ζῆσαι ἁπτόμενον μέν, ὧν οὐκ ἐκώλυσε, μὴ ἁπτόμενον δέ, ὧν ἐκώλυσε. Τοῦτο ἦν εὖ ζῆσαι τῷ θεῷ πεισθῆναι. Ἔκειτο τὸ ξύλον τῆς ζωῆς ἐν μέσῳ ὥσπερ βραβεῖον, τὸ ξύλον τῆς γνώσεως ὡς πάλαισμα, ὡς γυμνάσιον. Φυλάξας τὴν ἐντολὴν ἐπὶ τούτῳ τῷ ξύλῳ λαμβάνεις τὸ βραβεῖον. Καὶ ὅρα τὸ θαυμαστόν. Ὅλα τὰ ξύλα τοῦ παραδείσου κύκλῳ πανταχοῦ κομῶντα, πανταχοῦ βρύοντα, τὰ δύο μόνον ἐν μέσῳ γυμνάσιον ἦν καὶ στάδιον. Τὰ κύκλῳ τροφὴ ἦν. Ἀλλ’ ὁ τῆς παραβάσεως καὶ τοῦ δένδρου καιρὸς ἑτέρῳ ταμιευέσθω καιρῷ. Τὸ δὲ προκείμενον· ἄγει ὁ θεὸς τὰ ζῷα ὅλα πρὸς τὸν Ἀδάμ . Ἀκουέτωσαν οἱ αἱρετικοί . Καὶ μὴ θαυμάσῃς, εἰ δι’ ἑκάστης λέξεως καὶ δι’ ἑκάστης φωνῆς ὁ πρὸς τοὺς αἱρετικοὺ ς ἀποτείνεται λόγος. Διὰ πάσης γὰρ προφάσεως κατηγοροῦνται οἱ κατὰ τῆς βασιλείας τῆς δεδοξασμένης ἐπαιρόμενοι. Λίθος ἐκ τοίχου βοᾷ. Οὐ λέγω λόγος ἀπὸ γραφῆς ἰῶτα ἓν ἢ μία κεραία οὐ παραλιμπάνει τοὺς αἱρετικοὺς ἀμέμπτους. Διὰ πάντων κατηγοροῦνται οἱ τὸν πάντων δεσπότην ἀρνούμενοι. Πρόσεχε τοίνυν. Ἦν ἰδεῖν ξένον· τὸν Ἀδὰμ ἑστῶτα καὶ τὸν θεὸν ὡς ὑπηρέτην προσάγοντα τῷ Ἀδάμ . Ἤγαγε γὰρ ὁ θεὸς τὰ ζῷα. Ὧδε πρόσεχε μὴ τῇ λέξει, ἀλλὰ τῇ ἐννοίᾳ. Ἐννόησον τὸν ἑστῶτα θεὸν καὶ τὸν Ἀδὰμ δοκιμάζοντα. Παρήγαγεν ὁ θεὸς ὅλα, λέγει τῷ Ἀδάμ · φέρε εἰπεῖν, τί σοι δοκεῖ κληθῆναι τοῦτον; Καλείσθω λέων. Ὁ θεός, φησίν, ἐτύπωσεν. Εἶτα, οὗτος τί; Ταῦρος καλείσθω. Καλῶς ἔταξας. Ὁμοίως τῶν καλουμένων ἕκαστον ὁ θεὸς ἐσφράγισεν. Λέγει γὰρ ἡ γραφή· Ἤγαγεν αὐτὰ πρὸς τὸν Ἀδὰμ ἰδεῖν τί καλέσει αὐτά. Καὶ πᾶν ὃ ἐκάλεσεν Ἀδάμ , τοῦτο ὄνομα αὐτῷ. Βλέπε. Ἐπειδὴ ἐποίησεν αὐτὸν κατ’ εἰκόνα, ἠθέλησεν εἰς ὄψιν προσενέγκαι καὶ τὴν τιμὴν καὶ δεῖξαι ἀληθῶς, ὅτι φέρει τὴν εἰκόνα τῆς σοφίας. Καὶ βλέπε τὸ θαυμαστόν. Ὁ θεὸς προετύπωσεν ἑαυτῷ τὰ ὀνόματα. Ἐβούλετο δὲ δειχθῆναι διὰ τῆς εἰκόνος, ὅτι συμφωνεῖ τοῦ Ἀδὰμ τὰ δόγματα τοῖς τοῦ θεοῦ βουλήμασιν. Ἀμέλει βουλομένη ἡ γραφὴ δεῖξαι, ὅτι ταῦτα, ἃ ἔθηκε, ὁ θεὸς προώρισε, φησί· Καὶ πᾶν ὃ ἐκάλεσεν αὐτὰ ὁ Ἀδάμ , τοῦτο ὄνομα αὐτῷ , ἀντὶ τοῦ προώριστο τοῦτο, ὁ θεὸς ἐδόξασεν. Ἀλλ’ εἰς τὸ προκείμενον ἐπανέλθωμεν. Στήκει ὁ Ἀδὰμ καὶ ὁ θεὸς προήγαγεν αὐτῷ τὰ ζῷα. Καὶ οὐχ ὑβρίζεται προσάγων τῷ δούλῳ ὁ δεσπότης. Καὶ ἐὰν ἀκούσωσιν αἱρετικοί , ὅτι Χριστὸς ἡμᾶς προσάγει τῷ πατρί, εὐθέως λέγουσιν· Ὁρᾷς, ὅτι δοῦλός ἐστιν; Ἤγαγεν αὐτὰ πρὸς τὸν Ἀδάμ . Εἰστήκει ὁ δοῦλος κρίνων καὶ ὁ δεσπότης προσάγων. Καὶ ὁ θεὸς μὲν τῷ Ἀδὰμ προσάγων οὐχ ὑβρίζετο, Χριστὸν δὲ ἐὰν ἀκούσωσι προσάγοντα τῷ πατρί, εἰς ὑπηρέτου τάξιν ἕλκουσιν. Ἐὰν εἴπῃ ὁ σωτήρ· Οὐδεὶς ἔρχεται πρὸς τὸν πατέρα, εἰ μὴ δι’ ἐμοῦ , εὐθέως οἱ αἱρετικοὶ ὀρθὰ τὰ ὦτα, μᾶλλον δὲ στρεβλά. Τῷ Ἀδὰμ προσάγων ὁ θεὸς τὰ ζῷα οὐκ ἔστιν αὐτοῦ ὑπηρέτης. Ἄνθρωπον θεὸς θεῷ ἐὰν προσαγάγῃ, ὑπηρέτου τάξιν ἔχει; Ἵνα δὲ μὴ θρέψῃ σου τὴν νόσον ἡ ἄγνοια τῶν λόγων, ἐγὼ οἶδα καὶ υἱὸν προσάγοντα τῷ πατρὶ καὶ τὸν πατέρα τῷ υἱῷ. Καὶ γὰρ εἰπών· Οὐδεὶς ἔρχεται πρὸς τὸν πατέρα, εἰ μὴ δι’ ἐμοῦ , ὁ αὐτὸς πάλιν· Οὐδεὶς ἔρχεται πρός με, εἰ μὴ ὁ πατήρ μου ὁ οὐράνιος ἑλκύσῃ αὐτόν . Ἀλλ’ ὅπερ ἔφθην εἰπὼν οἶδα προειρηκώς, ἀλλὰ συγγενὲς τῇ ὑποθέσει τὸ ῥῆμα. Συμβαίνει δὲ τότε μὴ ἀκηκοέναι καὶ νῦν λέγω. Ἐννόησον πόσα ἐστὶ τὰ τετράποδα. Ἀλλ’ ἐννόησον τὰ ἥμερα, τὰ ἄγρια, τὰ ἐν ὄρεσι, τὰ ἐν πεδίοις, τὰ ἐν Γαλλίαις , τὰ ἐν Ἰνδίᾳ , τὰ ἐν ὅλοις τοῖς κλίμασι τῆς οἰκουμένης, πάλιν ἑρπετά, τὰ γένη, τὰ εἴδη, τὰ πετεινὰ ὅλα, τὰ νηκτά, ὅλα τὰ ἐν θαλάσσῃ, τὰ ἐν λίμναις, τὰ ἐν ποταμοῖς· ὅλα ταῦτα παρηγάγετο καὶ ἑκάστῳ ὄνομα ἐτίθει ὁ Ἀδάμ . Καὶ ὁ θεὸς οὐκ ἀντεῖπεν, ἀλλ’ ἐνέμεινεν. Μυριάδες ὀνομάτων καὶ στοιχεῖ ὁ θεός. Ἓν ὄνομα λέγει ὁ θεὸς μαρτυρῶν ἐκ τοῦ οὐρανοῦ· Οὗτός ἐστιν ὁ υἱός μου , καὶ παραγράφονται οἱ αἱρετικοὶ τὴν φωνὴν ἑνὶ ὀνόματι μαρτυροῦσαν, ἐκείνην τὴν ἁγίαν φωνήν τὴν μυρία ὀνόματα δεξαμένην καὶ μὴ παραχαράξασαν. Προσηνέχθη τὰ ζῷα καὶ ὠνομάσθη. Λοιπὸν εἱστήκει ὡς βασιλεύς.