Βλέπε μέγεθος ποταμοῦ μεριζομένου εἰς τέσσαρας. Καὶ ὁ τοιοῦτος μόνος ἀρδεύει τὸν παράδεισον. Διὰ τί τοιοῦτος; Μόνος ἦν Ἀδάμ · Τίς χρεία ἦν τοσούτου; Ἀλλ’ οὐχ ἑνὶ μόνῳ ἐγένετο, ἀλλὰ τοῖς πέρασι τῆς οἰκουμένης. Ἡτοιμάζετο πατριάρχαις, προφήταις, ἀποστόλοις, εὐαγγελισταῖς, μάρτυσιν, ὁμολογηταῖς, ἁγίοις, πιστοῖς, ὀρθοδόξοις , εὐσεβῶς πολιτευομένοις, πᾶσι τοῖς δικαίοις. Εἰ γὰρ τῷ λῃστῇ ἐν μιᾷ ὥρᾳ ὁμολογήσαντι τὸν παράδεισον ὁ σωτὴρ ἐπηγγείλατο λέγων· Σήμερον μετ’ ἐμοῦ ἔσῃ ἐν τῷ παραδείσῳ , ὁ κοπιάσας ἐκ νέας ἡλικίας. Ἀβραάμ , Ἰσαάκ , Ἰακὼβ , οἱ ἐκ τούτου πατριάρχαι. Καὶ πρὸ τούτων πάντων κληρονομεῖ ὁ λῃστὴς τὸν παράδεισον. Ποιεῖ οὖν ὁ θεὸς τὰ ἔργα οὐ πρὸς τὸ φαινόμενον, ἀλλὰ πρὸς τὸ προσδοκώμενον. Διὰ τί τοσοῦτον πλάτος γῆς ἐποίησεν; Διὰ τὸν Ἀδὰμ ἢ διὰ τοὺς νῦν κατοικοῦντας; Ἐκεῖθεν ἀφορίζεται εἰς τέσσαρας ἀρχάς. Οὐκ εἶπεν εἰς τέσσαρα ἁπλώματα, ἀλλὰ ἀρχάς, τουτέστι, πηγάς. Ὄνομα τῷ ἑνὶ Φεισών , ὃν ἀρτίως εἰρήκαμεν· εἶτα ὁ Γηών · οὗτός ἐστιν ὁ Νεῖλος , Γηὼν τὸ ἀρχαῖον αὐτοῦ ὄνομα. Μαρτυρεῖ Ἱερεμίας λέγων· Τί σοι καὶ τῇ ὁδῷ Αἰγύπτου τοῦ πιεῖν ὕδωρ Γηών ; Ἐνταῦθα πρόσεχε. Νόμισον τοῦτον εἶναι τὸν παράδεισον. Ἃ γὰρ ὄψει μᾶλλον ἢ λόγῳ παραδίδοται. Προέρχεται ποταμὸς πολὺς πλούσιον νᾶμα ἔχων καὶ ἀρδεύει τὸν παράδεισον. Ἐκεῖθεν φέρεται εἰς ὑπόνομόν τι χάος καὶ δύνει ὑπὸ γῆν ἄπειρον, ὡς οἶδεν ὁ τὴν ὁδὸν στρώσας δεσπότης· καὶ λανθάνει ἐπὶ πολὺ τὸ ῥεῦμα καὶ εἰς διαφόρους τόπους ἀναδίδοται, καὶ εὑρίσκεται ὁ μὲν εἰς τὴν Αἰθιοπίαν , ὁ δὲ εἰς δύσιν, ὁ δὲ εἰς ἀνατολήν, τοῦ θεοῦ οὕτω δι’ ὑπόνομον ἕλκοντος τὸ ῥεῦμα καὶ ποιοῦντος ξένας πηγὰς τῷ πρώτῳ ποταμῷ. Διὰ τί δὲ τοῦτο; Ἵνα μὴ τοῖς ἴχνεσι τῶν ποταμῶν ἀκολουθοῦντες εὕρωσι τὸν παράδεισον, ἵνα μὴ ᾖ τοῖς ἀνθρώποις καταληπτός. Εἰ γὰρ ἦν ὁδεῦσαι, οὐδεὶς ἂν εὗρε πρὸ τῶν πλουσίων τὸν παράδεισον. Ἀλλ’ ὁ θεὸς ἀπέκλεισε καὶ πένησι καὶ πλουσίοις, ἵνα ἀρετῇ μόνον εὕρωσι τὴν ὁδόν. Πόσα ἔκαμον πατριάρχαι, προφῆται, ἅγιοι ζητοῦντες τὸν παράδεισον καὶ οὐχ εὗρον; Ὁ λῃστὴς τὴν ὁδὸν οὐχ ὁδεύσας, ἀλλὰ πιστεύσας, ἀληθῶς εὗρε τὴν ὁδόν, τὸν λέγοντα· Ἐγώ εἰμι ἡ ὁδός. Εὗρε τὸν παράδεισον, ὃν ἀπέκλεισεν ἡ παρακοὴ τῷ πρώτῳ ἀνθρώπῳ. Ζητῶ δὲ τὴν αἰτίαν, διὰ τί ὁ ἱστοριογράφος μνημονεύσας τοῦ πρώτου ποταμοῦ εἶπεν, ὅτι ἐκεῖ γίνεται τὸ χρυσίον τὸ καλὸν καὶ ὁ ἄνθραξ καὶ ὁ λίθος ὁ πράσινος . Εἰ ὅλως ἐχωρογράφει τὴν οἰκουμένην, ἐχρῆν εἰπεῖν τὰ ἐν ἑκάστῃ χώρᾳ γινόμενα καλά· τοὺς σμαράγδους, τοὺς ὑακίνθους, ποῦ τοπάζιον, ποῦ αἱ διαφοραὶ τῶν ὑλῶν ὕλαι, ἀλλ’ ἐπιλέγεται χρυσὸν καὶ δύο λίθους, τὰς ἀπαρχὰς τῆς ἱερωσύνης, ἐπειδὴ ὁ ἱερεὺς ἐφόρει πέταλον χρυσοῦν, ᾧ ἐπεγέγραπτο τὸ τοῦ θεοῦ ὄνομα. Δώδεκα λίθοι ἦσαν ἐπὶ τοῦ στήθους τοῦ ἱερέως· σάρδιον, τοπάζιον, σμάραγδος, ἄνθραξ, σάπφειρος, ἰάσπις, λιγύριος, ἀχάτης, ἀμέθυστος, χρυσόλιθος, βήρυλλος, ὀνύχιον. Ἐκ τῶν δώδεκα λίθων τούτων ὁ πράσινος ἀφώρισται τῇ ἱερατικῇ φυλῇ, ὁ ἄνθραξ τῇ βασιλικῇ. Διὰ τί; Ἐπειδὴ πυρὸς ἴδιον τὸ καίειν καὶ φωτίζειν καὶ βασιλέως ἴδιον εὐεργετεῖν καὶ κολάζειν. Τίθησι τὸν Ῥουβὴμ τὴν πρώτην φυλὴν ἐν τῷ σαρδίῳ, τὸν Συμεὼν ἐν τῷ τοπαζίῳ, τὸν Λευὶ ἐν τῷ πρασίνῳ λίθῳ· τὸν Ἰούδαν , ἐξ οὗ ὁ Χριστός , ἐν τῷ ἄνθρακι τῷ πυρρῷ. Ἀμέλει Ἡσαΐας μετὰ πολλοὺς χρόνους λέγει τῇ Ἱερουσαλήμ · Ἐπὶ τῶν χειρῶν μου ἐζωγράφηκά σου τὰ τείχη καὶ ἐνώπιόν μου εἶ διὰ παντός. Ἰδοὺ ἑτοιμάζω ἄνθρακα τὸν λίθον σου , τὸν σωτῆρα λέγων· Ἰδοὺ γάρ φησι τίθημι ἐν Σιὼν λίθον ἀκρογωνιαῖον, ἐκλεκτόν, ἔντιμον, καὶ ὁ πιστεύων ἐν αὐτῷ οὐ μὴ καταισχυνθῇ. Ὁ τοίνυν ἄνθραξ ἀφώρισται τῇ βασιλικῇ φυλῇ, ὁ πράσινος τῇ ἱερατικῇ. Τὸ γὰρ πράττειν καλῶς τῆς ἱερωσύνης. Ἀπὸ τοῦ ποταμοῦ ἐκείνου ἀφορίζονται τέσσαρες πηγαὶ ποταμῶν. Διὰ τί οὖν τὸ ὕδωρ αὐτῶν οὐκ ἴσον; Ζητοῦσι γὰρ οἱ φιλομαθεῖς, εἰ ἀπὸ ἑνὸς ποταμοῦ ἢ μιᾶς πηγῆς, διὰ τί μὴ μία ποιότης πάντων; Τί οὖν ἐστι; Μεταλαμβάνουσι τῆς γῆς καὶ τῆς ποιότητος τῶν τόπων, δι’ ὧν παρέρχονται. Ὥσπερ καὶ αὐτὸ τὸ ὕδωρ μίαν μὲν ἔχει φύσιν καὶ ποιότητα, ἀλλ’ ἐὰν συμβραχῇ ἀψινθίῳ, ἄλλην ποιότητα ποιεῖ· ἐὰν ἀνήθῳ, ἄλλην· ἐὰν πηγάνῳ, ἄλλην. Καὶ ἡ μὲν φύσις μία, αἱ δὲ ὕλαι μεταποιοῦσιν. Οὕτω καὶ ἐπὶ τῶν ποταμῶν, ἐπειδὴ διὰ ξένων ὁδεύουσι τόπων, ὁ μὲν διὰ γῆς ἑτέραν ἐχούσης ποιότητα, ὁ δὲ δι’ ἑτέρας, ποιοῦνται τοῖς τόποις.