Βλέπε μέγεθος ποταμοῦ μεριζομένου εἰς τέσσαρας. Καὶ ὁ τοιοῦτος μόνος ἀρδεύει τὸν παράδεισον. Διὰ τί τοιοῦτος; Μόνος ἦν Ἀδάμ · Τίς χρεία ἦν τοσούτου; Ἀλλ’ οὐχ ἑνὶ μόνῳ ἐγένετο, ἀλλὰ τοῖς πέρασι τῆς οἰκουμένης. Ἡτοιμάζετο πατριάρχαις, προφήταις, ἀποστόλοις, εὐαγγελισταῖς, μάρτυσιν, ὁμολογηταῖς, ἁγίοις, πιστοῖς, ὀρθοδόξοις , εὐσεβῶς πολιτευομένοις, πᾶσι τοῖς δικαίοις. Εἰ γὰρ τῷ λῃστῇ ἐν μιᾷ ὥρᾳ ὁμολογήσαντι τὸν παράδεισον ὁ σωτὴρ ἐπηγγείλατο λέγων· Σήμερον μετ’ ἐμοῦ ἔσῃ ἐν τῷ παραδείσῳ , ὁ κοπιάσας ἐκ νέας ἡλικίας. Ἀβραάμ , Ἰσαάκ , Ἰακὼβ , οἱ ἐκ τούτου πατριάρχαι. Καὶ πρὸ τούτων πάντων κληρονομεῖ ὁ λῃστὴς τὸν παράδεισον. Ποιεῖ οὖν ὁ θεὸς τὰ ἔργα οὐ πρὸς τὸ φαινόμενον, ἀλλὰ πρὸς τὸ προσδοκώμενον. Διὰ τί τοσοῦτον πλάτος γῆς ἐποίησεν; Διὰ τὸν Ἀδὰμ ἢ διὰ τοὺς νῦν κατοικοῦντας; Ἐκεῖθεν ἀφορίζεται εἰς τέσσαρας ἀρχάς. Οὐκ εἶπεν εἰς τέσσαρα ἁπλώματα, ἀλλὰ ἀρχάς, τουτέστι, πηγάς. Ὄνομα τῷ ἑνὶ Φεισών , ὃν ἀρτίως εἰρήκαμεν· εἶτα ὁ Γηών · οὗτός ἐστιν ὁ Νεῖλος , Γηὼν τὸ ἀρχαῖον αὐτοῦ ὄνομα. Μαρτυρεῖ Ἱερεμίας λέγων· Τί σοι καὶ τῇ ὁδῷ Αἰγύπτου τοῦ πιεῖν ὕδωρ Γηών ; Ἐνταῦθα πρόσεχε. Νόμισον τοῦτον εἶναι τὸν παράδεισον. Ἃ γὰρ ὄψει μᾶλλον ἢ λόγῳ παραδίδοται. Προέρχεται ποταμὸς πολὺς πλούσιον νᾶμα ἔχων καὶ ἀρδεύει τὸν παράδεισον. Ἐκεῖθεν φέρεται εἰς ὑπόνομόν τι χάος καὶ δύνει ὑπὸ γῆν ἄπειρον, ὡς οἶδεν ὁ τὴν ὁδὸν στρώσας δεσπότης· καὶ λανθάνει ἐπὶ πολὺ τὸ ῥεῦμα καὶ εἰς διαφόρους τόπους ἀναδίδοται, καὶ εὑρίσκεται ὁ μὲν εἰς τὴν Αἰθιοπίαν , ὁ δὲ εἰς δύσιν, ὁ δὲ εἰς ἀνατολήν, τοῦ θεοῦ οὕτω δι’ ὑπόνομον ἕλκοντος τὸ ῥεῦμα καὶ ποιοῦντος ξένας πηγὰς τῷ πρώτῳ ποταμῷ. Διὰ τί δὲ τοῦτο; Ἵνα μὴ τοῖς ἴχνεσι τῶν ποταμῶν ἀκολουθοῦντες εὕρωσι τὸν παράδεισον, ἵνα μὴ ᾖ τοῖς ἀνθρώποις καταληπτός. Εἰ γὰρ ἦν ὁδεῦσαι, οὐδεὶς ἂν εὗρε πρὸ τῶν πλουσίων τὸν παράδεισον. Ἀλλ’ ὁ θεὸς ἀπέκλεισε καὶ πένησι καὶ πλουσίοις, ἵνα ἀρετῇ μόνον εὕρωσι τὴν ὁδόν. Πόσα ἔκαμον πατριάρχαι, προφῆται, ἅγιοι ζητοῦντες τὸν παράδεισον καὶ οὐχ εὗρον; Ὁ λῃστὴς τὴν ὁδὸν οὐχ ὁδεύσας, ἀλλὰ πιστεύσας, ἀληθῶς εὗρε τὴν ὁδόν, τὸν λέγοντα· Ἐγώ εἰμι ἡ ὁδός. Εὗρε τὸν παράδεισον, ὃν ἀπέκλεισεν ἡ παρακοὴ τῷ πρώτῳ ἀνθρώπῳ. Ζητῶ δὲ τὴν αἰτίαν, διὰ τί ὁ ἱστοριογράφος μνημονεύσας τοῦ πρώτου ποταμοῦ εἶπεν, ὅτι ἐκεῖ γίνεται τὸ χρυσίον τὸ καλὸν καὶ ὁ ἄνθραξ καὶ ὁ λίθος ὁ πράσινος . Εἰ ὅλως ἐχωρογράφει τὴν οἰκουμένην, ἐχρῆν εἰπεῖν τὰ ἐν ἑκάστῃ χώρᾳ γινόμενα καλά· τοὺς σμαράγδους, τοὺς ὑακίνθους, ποῦ τοπάζιον, ποῦ αἱ διαφοραὶ τῶν ὑλῶν ὕλαι, ἀλλ’ ἐπιλέγεται χρυσὸν καὶ δύο λίθους, τὰς ἀπαρχὰς τῆς ἱερωσύνης, ἐπειδὴ ὁ ἱερεὺς ἐφόρει πέταλον χρυσοῦν, ᾧ ἐπεγέγραπτο τὸ τοῦ θεοῦ ὄνομα. Δώδεκα λίθοι ἦσαν ἐπὶ τοῦ στήθους τοῦ ἱερέως· σάρδιον, τοπάζιον, σμάραγδος, ἄνθραξ, σάπφειρος, ἰάσπις, λιγύριος, ἀχάτης, ἀμέθυστος, χρυσόλιθος, βήρυλλος, ὀνύχιον. Ἐκ τῶν δώδεκα λίθων τούτων ὁ πράσινος ἀφώρισται τῇ ἱερατικῇ φυλῇ, ὁ ἄνθραξ τῇ βασιλικῇ. Διὰ τί; Ἐπειδὴ πυρὸς ἴδιον τὸ καίειν καὶ φωτίζειν καὶ βασιλέως ἴδιον εὐεργετεῖν καὶ κολάζειν. Τίθησι τὸν Ῥουβὴμ τὴν πρώτην φυλὴν ἐν τῷ σαρδίῳ, τὸν Συμεὼν ἐν τῷ τοπαζίῳ, τὸν Λευὶ ἐν τῷ πρασίνῳ λίθῳ· τὸν Ἰούδαν , ἐξ οὗ ὁ Χριστός , ἐν τῷ ἄνθρακι τῷ πυρρῷ. Ἀμέλει Ἡσαΐας μετὰ πολλοὺς χρόνους λέγει τῇ Ἱερουσαλήμ · Ἐπὶ τῶν χειρῶν μου ἐζωγράφηκά σου τὰ τείχη καὶ ἐνώπιόν μου εἶ διὰ παντός. Ἰδοὺ ἑτοιμάζω ἄνθρακα τὸν λίθον σου , τὸν σωτῆρα λέγων· Ἰδοὺ γάρ φησι τίθημι ἐν Σιὼν λίθον ἀκρογωνιαῖον, ἐκλεκτόν, ἔντιμον, καὶ ὁ πιστεύων ἐν αὐτῷ οὐ μὴ καταισχυνθῇ. Ὁ τοίνυν ἄνθραξ ἀφώρισται τῇ βασιλικῇ φυλῇ, ὁ πράσινος τῇ ἱερατικῇ. Τὸ γὰρ πράττειν καλῶς τῆς ἱερωσύνης. Ἀπὸ τοῦ ποταμοῦ ἐκείνου ἀφορίζονται τέσσαρες πηγαὶ ποταμῶν. Διὰ τί οὖν τὸ ὕδωρ αὐτῶν οὐκ ἴσον; Ζητοῦσι γὰρ οἱ φιλομαθεῖς, εἰ ἀπὸ ἑνὸς ποταμοῦ ἢ μιᾶς πηγῆς, διὰ τί μὴ μία ποιότης πάντων; Τί οὖν ἐστι; Μεταλαμβάνουσι τῆς γῆς καὶ τῆς ποιότητος τῶν τόπων, δι’ ὧν παρέρχονται. Ὥσπερ καὶ αὐτὸ τὸ ὕδωρ μίαν μὲν ἔχει φύσιν καὶ ποιότητα, ἀλλ’ ἐὰν συμβραχῇ ἀψινθίῳ, ἄλλην ποιότητα ποιεῖ· ἐὰν ἀνήθῳ, ἄλλην· ἐὰν πηγάνῳ, ἄλλην. Καὶ ἡ μὲν φύσις μία, αἱ δὲ ὕλαι μεταποιοῦσιν. Οὕτω καὶ ἐπὶ τῶν ποταμῶν, ἐπειδὴ διὰ ξένων ὁδεύουσι τόπων, ὁ μὲν διὰ γῆς ἑτέραν ἐχούσης ποιότητα, ὁ δὲ δι’ ἑτέρας, ποιοῦνται τοῖς τόποις. Ἐπεὶ δὲ τῇ θέσει τῶν τόπων ἐποίωσε τοὺς ποταμούς, λοιπὸν ποιεῖ ἐν τῷ παραδείσῳ πᾶν δένδρον καλὸν εἰς ὅρασιν καὶ ὡραῖον εἰς βρῶσιν. Προανεῖλε τοῦ παραβάτου τὴν ἀπολογίαν. Ἐπειδὴ γὰρ περὶ τῆς γυναικὸς εἶπεν, ὅτι εἶδεν ἡ γυνὴ τὸ ξύλον, ὅτι καλὸν εἰς ὅρασιν καὶ ὡραῖον εἰς βρῶσιν , ἵνα μή τις νομίσῃ, ὅτι παρὰ τὰ ἄλλα ξύλα ἐκεῖνο μόνον ἦν εὐπρεπές, ταύτην τὴν ἀρετὴν ἐμαρτύρησε πᾶσιν, ὅτι ὡραία τῇ ὄψει καὶ καλὴ σφόδρα, ἵνα μάθῃς, ὅτι οὐ δι’ ἔνδειαν παρέβη, ἀλλ’ ἀφθονίαν ἔχων ἐξετράπη. Καὶ τὸ ξύλον φησὶ τῆς ζωῆς ἐν μέσῳ τοῦ παραδείσου , καὶ τὸ ξύλον τοῦ γινώσκειν καλὸν καὶ πονηρόν . Τρεῖς διαφοραὶ ξύλων· τὰ μὲν ἐδόθη αὐτῷ, ἵνα ζῇ, τὰ δέ, ἵνα εὖ ζῇ, τὰ δέ, ἵνα ἀεὶ ζῇ. Εἶχεν οὖν τὸ ζῆν, ἐξ ὧν ἐπέτρεψεν· εἶχε τὸ εὖ ζῆν, ἐξ ὧν ἐκώλυσεν. Ἦν γὰρ εὖ ζῆσαι ἁπτόμενον μέν, ὧν οὐκ ἐκώλυσε, μὴ ἁπτόμενον δέ, ὧν ἐκώλυσε. Τοῦτο ἦν εὖ ζῆσαι τῷ θεῷ πεισθῆναι. Ἔκειτο τὸ ξύλον τῆς ζωῆς ἐν μέσῳ ὥσπερ βραβεῖον, τὸ ξύλον τῆς γνώσεως ὡς πάλαισμα, ὡς γυμνάσιον. Φυλάξας τὴν ἐντολὴν ἐπὶ τούτῳ τῷ ξύλῳ λαμβάνεις τὸ βραβεῖον. Καὶ ὅρα τὸ θαυμαστόν. Ὅλα τὰ ξύλα τοῦ παραδείσου κύκλῳ πανταχοῦ κομῶντα, πανταχοῦ βρύοντα, τὰ δύο μόνον ἐν μέσῳ γυμνάσιον ἦν καὶ στάδιον. Τὰ κύκλῳ τροφὴ ἦν. Ἀλλ’ ὁ τῆς παραβάσεως καὶ τοῦ δένδρου καιρὸς ἑτέρῳ ταμιευέσθω καιρῷ. Τὸ δὲ προκείμενον· ἄγει ὁ θεὸς τὰ ζῷα ὅλα πρὸς τὸν Ἀδάμ . Ἀκουέτωσαν οἱ αἱρετικοί . Καὶ μὴ θαυμάσῃς, εἰ δι’ ἑκάστης λέξεως καὶ δι’ ἑκάστης φωνῆς ὁ πρὸς τοὺς αἱρετικοὺ ς ἀποτείνεται λόγος. Διὰ πάσης γὰρ προφάσεως κατηγοροῦνται οἱ κατὰ τῆς βασιλείας τῆς δεδοξασμένης ἐπαιρόμενοι. Λίθος ἐκ τοίχου βοᾷ. Οὐ λέγω λόγος ἀπὸ γραφῆς ἰῶτα ἓν ἢ μία κεραία οὐ παραλιμπάνει τοὺς αἱρετικοὺς ἀμέμπτους. Διὰ πάντων κατηγοροῦνται οἱ τὸν πάντων δεσπότην ἀρνούμενοι. Πρόσεχε τοίνυν. Ἦν ἰδεῖν ξένον· τὸν Ἀδὰμ ἑστῶτα καὶ τὸν θεὸν ὡς ὑπηρέτην προσάγοντα τῷ Ἀδάμ . Ἤγαγε γὰρ ὁ θεὸς τὰ ζῷα. Ὧδε πρόσεχε μὴ τῇ λέξει, ἀλλὰ τῇ ἐννοίᾳ. Ἐννόησον τὸν ἑστῶτα θεὸν καὶ τὸν Ἀδὰμ δοκιμάζοντα. Παρήγαγεν ὁ θεὸς ὅλα, λέγει τῷ Ἀδάμ · φέρε εἰπεῖν, τί σοι δοκεῖ κληθῆναι τοῦτον; Καλείσθω λέων. Ὁ θεός, φησίν, ἐτύπωσεν. Εἶτα, οὗτος τί; Ταῦρος καλείσθω. Καλῶς ἔταξας. Ὁμοίως τῶν καλουμένων ἕκαστον ὁ θεὸς ἐσφράγισεν. Λέγει γὰρ ἡ γραφή· Ἤγαγεν αὐτὰ πρὸς τὸν Ἀδὰμ ἰδεῖν τί καλέσει αὐτά. Καὶ πᾶν ὃ ἐκάλεσεν Ἀδάμ , τοῦτο ὄνομα αὐτῷ. Βλέπε. Ἐπειδὴ ἐποίησεν αὐτὸν κατ’ εἰκόνα, ἠθέλησεν εἰς ὄψιν προσενέγκαι καὶ τὴν τιμὴν καὶ δεῖξαι ἀληθῶς, ὅτι φέρει τὴν εἰκόνα τῆς σοφίας. Καὶ βλέπε τὸ θαυμαστόν. Ὁ θεὸς προετύπωσεν ἑαυτῷ τὰ ὀνόματα. Ἐβούλετο δὲ δειχθῆναι διὰ τῆς εἰκόνος, ὅτι συμφωνεῖ τοῦ Ἀδὰμ τὰ δόγματα τοῖς τοῦ θεοῦ βουλήμασιν. Ἀμέλει βουλομένη ἡ γραφὴ δεῖξαι, ὅτι ταῦτα, ἃ ἔθηκε, ὁ θεὸς προώρισε, φησί· Καὶ πᾶν ὃ ἐκάλεσεν αὐτὰ ὁ Ἀδάμ , τοῦτο ὄνομα αὐτῷ , ἀντὶ τοῦ προώριστο τοῦτο, ὁ θεὸς ἐδόξασεν. Ἀλλ’ εἰς τὸ προκείμενον ἐπανέλθωμεν. Στήκει ὁ Ἀδὰμ καὶ ὁ θεὸς προήγαγεν αὐτῷ τὰ ζῷα. Καὶ οὐχ ὑβρίζεται προσάγων τῷ δούλῳ ὁ δεσπότης. Καὶ ἐὰν ἀκούσωσιν αἱρετικοί , ὅτι Χριστὸς ἡμᾶς προσάγει τῷ πατρί, εὐθέως λέγουσιν· Ὁρᾷς, ὅτι δοῦλός ἐστιν; Ἤγαγεν αὐτὰ πρὸς τὸν Ἀδάμ . Εἰστήκει ὁ δοῦλος κρίνων καὶ ὁ δεσπότης προσάγων. Καὶ ὁ θεὸς μὲν τῷ Ἀδὰμ προσάγων οὐχ ὑβρίζετο, Χριστὸν δὲ ἐὰν ἀκούσωσι προσάγοντα τῷ πατρί, εἰς ὑπηρέτου τάξιν ἕλκουσιν. Ἐὰν εἴπῃ ὁ σωτήρ· Οὐδεὶς ἔρχεται πρὸς τὸν πατέρα, εἰ μὴ δι’ ἐμοῦ , εὐθέως οἱ αἱρετικοὶ ὀρθὰ τὰ ὦτα, μᾶλλον δὲ στρεβλά. Τῷ Ἀδὰμ προσάγων ὁ θεὸς τὰ ζῷα οὐκ ἔστιν αὐτοῦ ὑπηρέτης. Ἄνθρωπον θεὸς θεῷ ἐὰν προσαγάγῃ, ὑπηρέτου τάξιν ἔχει; Ἵνα δὲ μὴ θρέψῃ σου τὴν νόσον ἡ ἄγνοια τῶν λόγων, ἐγὼ οἶδα καὶ υἱὸν προσάγοντα τῷ πατρὶ καὶ τὸν πατέρα τῷ υἱῷ. Καὶ γὰρ εἰπών· Οὐδεὶς ἔρχεται πρὸς τὸν πατέρα, εἰ μὴ δι’ ἐμοῦ , ὁ αὐτὸς πάλιν· Οὐδεὶς ἔρχεται πρός με, εἰ μὴ ὁ πατήρ μου ὁ οὐράνιος ἑλκύσῃ αὐτόν . Ἀλλ’ ὅπερ ἔφθην εἰπὼν οἶδα προειρηκώς, ἀλλὰ συγγενὲς τῇ ὑποθέσει τὸ ῥῆμα. Συμβαίνει δὲ τότε μὴ ἀκηκοέναι καὶ νῦν λέγω. Ἐννόησον πόσα ἐστὶ τὰ τετράποδα. Ἀλλ’ ἐννόησον τὰ ἥμερα, τὰ ἄγρια, τὰ ἐν ὄρεσι, τὰ ἐν πεδίοις, τὰ ἐν Γαλλίαις , τὰ ἐν Ἰνδίᾳ , τὰ ἐν ὅλοις τοῖς κλίμασι τῆς οἰκουμένης, πάλιν ἑρπετά, τὰ γένη, τὰ εἴδη, τὰ πετεινὰ ὅλα, τὰ νηκτά, ὅλα τὰ ἐν θαλάσσῃ, τὰ ἐν λίμναις, τὰ ἐν ποταμοῖς· ὅλα ταῦτα παρηγάγετο καὶ ἑκάστῳ ὄνομα ἐτίθει ὁ Ἀδάμ . Καὶ ὁ θεὸς οὐκ ἀντεῖπεν, ἀλλ’ ἐνέμεινεν. Μυριάδες ὀνομάτων καὶ στοιχεῖ ὁ θεός. Ἓν ὄνομα λέγει ὁ θεὸς μαρτυρῶν ἐκ τοῦ οὐρανοῦ· Οὗτός ἐστιν ὁ υἱός μου , καὶ παραγράφονται οἱ αἱρετικοὶ τὴν φωνὴν ἑνὶ ὀνόματι μαρτυροῦσαν, ἐκείνην τὴν ἁγίαν φωνήν τὴν μυρία ὀνόματα δεξαμένην καὶ μὴ παραχαράξασαν. Προσηνέχθη τὰ ζῷα καὶ ὠνομάσθη. Λοιπὸν εἱστήκει ὡς βασιλεύς. Ὥσπερ ἐὰν στρατευθῶσι, σφραγῖδι βασιλικῇ σημειοῦνται, οὕτως ἐπειδὴ ἔμελλεν αὐτῷ τὴν δεσποτείαν παραδιδόναι, ποιεῖ ὀνόματα θεῖναι ὡς δεσπότην. Ὀνόματα γὰρ οὐ τίθησιν ἢ δεσπότης μόνος καὶ πατήρ. Πρόσεχε. Τῶν ὀνομάτων ἃ μὲν ἔθηκεν ὁ θεός, ἃ δὲ ὁ Ἀδάμ . Καὶ ὁ μὲν θεὸς ἐκάλεσεν οὐρανόν, γῆν, θάλασσαν, στερέωμα, ἡμέραν, φῶς, νύκτα, καρπόν, βοτάνην, χόρτον, ξύλα, τὰ κτήνη δὲ καὶ τὰ πετεινὰ ὁ Ἀδὰμ εἶπεν ταῶνα, ἀετόν, μόσχον, πρόβατον. Οὗτος τὰ εἴδη, ἐκεῖνος τὰ γένη, ἵνα μὴ ψεύσηται τὸ ῥῆμα τοῦ εἰπόντος· Ποιήσωμεν ἄνθρωπον κατ’εἰκόνα ἡμετέραν. Ὁ θεὸς ὀνόματα τίθησι τοῖς φωστῆρσι· τὴν Ἄρκτον, τὸν Ὠρίωνα, τὴν Πλειάδα, τὸν Ἕσπερον τὸν φωσφόρον. Ταῦτα πάντα ὁ θεὸς ὠνόμασεν. Μαρτυρεῖ Δαυὶδ λέγων· Ὁ ἀριθμῶν πλήθη ἄστρων καὶ πᾶσιν αὐτοῖς ὀνόματα καλῶν. Θεὸς ὀνοματοποιεῖ τὰ ἄνω, Ἀδὰμ τὰ ἐπὶ γῆς. Καλεῖ ὁ θεὸς οὐρανόν, γῆν, πάντα τὰ ἄλλα· καλεῖ τὸν Ἀδὰμ πῦρ, ἄνθρωπον. Ὁ Ἀδὰμ τί καλεῖ; Ὄνομα τοῖς κτήνεσι, τοῖς πετεινοῖς, τοῖς ἑρπετοῖς, τοῖς θηρίοις. Καλεῖ ὄνομα ξένον ὁ Ἀδάμ , ὀστοῦν σάρκα, περὶ τῆς γυναικὸς λέγων· Τοῦτο νῦν ὀστοῦν ἐκ τῶν ὀστῶν μου καὶ σὰρξ ἐκ τῆς σαρκός μου. Ὁ γὰρ θεός, ὅτε αὐτὸν ἔπλασεν, οὐκ εἶπεν, ὅτι ἐξ ὀστέων αὐτὸν ἔπλασε καὶ σαρκός. Πάλιν ὁ θεὸς λέγει ἄρρεν, οὗτος λέγει ἀνήρ· ὁ θεὸς λέγει θῆλυ, οὗτος λέγει γυνή. Καὶ τὸ θαυμαστόν· ἐπειδὴ πνεύματος ἁγίου ἐπεπλήρωτο καὶ οὐδέπω ἦν παραβὰς ὁ ἄθλιος, ἀλλ’ ἔγεμε χάριτος, ἡ προφητεία, ἣν διεῖλον πρὸ ἡμερῶν ἐπὶ τῆς ἡμετέρας ἀγάπης, ὅλη ἦν ἐν αὐτῷ. ᾜδει γὰρ τὰ προλαβόντα, ᾔδει τὰ ἐνεστῶτα καὶ τὰ μέλλοντα. Πῶς τὰ παρόντα ᾔδει; Ἐν σώματι ἔξωθεν ὀστέον οὐ φαίνεται. Ἀλλ’ ἐπειδὴ τὸ πνεῦμα εἶχε, λέγει· Τοῦτο νῦν ὀστοῦν ἐκ τῶν ὀστῶν μου. Πόθεν ᾔδει, εἰ μὴ πνεῦμα ἅγιον ἀπεκάλυψεν; Διὰ τί οὖν πρῶτον ὀστοῦν καὶ τότε σάρξ; Ἐπειδὴ πρῶτον πλευρὰν ἔλαβεν ἐξ αὐτοῦ. Αὕτη φησὶ κληθήσεται γυνή, ὅτι ἐκ τοῦ ἀνδρὸς αὐτῆς ἐλήφθη αὕτη. Προφητεύει τὰ προλαβόντα· εἶπε τὰ παρόντα· λέγει τὰ μέλλοντα· Ἀντὶ τούτου καταλείψει ἄνθρωπος τὸν πατέρα αὐτοῦ καὶ τὴν μητέρα. Οὐδέπω γάμος καὶ πόθεν πατὴρ καὶ μήτηρ; Πάλιν ἀκουέτωσαν αἱρετικοί . Ἠθέλησεν ὁ θεὸς ποιῆσαι τῷ Ἀδὰμ τὴν γυναῖκα. Ἐπέβαλεν ἔκστασιν ἐπὶ τὸν Ἀδὰμ καὶ ὕπνωσεν. Πᾶν ῥῆμα θεοῦ ἀρχαῖον κανὼν ἐγένετο τῆς φύσεως. Ἐπαίδευσεν ἀπὸ τοῦ πρώτου, πῶς δεῖ ἀπομερίζεσθαι ἀπὸ τοῦ ἀνθρώπου τὸ πλάσμα. Ἐπέβαλεν ὁ θεὸς τῷ Ἀδὰμ ὕπνον. Θαυμαστὸν πρᾶγμα. Τὸν καιρὸν λέγει, καθ’ ὃν ὁ γάμος. Ὕπνος ἔκστασις λέγεται, ἐπειδὴ ὥσπερ ἔξω ἑαυτοῦ στήκει ὁ ἄνθρωπος. Ἔσω ἡ ψυχὴ καὶ οὐκ ἔσω ἐστίν. Οὐκ αἰσθάνεται, οὐ νοεῖ, ἀκούουσα οὐκ ἀκούει. Ὥσπερ σήμερον λέγομεν· Ἐκστάσει ἐχρήσατο, ἔξω τῶν πραγμάτων γενόμενος, οὕτως ἡ ψυχή, ὅταν ἔξω γένηται τῶν αἰσθήσεων, ἐν ἐκστάσει ἐστί. Καὶ ὕπνωσέ φησι καὶ ἔλαβεν ὁ θεὸς μίαν τῶν πλευρῶν αὐτοῦ. Ἐρωτάσθωσαν αἱρετικοὶ ταῦτα. Πῶς ἔλαβεν ὁ θεός; πῶς οὐκ ἤλγησεν ὁ Ἀδάμ ; πῶς οὐκ ὠδυνήθη; Μία θρὶξ ἀποσπᾶται ἀπὸ τοῦ σώματος καὶ ὀδυνώμεθα. Κἂν ὑπνῶν τις ᾖ εἰς τὰ βάθη, ὑπὸ τῆς ὀδύνης ἐξυπνίζεται ὁ καθεύδων. Τοσοῦτον μέλος ἐπαίρεται, τοσαύτη πλευρὰ σπαράττεται, καὶ οὐκ ἐξυπνίζεται ὁ καθεύδων; Οὐκ ἀπέσπασεν αὐτὴν βίᾳ, ἵνα ἐξυπνισθῇ, οὐκ ἀπεσπάραξεν. Ἀλλὰ θέλουσα ἡ γραφὴ τὸ σύντομον δεῖξαι τοῦ τεχνίτου, λέγει· Ἔλαβεν . Ἐλύθησαν οἱ ἁρμοί καὶ οὐκ ᾔσθετο; Ἔλαβε τὴν πλευράν, ὥσπερ ἔλαβε τὸν χοῦν. Εἰ ἦν ἄλλος ὁ ἁρμόσας καὶ ἄλλος ὁ λύσας, μάχη ἦν. Εἰ δὲ ὁ δήσας ἔλυσεν, ἡδέως πως ἔλυσεν. Ἔλαβε τὴν πλευράν καὶ ἀνεπλήρωσε σάρκα ἀντ’ αὐτῆς. Πόθεν ἀνεπλήρωσεν; ἐκ τοῦ ἄλλου σώματος εἵλκυσεν; Ἀλλὰ πᾶν σῶμα ἑλκόμενον, λεπτότερον γίνεται. Πῶς ἀνεπλήρωσεν; Καὶ περὶ σώματος λαλοῦμεν καὶ οὐ νοοῦμεν· περὶ θεοῦ λαλοῦμεν καὶ πολυπραγμονοῦμεν; Καὶ ᾠκοδόμησεν ὁ κύριος τὴν πλευράν, ἣν ἔλαβεν ἀπὸ τοῦ Ἀδάμ , εἰς γυναῖκα. Πόθεν ὀφθαλμοὶ ἀπὸ πλευρᾶς ἐπάγησαν; πόθεν καρδία λογιζομένη; πόθεν γλῶττα φθεγγομένη; πῶς διετάθη ἀπὸ πλευρᾶς ἔντερον; πῶς ἐγένετο ἀπὸ πλευρᾶς ἧπαρ; Ταῦτα πῶς ἐγένετο οὐκ ἰσχύεις καταλαβεῖν καὶ τὸν τεχνίτην πολυπραγμονεῖς; Ἀλλὰ τὴν εἰκόνα Χριστοῦ βλέπε πανταχοῦ. Οὐ πρότερον ἔλαβεν ὁ θεὸς ἀπὸ τοῦ Ἀδὰμ τὴν πλευράν, ἕως ὅτε ὕπνον αὐτῷ ἐνέβαλεν. Διὰ τί; Ἀπὸ πλευρᾶς ἡ ἁμαρτία ἔμελλε γίνεσθαι, ἡ διὰ τῆς γυναικὸς εἰσελθοῦσα. Ἦλθεν ὁ σωτὴρ ἀπὸ πλευρᾶς φέρων ὕδωρ καὶ αἷμα , ὕδωρ ἀποπλῦνον τὰ ἁμαρτήματα, αἷμα παρέχον ἡμῖν τὸ μυστήριον. Ὅρα τὸν τύπον. Ὑπνώσαντος τοῦ Ἀδάμ , πλευρὰ ἐλαμβάνετο. Ὕπνου γενομένου τῷ σώματι τοῦ Χριστοῦ ἡ πλευρὰ ἠνοίγετο , ἵνα λύσῃ τὴν ἀρχαίαν τραγῳδίαν τῇ νέᾳ ἱστορίᾳ. Ὕπνῳ δὲ λέγω τῷ ἐν σταυρῷ. Ὠικοδόμησε τὴν πλευρὰν εἰς γυναῖκα· ἤγαγεν αὐτὴν πρὸς τὸν Ἀδάμ . Ὢ τῆς φιλανθρωπίας τοῦ δεσπότου. Πόσα ποιεῖ, πλάττει, εὐεργετεῖ; Παράγει τὰ ζῷα, νυμφαγωγεῖ. Ἐπειδὴ γὰρ καὶ ὁ Ἀδὰμ ὡς ὀρφανὸς ἦν καὶ ἡ Εὔα παρθένος ὡσαύτως, οὐκ ἔχουσα πατέρα ἢ μητέρα πληροῦντας τὴν τάξιν, ὁ θεὸς πληροῖ πατρὸς καὶ μητρὸς τάξιν. Καὶ ὅρα τὸν νόμον· Πᾶσα γὰρ φωνὴ θεοῦ ἀρχαία κανών ἐστι τῆς φύσεως. Ἤγαγεν ὁ θεὸς τὴν γυναῖκα πρὸς τὸν Ἀδάμ , καὶ ἔμεινε τοῦτο νόμος ἕως τῆς σήμερον, τὴν γυναῖκα γενέσθαι τῷ ἀνδρί. Οὐ τὸν ἄνδρα πρὸς τὴν γυναῖκα νυμφοστολεῖ. Ἦσαν γυμνοὶ καὶ οὐκ ᾐσχύνοντο. Κανὼν μένει, ὁ νόμος βοᾷ. Πάντας αἰσχύνεται ἀνὴρ ἐκτὸς τῆς ἰδίας γυναικός. Πάντας αἰδεῖται ἡ γυνὴ ἐκτὸς τοῦ ἰδίου ἀνδρός. Καὶ τοῦτο μὲν εἶπον κατὰ τὸν νόμον, τὸ δὲ αἴτιον τοῦ μὴ αἰσχύνεσθαι τῷ γυμνῷ· ἀθανασίαν ἦσαν ἐνδεδυμένοι, δόξαν ἐστολισμένοι. Οὐ συνεχώρει ἡ δόξα βλέπεσθαι τὰ γυμνά. Αὕτη γὰρ ἔσκεπε τὴν γυμνότητα. Ποῦ δύνῃ πάλιν ἰδεῖν ἄνθρωπον γυμνὸν καὶ μὴ αἰσχυνόμενον; Ἐν τῷ Χριστῷ αὐτὸν εὑρίσκεις. Ἦλθε Πέτρος καὶ Ἰωάννης καὶ Ἰάκωβος εἰς τὸ μνημεῖον, ζητοῦντες τὸ σῶμα καὶ οὐχ εὗρον· ἀλλ’ εὗρον ἱμάτια ἐντετυλιγμένα, ἵνα δειχθῇ, ὅτι μετὰ τὴν ἀνάστασιν τοῦ Χριστοῦ ἀποσώζεται ἐν αὐτῷ τὸ ἀρχαῖον σχῆμα τοῦ Ἀδὰμ καὶ γίνεται ἐκτὸς ἱματίων, οὐ γυμνός, ἀλλ’ ἠμφιεσμένος. Ἠγέρθη Χριστὸς καὶ ἀποδύεται τὰ ἱμάτια, ἃ ἐνεδύσατο ὁ Ἀδάμ , καὶ ἦν γυμνὸς καὶ γυμνὸς οὐκ ἐβλέπετο. Μετὰ τὴν ἀνάστασιν γυναῖκες τὰ ἱμάτια βλέπουσιν ἐρριμμένα. Μάρθα καὶ Μαρία ὁρῶσιν αὐτόν, γνωρίζουσι, προσπίπτουσι, καὶ γυμνὸν οὐ βλέπουσι. Πόθεν ἐνδέδυται τὰ ἱμάτια; Ἔρριψε γὰρ ἐν τῷ τάφῳ. Τὰ πρῶτα ἱμάτια ἐμερίσαντο στρατιῶται. Πόθεν οὕτως ἐνδέδυται; Πόθεν ὁ γυμνὸς οὐ γυμνός; Καὶ τὸ ἄλλο ζητῶ. Διὰ τί εἶδον τὰ ἱμάτια καὶ τὴν σινδόνα εἰς ἓν μέρος καὶ τὸ σουδάριον παρὰ μέρος, ᾧ ἡ κεφαλὴ ἐδέδετο ἡ σωτήριος; Ἵνα δειχθῇ ἡ ἁγία χάρις, ὅτι οὐ μετὰ θορύβου ἡ ἀνάστασις. Καὶ ἐπειδὴ ἔμελλον φημίζειν οἱ Ἰουδαῖοι , ὅτι ἐκλάπη ὑπὸ τῶν μαθητῶν, καταλιμπάνει τὰ ἱμάτια αὐτοῦ ἐν τῷ τάφῳ. Ὁ γὰρ κλέπτων νεκρὸν μετὰ τῶν ἱματίων κλέπτει. Ἦν δὲ ἰδεῖν τὸν σωτῆρα ἐξελθόντα ἐκ τοῦ τάφου, ὡς τὸν Ἰωσὴφ ἐκ τοῦ οἴκου τῆς Αἰγυπτίας . Καὶ βλέπε τὴν διαφοράν. Μετὰ τὴν ἀνάστασιν ὤφθη Χριστὸς γυμνὸς καὶ Πέτρος γυμνός . Ἀλλ’ ὁ μὲν εἶχε τὴν ἀθανασίαν, ὁ δὲ ἦν ἔτι θνητός. Ἰησοῦς εἰστήκει παρὰ τὸν αἰγιαλὸν καὶ δόξαν ἠμφιεσμένος, λέγων· Παιδία, μή τι προσφάγιον ἔχετε; Οὔ, λέγουσιν, οὐκ ἔχομεν. Οὐ γὰρ ἐγνώρισαν αὐτόν. Εἶτα λέγει· Βάλετε εἰς τὰ δεξιὰ μέρη τοῦ πλοίου. Ἔβαλον καὶ ἐθήρασαν πολὺ πλῆθος. Γνωρίζει Ἰωάννης καὶ λέγει τῷ Πέτρῳ · Ὁ κύριός ἐστιν. Ὢ τοῦ θαύματος. Ἀπὸ τῆς φωνῆς οὐκ ἐγνώρισαν, ἀλλ’ ἀπὸ τῶν ἔργων. Καὶ ἔλαβέ φησιν ὁ Πέτρος τὸν ἐπενδύτην· ἦν γὰρ γυμνός. Τὸ θνητὸν σῶμα αἰσχύνεται· τὸ ἀθάνατον οὐκ αἰσχύνεται. Ἀλλὰ τῷ ἐνδύσαντι ἡμᾶς δόξαν, τῷ ἐνδύσαντι τὴν οἰκουμένην ἀθανασίαν, τούτῳ προσπέσωμεν, τοῦτον καθικετεύσωμεν, ἵνα ἐνδύσῃ ἡμᾶς πίστιν, ἐλπίδα σωτη ρίας, δόξαν τὴν ἐν Χριστῷ · ὅτι τῷ πατρὶ ἡ δόξα σὺν τῷ μονογενεῖ υἱῷ καὶ τῷ ἁγίῳ πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.