Ἀλλ’ εἰς τὸ προκείμενον ἐπανέλθωμεν. Ἐνεφύσησεν. Διὰ τοῦ ἐνεφύσησεν τὸ ἁπλοῦν τῆς ψυχῆς ἔδειξε. Διὸ οὔτε πολυαρμόνιος. Πρόσεχε λοιπόν. Ἐπειδὴ ἐπαλαιώθη ἡ δημιουργία, ἀνακαινίζει αὐτὴν ὁ Χριστὸς ἐπὶ οἰκονομίᾳ. Ἐπλάσθη Ἀδὰμ ἀπὸ γῆς, ἔπλασεν ὁ Χριστὸς τοῦ τυφλοῦ τοὺς ὀφθαλμοὺς ἀπὸ πηλοῦ, ἵνα σὺ μάθῃς τὸν λαβόντα χοῦν ἀπὸ τῆς γῆς καὶ πλάσαντα . Ἐνεφύσησεν ὁ θεὸς εἰς τὸ πρόσωπον τοῦ Ἀδὰμ πνοὴν ζωῆς · Ἐνεφύσησεν ὁ Χριστὸς εἰς τὸ πρόσωπον τῶν ἀποστόλων καὶ λέγει· Λάβετε πνεῦμα ἅγιον. Ὃ ἀπώλεσεν ἐμφύσημα Ἀδάμ , ἐνταῦθα ὁ Χριστὸς ἀπέδωκε καὶ ἐγένετο πάλιν ὁ ἄνθρωπος εἰς ψυχὴν ζῶσαν. Πρόσεχε ἐνταῦθα τῇ ἀκολουθίᾳ. Εἰ γὰρ καὶ κάμνει τῆς φωνῆς τὸ ὄργανον, ἀλλὰ τῇ συνήθει ἐλπίδι προτρέχων καὶ τὰς τῶν ἀδελφῶν ἱκεσίας ὑποτέμνων πιστεύω δοθῆναί μοι λόγον, οὐ διὰ τὴν ἀξίαν ἐμήν, ἀλλὰ διὰ τὴν τῶν ἀκουόντων προθυμίαν. Εἰ καὶ ἀνάξιοι τῶν ἁγίων ἐσμέν, ἀλλ’ ἔπαθον κἀκεῖνοι ταῦτα καὶ ὑπὸ τῆς τοῦ σώματος ἀσθενείας ἐνεποδίζοντο. Μαρτυρεῖ Δαυὶδ λέγων· Ἐκοπίασα κράζων, ἐβραγχίασεν ὁ λάρυγξ μου. Βέλτιον δὲ βραγχιῶντα λέγειν τὰ ὀρθὰ ἢ ὀρθὴν ἔχοντα τὴν φωνὴν διεστραμμένην ἔχειν τὴν ψυχήν. Ἐφύτευσεν ὁ θεὸς παράδεισον ἐν Ἐδὲμ κατ’ ἀνατολάς. Τί ἐστιν Ἐδέμ ; Ἐδὲμ ἑρμηνεύεται τρυφή, ὡς ἂν εἴποι τις· Ἐφύτευσε παράδεισον ἐν τρυφῇ, ἀντὶ τοῦ ἐν τόπῳ τρυφερῷ, ἐν τόπῳ καλῷ. Διὰ τοῦτο ἐπὶ τέλει λέγει· Καὶ ἐξέβαλε τὸν Ἀδὰμ καὶ κατῴκισεν αὐτὸν ἀπέναντι τοῦ παραδείσου τῆς τρυφῆς. Ἐφύτευσεν ὁ θεὸς παράδεισον ἐν Ἐδὲμ κατ’ ἀνατολάς. Διὰ τί μὴ εἰς ἄλλο κλίμα, ἀλλὰ κατ’ ἀνατολὰς ὁ παράδεισος; Ὅθεν ἡ ἀρχὴ τοῦ δρόμου τῶν φωστήρων, ἐκεῖθεν καὶ ἡ ἀρχὴ τῆς διαγωγῆς τῶν ἀνθρώπων. Προμηνύει ὁ θεὸς τὸ μέλλον. Κατ’ ἀνατολὰς ἐν τῷ παραδείσῳ τίθησι τὸν ἄνθρωπον, ἵνα δείξῃ, ὅτι ὥσπερ οὗτοι οἱ φωστῆρες ἀνατέλλοντες τρέχουσιν εἰς δύσιν καὶ δύνουσιν, οὕτω καὶ τοῦτον δεῖ ἀπὸ ζωῆς εἰς θάνατον δραμεῖν καὶ δῦσαι κατὰ τὸν τύπον τῶν φωστήρων καὶ ἄλλην ἀνατολὴν πάλιν λαβεῖν ἐξ ἀναστάσεως νεκρῶν. Ἔδραμεν ὁ Ἀδὰμ εἰς δύσιν, ἔδυσεν εἰς τάφον. Ἠκολούθησεν αὐτῷ τὰ πράγματα τῆς γῆς καὶ συνετάφη τῷ δύσαντι. Ἦλθεν ὁ Χριστὸς καὶ ἐποίησεν ἀνατεῖλαι τὸν δύσαντα. Διὰ τοῦτο λέγει ὁ προφήτης περὶ αὐτοῦ· Ἰδοὺ ἀνήρ, ἀνατολὴ ὄνομα αὐτῷ, καὶ ὑποκάτωθεν αὐτοῦ ἀνατέλλει , τουτέστιν, ἐκ τῶν τάφων. Ἐν τῷ Ἀδὰμ ἔδυσεν ὁ ἄνθρωπος, ἐν Χριστῷ ἀνέτειλεν. Μαρτυρεῖ Παῦλος · Ὥσπερ γὰρ ἐν τῷ Ἀδὰμ πάντες ἀποθνήσκουσιν, οὕτω καὶ ἐν τῷ Χριστῷ πάντες ζωοποιηθήσονται. Καὶ ἔλαβεν ὁ θεὸς τὸν ἄνθρωπον, ὃν ἐποίησε, καὶ ἔθετο αὐτὸν ἐν τῷ παραδείσῳ. Εἰσήνεγκεν αὐτὸν εἰς ἕτοιμον οἶκον. Ὥσπερ ὁ καλῶν τινα εἰς ἑστίασιν, πρῶτον παρασκευάζει τὸν οἶκον καὶ τότε εἰσάγει τὸν κεκλημένον. Οὕτω καὶ ἐνταῦθα. Παρεσκεύασεν αὐτῷ ἐνδιαίτημα ἀξιοπρεπὲς τὸν παράδεισον καὶ οὕτως εἰσήγαγε τὸν κεκλημένον. Ποῦ ἐπλάσθη; Ἐν τῇ γῇ, ἔξω τοῦ παραδείσου. Ὥσπερ γὰρ φωστῆρες ἀλλαχοῦ ἐγένοντο καὶ ἐτέθησαν ἐν τῷ οὐρανῷ, οὕτως ὁ Ἀδὰμ ἐπλάσθη ἔξω εἰς ἄλλην γῆν καὶ τότε εἰσηνέχθη εἰς τὸν παράδεισον. Πόθεν τοῦτο; Λέγει ἡ γραφὴ ἐπὶ τέλει, ὅτε ἐξεβάλλετο ὁ Ἀδάμ · Καὶ ἐξαπέστειλεν ὁ θεὸς τὸν Ἀδὰμ ἐκ τοῦ παραδείσου τῆς τρυφῆς ἐργάζεσθαι τὴν γῆν, ἐξ ἧς ἐλήφθη. Ἔθετο αὐτὸν ἐν τῷ παραδείσῳ τῆς τρυφῆς, ἐργάζεσθαι καὶ φυλάττειν τὸν παράδεισον. Ἐργάζεσθαι. Τί γὰρ ἔλειπεν ἐν τῷ παραδείσῳ; Εἰ δὲ καὶ χρεία ἦν ἐργάτου, πόθεν ἄροτρον; Πόθεν τὰ ἄλλα τῆς γεωργίας ὄργανα; Ἐργάζεσθαι καὶ φυλάττειν τὴν ἐντολὴν τοῦ θεοῦ καὶ πιστεύειν τῇ ἐντολῇ τοῦ θεοῦ ἔργον ἦν. Λέγει ὁ σωτήρ· Τοῦτό ἐστιν ἔργον τοῦ θεοῦ, ἵνα πιστεύσητε εἰς ὃν ἀπέστειλεν ἐκεῖνος. Ὥσπερ οὖν τὸ πιστεῦσαι τῷ Χριστῷ ἔργον ἐστίν, οὕτω τὸ πιστεῦσαι τῇ ἐντολῇ, ὅτι ἐὰν ἅψηται, ἀποθνήσκει· ἐὰν δὲ μὴ ἅψηται, ζῇ. Ἔργον ἦν τῶν πνευματικῶν λόγων ἡ τήρησις. Παύλου ἔργον ποῖον; Μὴ γεωργὸς ἦν ὁ Παῦλος ; Μὴ ἑτέραν ἔσχεν ἐργασίαν; Οὐ τὸ πᾶν αὐτῷ ἔργον λόγος ἦν; οὐ κήρυγμα ἦν; Καὶ λέγει τοῖς μαθηταῖς· Τὸ ἔργον μου ὑμεῖς ἐστε ἐν κυρίῳ. Ἐργάζεσθαί φησιν αὐτὸν καὶ φυλάττειν. Ἀπὸ τίνος; Λῃστὴς οὐκ ἦν, ὁ παροδίτης οὐκ ἦν, ὁ ἐπιβουλεύων οὐκ ἦν. Ἀπὸ τίνος φυλάττειν; Ἵνα φυλάξῃ αὐτὸν ἑαυτῷ, ἵνα μὴ παραβὰς ἀπολέσῃ αὐτόν, ἀλλ’ ἵνα τὴν ἐντολὴν φυλάττων φυλάξῃ ἑαυτῷ τὸν παράδεισον. Συγκάμνει τῇ φωνῇ καὶ ἡ διάνοια· ἀλλὰ τῶν νοημάτων γενώμεθα. Ἔθηκεν αὐτὸν ἐν τῷ παραδείσῳ. Λοιπὸν σκιογραφεῖ ἡ γραφὴ τὰ μέλλοντα διὰ τῶν προλαβόντων. Ποταμὸς δὲ ἐκπορεύεται ἐξ Ἐδὲμ ποτίζειν τὸν παράδεισον. Ἀπὸ τούτου μάθε, ὅτι οὐ κηποῦριν ἦν ὁ παράδεισος μικρὸν ἔχων μέτρον. Ποταμὸς τοσοῦτος ἀρδεύει, ὥστε ἀπὸ τοῦ περιττεύματος αὐτοῦ τέσσαρας εἶναι ποταμούς. Ποταμὸς δὲ ἐκπορεύεται ἐξ Ἐδὲμ ποτίζειν τὸν παράδεισον. Ἐκεῖθεν μετὰ τὸ ποτίσαι μερίζεται εἰς τέσσαρας ἀρχάς· εἰς τὸν Τίγριν , εἰς τὸν Νεῖλον , εἰς τὸν Εὐφράτην , εἰς τὸν ἐν τῇ γραφῇ λεγόμενον Φεισών , ὃν νῦν λέγουσι Δανοῦβιν .