Ἐνταῦθα λοιπὸν προησφαλισάμην τοὺς μεμφομένους. Ἡ τοῦ ἀνθρώπου προσηγορία τῇ Ἑβραΐδι φωνῇ πῦρ ἑρμηνεύεται. Πρόσεχε, παρακαλῶ· ὁ μὲν γνησίως ἀκούων, ὡς φίλος καὶ σύντροφος ὢν τῆς ἀληθείας, σώζεται, ὁ δὲ ἐχθρῶς ἔχων τὰς ἀκοὰς οὐ ζητεῖ τί ὠφεληθῇ, ἀλλὰ τίνος ἐπιλάβηται, οὐ ζητεῖ τί κερδάνῃ, ἀλλὰ τί μέμψηται. Ὁ ἄνθρωπος τῇ Ἑβραΐδι διαλέκτῳ πῦρ λέγεται. Τοῦτο τὸ ὄνομα οὐκ ἐδόθη τῷ Ἀδὰμ ἀργῶς· Ἀλλὰ τέσσαρά ἐστι στοιχεῖα ἐν τῷ κόσμῳ – Πάλιν φυσιολογῶ, κἂν μὴ θέλωσιν. – γῆ, ὕδωρ, ἀήρ, πῦρ. Τῶν ἄλλων στοιχείων ἕκαστον ὡς ἔστι μένει. Οἷον· ἐὰν λάβῃς βῶλον γῆς, προσθεῖναι αὐτῷ ἀπὸ τοῦ κατεχομένου οὐ δύνῃ· ἂν οὖν λάβῃς βῶλον γῆς, ὅ ἐστι μένει. Ὕδωρ πάλιν ἐὰν λάβῃς μέτρῳ τινί, μένει τὸ αὐτὸ ὕδωρ, προσθήκην οὐ λαμβάνει. Ἀέρος ἐὰν πληρώσης ἀσκόν, ἄλλον ἀσκὸν πληρῶσαι οὐ δύναται ἀπ’ ἐκείνου. Τὸ δὲ πῦρ οὐ μένει οἷον ἐστι. Μικρὸς ἅπτεται λύχνος καὶ μυρίας ἐξ αὐτοῦ ἀνάπτεις λαμπάδας, κάμινον ὅλην, φλόγα πολλήν, καὶ οὐ μένει ἐν τῇ ἰδίᾳ ὄψει, ἀλλ’ ὅσην ἂν λάβῃ τὴν ὕλην πλεονάζει τὸ πῦρ. Ἐπεὶ οὖν προῄδει θεός, ὅτι ἀπὸ ἑνὸς ἀνθρωπείου σώματος πληροῦται τῆς οἰκουμένης τὰ πέρατα – εἷς λύχνος τοσαύτας ἐξάπτει λαμπάδας, καὶ δύσις καὶ ἀνατολὴ καὶ ἄρκτος καὶ μεσημβρία –, ἔθηκεν ὄνομα ἄξιον τοῦ πράγματος. Διὰ τοῦτο καὶ αὐτὸ τοῦ Ἀδὰμ τὸ ὄνομα ἀρραβὼν ἦν τῆς οἰκουμένης. Ἐπειδὴ γὰρ ἔμελλε τὰ τέσσαρα κλίματα ἐξ αὐτοῦ πληροῦσθαι, τίθησι τὸ ὄνομα τοῦ Ἀδάμ · ἄλφα ἀνατολή, δέλτα δύσις, ἄλφα ἄρκτος, μῦ μεσημβρία. Καὶ τὸ ὄνομα καὶ τὰ γράμματα μαρτυρεῖ τῷ ἀνθρώπῳ μέλλοντι πληροῦν τὴν οἰκουμένην. Καλεῖται τοίνυν τῇ Ἑβραΐδι φωνῇ πῦρ. Ἐπεὶ τοίνυν πῦρ ἔχει τὴν προσηγορίαν, οὐκ ὀκνεῖ ἡ γραφὴ καὶ τοὺς ἀγγέλους ἀνθρώπους καλεῖν. Ὅτε γὰρ ἦλθον αἱ περὶ Μαρίαν εἰς τὸ μνῆμα, λέγει· Ἰδοὺ παρέστησαν αὐταῖς δύο ἄνδρες. Ἦσαν δὲ ἄγγελοι. Καὶ ἄγγελοι δὲ καλοῦνται πῦρ· Ὁ ποιῶν γὰρ τοὺς ἀγγέλους αὐτοῦ πνεύματα καὶ τοὺς λειτουργοὺς αὐτοῦ πῦρ φλέγον. Καλεῖ αὐτοὺς ἄνδρας, ἐπειδὴ κοινὴν ἔχουσι τὴν ἔννοιαν τοῦ ἀνθρώπου. Καὶ τί θαυμάζεις; Αὐτὸς ὁ θεὸς καλεῖται πῦρ, καλεῖται ἄνθρωπος. Λέγει ὁ σωτὴρ περὶ τοῦ ἰδίου πατρός· Ἄνθρωπός τις ἦν οἰκοδεσπότης, ὃς ἐφύτευσεν ἄμπελον. Καὶ ἀπέστειλε τοὺς δούλους αὐτοῦ καὶ ἀπεκτάνθησαν οἱ δοῦλοι. Καὶ ἵνα συντέμω· Καὶ εἶπεν ὁ ἄνθρωπος ἐκεῖνος· Ἔτι ἕνα υἱὸν ἔχω· ἀποστελῶ αὐτόν, μήποτε ἐντραπῶσι. Τί βούλεται ἄνθρωπος περὶ τὸ ὄνομα τὸ θεῖον; Οὐ γὰρ εἶπε παραβολήν. Οὐκ εἶπεν ὁμοία ἐστίν, ἀλλ’ ἄνθρωπός τις ἦν. Διὰ τοῦτο Μωϋσῆς · Ὁ θεὸς ἡμῶν πῦρ καταναλίσκον. Καὶ ὁ σωτὴρ ἐλθὼν λέγει· Πῦρ ἦλθον βαλεῖν ἐπὶ τὴν γῆν. Λαμβάνει τοίνυν ὄνομα ἄξιον τοῦ πράγματος. Ἐπειδὴ τὸ πῦρ, ὡς ἔφθην εἰπών, ἀπὸ μικροῦ μέγα γίνεται καὶ ἄνθρωπος ἀπὸ ὀλίγου τὰ πέρατα τῆς οἰκουμένης ἐπλήρωσεν, ἐκλήθη ὁ ἄνθρωπος πῦρ. Τοῦτο διὰ τὸ ποιήσωμεν τὸν ἄνθρωπον · τῇ γὰρ Ἑβραίᾳ ποιήσωμεν πῦρ. Ποιήσωμεν ἄνθρωπον κατ’ εἰκόνα ἡμετέραν. Πολλοὶ ἐνόμισαν τῶν εὐήθων καὶ τῶν τὰς ψυχὰς ἀπαιδεύτων, ὅτι κατ’ εἰκόνα θεοῦ ὁ ἄνθρωπος, ὡς τοῦ θεοῦ ῥῖνας ἔχοντος ἢ ὀφθαλμοὺς τοιούτους ἢ ὦτα τοιαῦτα ἢ στόμα τοιοῦτον. Ἐσφαλμένη δὲ καὶ ἄτοπος αὕτη ἡ διάνοια. Καὶ ἔστιν αἵρεσις ἕως σήμερον ἀνθρωπομόρφου λέγουσα τὸ θεῖον. Ἐπειδὴ γὰρ ἤκουσαν οἱ ὀφθαλμοὶ κυρίου καὶ τὰ ὦτα κυρίου καὶ ὠσφράνθη κύριος καὶ τὸ στόμα κυρίου ἐλάλησεν καὶ ἡ χεὶρ κυρίου ἐποίησεν καὶ οἱ πόδες τοῦ θεοῦ ἔστησαν , ἐμελογράφησαν τὸ ἀσώματον ἀγνοοῦντες τὴν ἄτοπον ἔννοιαν. Λέγει ὁ θεός, ἵνα μάθῃς, ὅτι οὐδεμίαν ἐμφέρειαν ἄνθρωπος ἔχει πρὸς τὸν θεόν, ὅσον πρὸς τὴν σωματικὴν ὄψιν. Οὐ γὰρ τὴν φωνὴν ἀναιρῶ τὴν λέγουσαν ποιήσωμεν ἄνθρωπον κατ’ εἰκόνα , ἀλλὰ δείκνυται, πῶς κατ’ εἰκόνα λέγει ὁ θεός. Τὸν οὐρανὸν καὶ τὴν γῆν ἐγὼ πληρῶ, λέγει κύριος. Πάλιν ὁ αὐτός· Οὐρανός μοι θρόνος, ἡ δὲ γῆ ὑποπόδιον τῶν ποδῶν μου. Ἀκολουθήσωμεν τῇ λέξει; Δουλεύσωμεν τῷ ῥήματι; Ἀλλ’ ἡ ἀκολουθία με ἐλέγχει. Πῶς νοήσω τὸν οὐρανὸν θρόνον ; Ὁ θρόνος περιλαμβάνει τὸν καθήμενον, θεὸς δὲ οὐ περιγράφεται. Οὐδὲν ἐστι περὶ τὸν θεόν, πάντα δὲ κυκλοῖ καὶ τειχίζει ὁ θεός. Εἰ οὖν οὐρανὸν ἔχει θρόνον , πῶς μετρήσει τὸν οὐρανὸν σπιθαμῇ ; Πῶς δὲ καὶ κάθηται εἰς τὸν οὐρανόν; Ὁ οὐρανὸς ἐμοὶ θρόνος, ἡ δὲ γῆ ὑποπόδιον τῶν ποδῶν μου. Ποῦ κάθηται; Ἐπὶ τὸν φαινόμενον; Ἀστέρες ὑποκάτω τοῦ στερεώματος, ὕδωρ ἐπάνω. Εἰ ἐπάνω κάθηται, οὐκ ἐπάνω τῶν οὐρανῶν, ἀλλ’ εἰς τὸν ἀνώτερον οὐρανόν. Εἰ κάθηται πάντως, καὶ οἱ πόδες κρέμανται ἕως τῆς γῆς. Τοιοῦτον σχῆμα περιτίθης τῷ ἀσχηματίστῳ; Οὐκ ἔστιν ἀσεβὲς καὶ τοῦτο οὕτω νοῆσαι; Εἶτα λοιπόν, εἰ οἱ πόδες αὐτοῦ πατοῦσι τὴν γῆν, πῶς σπείρομεν; Πῶς θερίζομεν; Πῶς διερχόμεθα μὴ συγκρούοντες αὐτοῦ τοῖς ποσίν; Πῶς δὲ ἐμέτρησε τὸν οὐρανὸν σπιθαμῇ ; Πῶς δακτύλους εἶχε μεγάλους ἀναλόγους τῇ θεότητι; Καὶ πῶς ἐν ἐκείνοις τοῖς δακτύλοις ἔγραψε πλάκας μικρὰς δακτύλοις τοιούτοις καὶ οὐδὲ πολλοῖς; Ἡμεῖς τρισὶ δακτύλοις γράφομεν τῶν ἄλλων συνεργούντων· θεὸς ἑνὶ δακτύλῳ τὰς πλάκας ἔγραψεν . Εἶδές τινα ἑνὶ δακτύλῳ γράφοντα; Νοήματά ἐστι ταῦτα μᾶλλον ἢ ῥήματα.