Ἐκεκόσμητο ὁ οὐρανός, ἐστεφάνωτο τοῖς καρποῖς ἡ γῆ, διώριστο τὰ τῆς θαλάσσης ὕδατα, ἐβλάστησε βλαστήματα, προῆλθε τὰ ἄλογα ζῷα, ἐπεπλήρωτο ἡ οἰκουμένη, ἐκεκόσμητο ὁ οἶκος· ἔλειπεν ὁ οἰκοδεσπότης πάντων τῶν γενομένων. Εἶπεν ὁ θεὸς ποιήσωμεν ἄνθρωπον κατ’ εἰκόνα ἡμετέραν καὶ ὁμοίωσιν. Ἐδείχθη τῇ προτεραίᾳ τίς ἡ δύναμις τοῦ ποιήσωμεν , τίνος ὁ λόγος καὶ πρὸς τίνα ὁ λόγος, τίς ὁ σύμβουλος καὶ τίνος ἡ κοινὴ σκέψις. Ἀλλ’ ἐπειδὴ ἀπὸ τῶν γραφῶν παρεστήσαμεν σύμβουλον τῆς ἀρχαίας βουλῆς τὸν υἱόν, ἐσιωπήσαμεν δὲ τοῦ ἁγίου πνεύματος τὴν δόξαν, ἵνα μὴ ἀφορμὰς δέχωνται παρ’ ἡμῶν ὑγιαινόντων οἱ νοσοῦντες, ἀναγκαῖον εἰδέναι, ὅτι μία δόξα, μία γνώμη, εἷς λόγος ἐνεργῶν τοῦ πατρὸς καὶ τοῦ υἱοῦ καὶ τοῦ ἁγίου πνεύματος. Εἴρηται ἐνταῦθα σύμβουλος ὁ υἱός. Ἀλλαχοῦ εἴρηται, ὅτι τὴν γνῶσιν τοῦ θεοῦ οὐδεὶς οἶδεν, εἰ μὴ τὸ πνεῦμα τὸ ἅγιον. Λέγει Παῦλος , ὅτι οὐδεὶς οἶδε τῶν ἀνθρώπων τὰ τοῦ ἀνθρώπου, εἰ μὴ τὸ πνεῦμα τοῦ ἀνθρώπου τὸ ἐν αὐτῷ· οὕτω καὶ τὰ τοῦ θεοῦ οὐδεὶς οἶδεν, εἰ μὴ τὸ πνεῦμα τοῦ θεοῦ . Εἰ τὸ ἐν σοὶ πνεῦμα ἀλλότριον τῆς σῆς οὐσίας, καὶ τὸ ἐν τῷ θεῷ πνεῦμα ἀλλότριον τῆς τοῦ θεοῦ οὐσίας. Βούλεταί τι πατήρ; Ἡ αὐτὴ βουλὴ καὶ υἱοῦ καὶ ἁγίου πνεύματος. Βούλεταί τι υἱός; Ἡ αὐτὴ βουλὴ πατρὸς καὶ πνεύματος. Βούλεταί τι πνεῦμα; Ἡ αὐτὴ βουλὴ πατρὸς καὶ υἱοῦ. Ἐγείρει ὁ πατὴρ τοὺς νεκρούς; Ἐγείρει καὶ ὁ υἱός. Λέγει ὁ σωτήρ· Ὥσπερ γὰρ ὁ πατὴρ ἐγείρει τοὺς νεκροὺς καὶ ζωοποιεῖ, οὕτω καὶ ὁ υἱὸς οὓς θέλει ζωοποιεῖ. Ἰδοὺ ἡ βουλὴ συνηγμένη. Ποῦ οὖν ἡ βουλὴ τοῦ πνεύματος; Ἄκουε· Ταῦτα δὲ πάντα ἐνεργεῖ τὸ ἓν καὶ τὸ αὐτὸ πνεῦμα, διαιροῦν ἰδίᾳ ἑκάστῳ καθὼς βού λεται. Μία βασιλεία πατρός, υἱοῦ καὶ ἁγίου πνεύματος. Μέμφεται δὲ ὁ θεὸς καὶ τῆς ἄνευ γνώμης θεοῦ πειρωμένοις τι ποιεῖν. Λέγει διὰ τοῦ προφήτου· Οὐαὶ, τέκνα ἀποστάται, λέγει κύριος. Ἐποιήσατε βουλήν, οὐ δι’ ἐμοῦ, καὶ συνθήκας, οὐ διὰ τοῦ πνεύματός μου. Τρανῶς παριστῶν τὴν ἁγίαν τριάδα ἔλεγε Ζαχαρίας ὁ προφήτης· Ἰσχυέτωσαν αἱ χεῖρες Ζοροβάβελ , λέγει κύριος, καὶ ἰσχυέτωσαν αἱ χεῖρες Ἰωσεδὲκ τοῦ ἱερέως καὶ αἱ χεῖρες τοῦ λαοῦ, διότι ἐγὼ μεθ’ ὑμῶν εἰμι, λέγει κύριος, καὶ ὁ λόγος μου ὁ ἀγαθός· καὶ τὸ πνεῦμά μου ἐν μέσῳ ὑμῶν. Ἄλλως τέ, ἀδελφοί, ἡ ἀναγέννησις ἡμῶν μαρτυρεῖ τῇ δημιουργίᾳ. Εἰ μὴ ἐκοινώνησε πατρὶ καὶ υἱῷ τὸ πνεῦμα εἰς τὴν δημιουργίαν, οὐκ ἂν ἐκοινώνησεν εἰς τὴν ἀναγέννησιν. Πῶς βαπτιζόμεθα; Ἐν ὀνόματι πατρὸς καὶ υἱοῦ καὶ ἁγίου πνεύματος. Ποία μείζων ἡ γέννησις ἢ τῆς δημιουργίας ἢ τῆς μυσταγωγίας; Ἐκεῖ ἀρχὴ ζωῆς εἰς θάνατον, ὧδε ἀρχὴ θανάτου εἰς ζωήν. Πῶς τοίνυν ἐνδέχεται ἐπὶ μὲν τοῦ μείζονος κοινωνὸν εἶναι πατρὸς καὶ υἱοῦ τὸ ἅγιον πνεῦμα, ἐπὶ δὲ τῆς σωματικῆς δημιουργίας ἀποσχοινίζεσθαι τῆς κοινῆς ἀξίας; Οὐκ ἂν ἐκτίσθημεν, εἰ μὴ ὑπὸ τοῦ ἁγίου πνεύματος ἐμορφώθημεν. Καὶ ἐπειδὴ ἐν τῇ πρώτῃ κτίσει κοινωνόν ἐστι πατρὸς καὶ υἱοῦ, ὁμοίως καὶ ἐν τῷ βαπτίσματι κοινωνὸν καὶ συνεργόν. Πάλιν ἐν τῇ ἀναστάσει οὐχ οἷόν τε ἡμᾶς ἄλλως ἀναστῆναι, εἰ μὴ πατρὸς θέλοντος καὶ υἱοῦ συνεργοῦντος καὶ ἁγίου πνεύματος ἐνδυναμοῦντος. Ἄκουε τοῦ κυρίου λέγοντος. Καλῶς εἶπον τοῦ κυρίου. Εἰ γὰρ καὶ Παύλου ἐστὶ φωνή, ἀλλὰ τοῦ κυρίου ἐστὶ φωνή. Αὐτοῦ γὰρ ἔστιν ἀκοῦσαι· Εἰ δοκιμὴν ζητεῖτε λαβεῖν τοῦ ἐν ἐμοὶ λαλοῦντος Χριστοῦ . Λέγει τοίνυν ὁ ἐν Παύλῳ λαλῶν· Ὑμεῖς δὲ οὐκ ἐστὲ ἐν σαρκί, ἀλλ’ ἐν πνεύματι, εἴπερ πνεῦμα θεοῦ οἰκεῖ ἐν ὑμῖν. Εἰ δέ τις πνεῦμα θεοῦ οὐκ ἔχει, οὗτος οὐκ ἔστιν αὐτοῦ. Εἰ δὲ Χριστὸς ἐν ὑμῖν, τὸ μὲν σῶμα νεκρὸν δι’ ἁμαρτίαν, τὸ δὲ πνεῦμα ζωὴ διὰ δικαιοσύνην. Εἰ δὲ τὸ πνεῦμα τοῦ ἐγείραντος τὸν Χριστὸν οἰκεῖ ἐν ὑμῖν, ὁ ἐγείρας τὸν Χριστὸν ἐκ νεκρῶν ζωοποιήσει καὶ τὰ θνητὰ σώματα ὑμῶν, διὰ τὸ ἐνοικοῦν αὐτοῦ πνεῦμα ἐν ὑμῖν. Ἐκτὸς πατρὸς καὶ υἱοῦ καὶ πνεύματος ἁγίου οὐχ ἡ πρώτη κτίσις, οὐχ ἡ δευτέρα γέννησις, οὐχ ἡ τελευταία ἀνάστασις. Ποιήσωμεν ἄνθρωπον.