Ἐκεκόσμητο ὁ οὐρανός, ἐστεφάνωτο τοῖς καρποῖς ἡ γῆ, διώριστο τὰ τῆς θαλάσσης ὕδατα, ἐβλάστησε βλαστήματα, προῆλθε τὰ ἄλογα ζῷα, ἐπεπλήρωτο ἡ οἰκουμένη, ἐκεκόσμητο ὁ οἶκος· ἔλειπεν ὁ οἰκοδεσπότης πάντων τῶν γενομένων. Εἶπεν ὁ θεὸς ποιήσωμεν ἄνθρωπον κατ’ εἰκόνα ἡμετέραν καὶ ὁμοίωσιν. Ἐδείχθη τῇ προτεραίᾳ τίς ἡ δύναμις τοῦ ποιήσωμεν , τίνος ὁ λόγος καὶ πρὸς τίνα ὁ λόγος, τίς ὁ σύμβουλος καὶ τίνος ἡ κοινὴ σκέψις. Ἀλλ’ ἐπειδὴ ἀπὸ τῶν γραφῶν παρεστήσαμεν σύμβουλον τῆς ἀρχαίας βουλῆς τὸν υἱόν, ἐσιωπήσαμεν δὲ τοῦ ἁγίου πνεύματος τὴν δόξαν, ἵνα μὴ ἀφορμὰς δέχωνται παρ’ ἡμῶν ὑγιαινόντων οἱ νοσοῦντες, ἀναγκαῖον εἰδέναι, ὅτι μία δόξα, μία γνώμη, εἷς λόγος ἐνεργῶν τοῦ πατρὸς καὶ τοῦ υἱοῦ καὶ τοῦ ἁγίου πνεύματος. Εἴρηται ἐνταῦθα σύμβουλος ὁ υἱός. Ἀλλαχοῦ εἴρηται, ὅτι τὴν γνῶσιν τοῦ θεοῦ οὐδεὶς οἶδεν, εἰ μὴ τὸ πνεῦμα τὸ ἅγιον. Λέγει Παῦλος , ὅτι οὐδεὶς οἶδε τῶν ἀνθρώπων τὰ τοῦ ἀνθρώπου, εἰ μὴ τὸ πνεῦμα τοῦ ἀνθρώπου τὸ ἐν αὐτῷ· οὕτω καὶ τὰ τοῦ θεοῦ οὐδεὶς οἶδεν, εἰ μὴ τὸ πνεῦμα τοῦ θεοῦ . Εἰ τὸ ἐν σοὶ πνεῦμα ἀλλότριον τῆς σῆς οὐσίας, καὶ τὸ ἐν τῷ θεῷ πνεῦμα ἀλλότριον τῆς τοῦ θεοῦ οὐσίας. Βούλεταί τι πατήρ; Ἡ αὐτὴ βουλὴ καὶ υἱοῦ καὶ ἁγίου πνεύματος. Βούλεταί τι υἱός; Ἡ αὐτὴ βουλὴ πατρὸς καὶ πνεύματος. Βούλεταί τι πνεῦμα; Ἡ αὐτὴ βουλὴ πατρὸς καὶ υἱοῦ. Ἐγείρει ὁ πατὴρ τοὺς νεκρούς; Ἐγείρει καὶ ὁ υἱός. Λέγει ὁ σωτήρ· Ὥσπερ γὰρ ὁ πατὴρ ἐγείρει τοὺς νεκροὺς καὶ ζωοποιεῖ, οὕτω καὶ ὁ υἱὸς οὓς θέλει ζωοποιεῖ. Ἰδοὺ ἡ βουλὴ συνηγμένη. Ποῦ οὖν ἡ βουλὴ τοῦ πνεύματος; Ἄκουε· Ταῦτα δὲ πάντα ἐνεργεῖ τὸ ἓν καὶ τὸ αὐτὸ πνεῦμα, διαιροῦν ἰδίᾳ ἑκάστῳ καθὼς βού λεται. Μία βασιλεία πατρός, υἱοῦ καὶ ἁγίου πνεύματος. Μέμφεται δὲ ὁ θεὸς καὶ τῆς ἄνευ γνώμης θεοῦ πειρωμένοις τι ποιεῖν. Λέγει διὰ τοῦ προφήτου· Οὐαὶ, τέκνα ἀποστάται, λέγει κύριος. Ἐποιήσατε βουλήν, οὐ δι’ ἐμοῦ, καὶ συνθήκας, οὐ διὰ τοῦ πνεύματός μου. Τρανῶς παριστῶν τὴν ἁγίαν τριάδα ἔλεγε Ζαχαρίας ὁ προφήτης· Ἰσχυέτωσαν αἱ χεῖρες Ζοροβάβελ , λέγει κύριος, καὶ ἰσχυέτωσαν αἱ χεῖρες Ἰωσεδὲκ τοῦ ἱερέως καὶ αἱ χεῖρες τοῦ λαοῦ, διότι ἐγὼ μεθ’ ὑμῶν εἰμι, λέγει κύριος, καὶ ὁ λόγος μου ὁ ἀγαθός· καὶ τὸ πνεῦμά μου ἐν μέσῳ ὑμῶν. Ἄλλως τέ, ἀδελφοί, ἡ ἀναγέννησις ἡμῶν μαρτυρεῖ τῇ δημιουργίᾳ. Εἰ μὴ ἐκοινώνησε πατρὶ καὶ υἱῷ τὸ πνεῦμα εἰς τὴν δημιουργίαν, οὐκ ἂν ἐκοινώνησεν εἰς τὴν ἀναγέννησιν. Πῶς βαπτιζόμεθα; Ἐν ὀνόματι πατρὸς καὶ υἱοῦ καὶ ἁγίου πνεύματος. Ποία μείζων ἡ γέννησις ἢ τῆς δημιουργίας ἢ τῆς μυσταγωγίας; Ἐκεῖ ἀρχὴ ζωῆς εἰς θάνατον, ὧδε ἀρχὴ θανάτου εἰς ζωήν. Πῶς τοίνυν ἐνδέχεται ἐπὶ μὲν τοῦ μείζονος κοινωνὸν εἶναι πατρὸς καὶ υἱοῦ τὸ ἅγιον πνεῦμα, ἐπὶ δὲ τῆς σωματικῆς δημιουργίας ἀποσχοινίζεσθαι τῆς κοινῆς ἀξίας; Οὐκ ἂν ἐκτίσθημεν, εἰ μὴ ὑπὸ τοῦ ἁγίου πνεύματος ἐμορφώθημεν. Καὶ ἐπειδὴ ἐν τῇ πρώτῃ κτίσει κοινωνόν ἐστι πατρὸς καὶ υἱοῦ, ὁμοίως καὶ ἐν τῷ βαπτίσματι κοινωνὸν καὶ συνεργόν. Πάλιν ἐν τῇ ἀναστάσει οὐχ οἷόν τε ἡμᾶς ἄλλως ἀναστῆναι, εἰ μὴ πατρὸς θέλοντος καὶ υἱοῦ συνεργοῦντος καὶ ἁγίου πνεύματος ἐνδυναμοῦντος. Ἄκουε τοῦ κυρίου λέγοντος. Καλῶς εἶπον τοῦ κυρίου. Εἰ γὰρ καὶ Παύλου ἐστὶ φωνή, ἀλλὰ τοῦ κυρίου ἐστὶ φωνή. Αὐτοῦ γὰρ ἔστιν ἀκοῦσαι· Εἰ δοκιμὴν ζητεῖτε λαβεῖν τοῦ ἐν ἐμοὶ λαλοῦντος Χριστοῦ . Λέγει τοίνυν ὁ ἐν Παύλῳ λαλῶν· Ὑμεῖς δὲ οὐκ ἐστὲ ἐν σαρκί, ἀλλ’ ἐν πνεύματι, εἴπερ πνεῦμα θεοῦ οἰκεῖ ἐν ὑμῖν. Εἰ δέ τις πνεῦμα θεοῦ οὐκ ἔχει, οὗτος οὐκ ἔστιν αὐτοῦ. Εἰ δὲ Χριστὸς ἐν ὑμῖν, τὸ μὲν σῶμα νεκρὸν δι’ ἁμαρτίαν, τὸ δὲ πνεῦμα ζωὴ διὰ δικαιοσύνην. Εἰ δὲ τὸ πνεῦμα τοῦ ἐγείραντος τὸν Χριστὸν οἰκεῖ ἐν ὑμῖν, ὁ ἐγείρας τὸν Χριστὸν ἐκ νεκρῶν ζωοποιήσει καὶ τὰ θνητὰ σώματα ὑμῶν, διὰ τὸ ἐνοικοῦν αὐτοῦ πνεῦμα ἐν ὑμῖν. Ἐκτὸς πατρὸς καὶ υἱοῦ καὶ πνεύματος ἁγίου οὐχ ἡ πρώτη κτίσις, οὐχ ἡ δευτέρα γέννησις, οὐχ ἡ τελευταία ἀνάστασις. Ποιήσωμεν ἄνθρωπον. Ἐνταῦθα λοιπὸν προησφαλισάμην τοὺς μεμφομένους. Ἡ τοῦ ἀνθρώπου προσηγορία τῇ Ἑβραΐδι φωνῇ πῦρ ἑρμηνεύεται. Πρόσεχε, παρακαλῶ· ὁ μὲν γνησίως ἀκούων, ὡς φίλος καὶ σύντροφος ὢν τῆς ἀληθείας, σώζεται, ὁ δὲ ἐχθρῶς ἔχων τὰς ἀκοὰς οὐ ζητεῖ τί ὠφεληθῇ, ἀλλὰ τίνος ἐπιλάβηται, οὐ ζητεῖ τί κερδάνῃ, ἀλλὰ τί μέμψηται. Ὁ ἄνθρωπος τῇ Ἑβραΐδι διαλέκτῳ πῦρ λέγεται. Τοῦτο τὸ ὄνομα οὐκ ἐδόθη τῷ Ἀδὰμ ἀργῶς· Ἀλλὰ τέσσαρά ἐστι στοιχεῖα ἐν τῷ κόσμῳ – Πάλιν φυσιολογῶ, κἂν μὴ θέλωσιν. – γῆ, ὕδωρ, ἀήρ, πῦρ. Τῶν ἄλλων στοιχείων ἕκαστον ὡς ἔστι μένει. Οἷον· ἐὰν λάβῃς βῶλον γῆς, προσθεῖναι αὐτῷ ἀπὸ τοῦ κατεχομένου οὐ δύνῃ· ἂν οὖν λάβῃς βῶλον γῆς, ὅ ἐστι μένει. Ὕδωρ πάλιν ἐὰν λάβῃς μέτρῳ τινί, μένει τὸ αὐτὸ ὕδωρ, προσθήκην οὐ λαμβάνει. Ἀέρος ἐὰν πληρώσης ἀσκόν, ἄλλον ἀσκὸν πληρῶσαι οὐ δύναται ἀπ’ ἐκείνου. Τὸ δὲ πῦρ οὐ μένει οἷον ἐστι. Μικρὸς ἅπτεται λύχνος καὶ μυρίας ἐξ αὐτοῦ ἀνάπτεις λαμπάδας, κάμινον ὅλην, φλόγα πολλήν, καὶ οὐ μένει ἐν τῇ ἰδίᾳ ὄψει, ἀλλ’ ὅσην ἂν λάβῃ τὴν ὕλην πλεονάζει τὸ πῦρ. Ἐπεὶ οὖν προῄδει θεός, ὅτι ἀπὸ ἑνὸς ἀνθρωπείου σώματος πληροῦται τῆς οἰκουμένης τὰ πέρατα – εἷς λύχνος τοσαύτας ἐξάπτει λαμπάδας, καὶ δύσις καὶ ἀνατολὴ καὶ ἄρκτος καὶ μεσημβρία –, ἔθηκεν ὄνομα ἄξιον τοῦ πράγματος. Διὰ τοῦτο καὶ αὐτὸ τοῦ Ἀδὰμ τὸ ὄνομα ἀρραβὼν ἦν τῆς οἰκουμένης. Ἐπειδὴ γὰρ ἔμελλε τὰ τέσσαρα κλίματα ἐξ αὐτοῦ πληροῦσθαι, τίθησι τὸ ὄνομα τοῦ Ἀδάμ · ἄλφα ἀνατολή, δέλτα δύσις, ἄλφα ἄρκτος, μῦ μεσημβρία. Καὶ τὸ ὄνομα καὶ τὰ γράμματα μαρτυρεῖ τῷ ἀνθρώπῳ μέλλοντι πληροῦν τὴν οἰκουμένην. Καλεῖται τοίνυν τῇ Ἑβραΐδι φωνῇ πῦρ. Ἐπεὶ τοίνυν πῦρ ἔχει τὴν προσηγορίαν, οὐκ ὀκνεῖ ἡ γραφὴ καὶ τοὺς ἀγγέλους ἀνθρώπους καλεῖν. Ὅτε γὰρ ἦλθον αἱ περὶ Μαρίαν εἰς τὸ μνῆμα, λέγει· Ἰδοὺ παρέστησαν αὐταῖς δύο ἄνδρες. Ἦσαν δὲ ἄγγελοι. Καὶ ἄγγελοι δὲ καλοῦνται πῦρ· Ὁ ποιῶν γὰρ τοὺς ἀγγέλους αὐτοῦ πνεύματα καὶ τοὺς λειτουργοὺς αὐτοῦ πῦρ φλέγον. Καλεῖ αὐτοὺς ἄνδρας, ἐπειδὴ κοινὴν ἔχουσι τὴν ἔννοιαν τοῦ ἀνθρώπου. Καὶ τί θαυμάζεις; Αὐτὸς ὁ θεὸς καλεῖται πῦρ, καλεῖται ἄνθρωπος. Λέγει ὁ σωτὴρ περὶ τοῦ ἰδίου πατρός· Ἄνθρωπός τις ἦν οἰκοδεσπότης, ὃς ἐφύτευσεν ἄμπελον. Καὶ ἀπέστειλε τοὺς δούλους αὐτοῦ καὶ ἀπεκτάνθησαν οἱ δοῦλοι. Καὶ ἵνα συντέμω· Καὶ εἶπεν ὁ ἄνθρωπος ἐκεῖνος· Ἔτι ἕνα υἱὸν ἔχω· ἀποστελῶ αὐτόν, μήποτε ἐντραπῶσι. Τί βούλεται ἄνθρωπος περὶ τὸ ὄνομα τὸ θεῖον; Οὐ γὰρ εἶπε παραβολήν. Οὐκ εἶπεν ὁμοία ἐστίν, ἀλλ’ ἄνθρωπός τις ἦν. Διὰ τοῦτο Μωϋσῆς · Ὁ θεὸς ἡμῶν πῦρ καταναλίσκον. Καὶ ὁ σωτὴρ ἐλθὼν λέγει· Πῦρ ἦλθον βαλεῖν ἐπὶ τὴν γῆν. Λαμβάνει τοίνυν ὄνομα ἄξιον τοῦ πράγματος. Ἐπειδὴ τὸ πῦρ, ὡς ἔφθην εἰπών, ἀπὸ μικροῦ μέγα γίνεται καὶ ἄνθρωπος ἀπὸ ὀλίγου τὰ πέρατα τῆς οἰκουμένης ἐπλήρωσεν, ἐκλήθη ὁ ἄνθρωπος πῦρ. Τοῦτο διὰ τὸ ποιήσωμεν τὸν ἄνθρωπον · τῇ γὰρ Ἑβραίᾳ ποιήσωμεν πῦρ. Ποιήσωμεν ἄνθρωπον κατ’ εἰκόνα ἡμετέραν. Πολλοὶ ἐνόμισαν τῶν εὐήθων καὶ τῶν τὰς ψυχὰς ἀπαιδεύτων, ὅτι κατ’ εἰκόνα θεοῦ ὁ ἄνθρωπος, ὡς τοῦ θεοῦ ῥῖνας ἔχοντος ἢ ὀφθαλμοὺς τοιούτους ἢ ὦτα τοιαῦτα ἢ στόμα τοιοῦτον. Ἐσφαλμένη δὲ καὶ ἄτοπος αὕτη ἡ διάνοια. Καὶ ἔστιν αἵρεσις ἕως σήμερον ἀνθρωπομόρφου λέγουσα τὸ θεῖον. Ἐπειδὴ γὰρ ἤκουσαν οἱ ὀφθαλμοὶ κυρίου καὶ τὰ ὦτα κυρίου καὶ ὠσφράνθη κύριος καὶ τὸ στόμα κυρίου ἐλάλησεν καὶ ἡ χεὶρ κυρίου ἐποίησεν καὶ οἱ πόδες τοῦ θεοῦ ἔστησαν , ἐμελογράφησαν τὸ ἀσώματον ἀγνοοῦντες τὴν ἄτοπον ἔννοιαν. Λέγει ὁ θεός, ἵνα μάθῃς, ὅτι οὐδεμίαν ἐμφέρειαν ἄνθρωπος ἔχει πρὸς τὸν θεόν, ὅσον πρὸς τὴν σωματικὴν ὄψιν. Οὐ γὰρ τὴν φωνὴν ἀναιρῶ τὴν λέγουσαν ποιήσωμεν ἄνθρωπον κατ’ εἰκόνα , ἀλλὰ δείκνυται, πῶς κατ’ εἰκόνα λέγει ὁ θεός. Τὸν οὐρανὸν καὶ τὴν γῆν ἐγὼ πληρῶ, λέγει κύριος. Πάλιν ὁ αὐτός· Οὐρανός μοι θρόνος, ἡ δὲ γῆ ὑποπόδιον τῶν ποδῶν μου. Ἀκολουθήσωμεν τῇ λέξει; Δουλεύσωμεν τῷ ῥήματι; Ἀλλ’ ἡ ἀκολουθία με ἐλέγχει. Πῶς νοήσω τὸν οὐρανὸν θρόνον ; Ὁ θρόνος περιλαμβάνει τὸν καθήμενον, θεὸς δὲ οὐ περιγράφεται. Οὐδὲν ἐστι περὶ τὸν θεόν, πάντα δὲ κυκλοῖ καὶ τειχίζει ὁ θεός. Εἰ οὖν οὐρανὸν ἔχει θρόνον , πῶς μετρήσει τὸν οὐρανὸν σπιθαμῇ ; Πῶς δὲ καὶ κάθηται εἰς τὸν οὐρανόν; Ὁ οὐρανὸς ἐμοὶ θρόνος, ἡ δὲ γῆ ὑποπόδιον τῶν ποδῶν μου. Ποῦ κάθηται; Ἐπὶ τὸν φαινόμενον; Ἀστέρες ὑποκάτω τοῦ στερεώματος, ὕδωρ ἐπάνω. Εἰ ἐπάνω κάθηται, οὐκ ἐπάνω τῶν οὐρανῶν, ἀλλ’ εἰς τὸν ἀνώτερον οὐρανόν. Εἰ κάθηται πάντως, καὶ οἱ πόδες κρέμανται ἕως τῆς γῆς. Τοιοῦτον σχῆμα περιτίθης τῷ ἀσχηματίστῳ; Οὐκ ἔστιν ἀσεβὲς καὶ τοῦτο οὕτω νοῆσαι; Εἶτα λοιπόν, εἰ οἱ πόδες αὐτοῦ πατοῦσι τὴν γῆν, πῶς σπείρομεν; Πῶς θερίζομεν; Πῶς διερχόμεθα μὴ συγκρούοντες αὐτοῦ τοῖς ποσίν; Πῶς δὲ ἐμέτρησε τὸν οὐρανὸν σπιθαμῇ ; Πῶς δακτύλους εἶχε μεγάλους ἀναλόγους τῇ θεότητι; Καὶ πῶς ἐν ἐκείνοις τοῖς δακτύλοις ἔγραψε πλάκας μικρὰς δακτύλοις τοιούτοις καὶ οὐδὲ πολλοῖς; Ἡμεῖς τρισὶ δακτύλοις γράφομεν τῶν ἄλλων συνεργούντων· θεὸς ἑνὶ δακτύλῳ τὰς πλάκας ἔγραψεν . Εἶδές τινα ἑνὶ δακτύλῳ γράφοντα; Νοήματά ἐστι ταῦτα μᾶλλον ἢ ῥήματα. Ποιήσωμεν ἄνθρωπον κατ’ εἰκόνα ἡμετέραν. Βούλεται ἡμᾶς ὁ θεὸς μιμητὰς αὐτοῦ εἶναι κατ’ ἀρετήν. Τί ἐστι κατ’ εἰκόνα ; Θεὸς ἅγιος. Ἐὰν γενώμεθα ἅγιοι, κατ’ εἰκόνα ἐσμὲν θεοῦ. Γίνεσθε γὰρ ἅγιοι, ὅτι ἐγὼ ἅγιός εἰμι. Θεὸς δίκαιος· Ἐὰν δικαιοσύνην μετέλθωμεν, εἰκών ἐσμεν θεοῦ. Δίκαιος γὰρ κύριος καὶ δικαιοσύνην ἠγάπησεν. Ἐὰν ὦμεν φιλάνθρωποι, ἐλεήμονες, εἰκών ἐσμεν τοῦ θεοῦ. Λέγει γὰρ ὁ σωτήρ· Γίνεσθε οἱ οἰκτίρμονες, ὡς πατὴρ ὑμῶν οἰκτείρει. Εἶδες ποῦ ἡ εἰκών; Δείκνυσι καὶ Παῦλος τὴν εἰκόνα. Λέγει γάρ· Ἀποδύσασθε τὸν παλαιὸν ἄνθρωπον καὶ ἐνδύσασθε τὸν νέον, τὸν κατὰ θεὸν κτισθέντα εἰς ἐπίγνωσιν ἀληθείας, κατ’ εἰκόνα τοῦ κτίσαντος αὐτόν. Εἶδες ὅτι ταῖς ἀρεταῖς ἐπιγράφεται τὸ κατ’ εἰκόνα ἡμετέραν ; Ἐν τίνι ἡ εἰκών; Ἐν τῇ ἐξουσίᾳ πάλιν· Ἀρχέτωσαν τῶν ἰχθύων τῆς θαλάσσης καὶ τῶν πετεινῶν τοῦ οὐρανοῦ καὶ τῶν θηρίων καὶ τῶν ἑρπετῶν καὶ τῶν κτηνῶν καὶ πάσης τῆς γῆς. Ὢ τῆς τοῦ θεοῦ ἀκολουθίας. Ὢ τῆς τῶν ῥημάτων ἀκριβείας. Διὰ τί πρῶτον ἐμνημόνευσεν ἀρχέτωσαν τῶν ἰχθύων τῆς θαλάσσης ; Κατὰ τὴν τάξιν τῆς δημιουργίας ἡ τάξις τῆς δεσποτείας. Ἐπειδὴ πρῶτοι ἐκ τῆς θαλάσσης ἐγένοντο ἰχθύες καὶ πετεινά, μετὰ ταῦτα δὲ ἀπὸ γῆς τὰ τετράποδα καὶ τὰ λοιπὰ κτήνη, εἰσάγει οὖν τὰ πρῶτα γενόμενα· Ἀρχέτωσαν τῶν ἰχθύων καὶ τῶν πετεινῶν καὶ τῶν θηρίων καὶ τῶν ἑρπετῶν καὶ τῶν κτηνῶν. Ὅθεν καὶ οἱ τρεῖς παῖδες εὐλογοῦντες ἐν τῇ καμίνῳ φυλάττουσι τὴν τάξιν· Εὐλογεῖτε, θάλασσαι καὶ ποταμοὶ, τὸν κύριον. Εὐλογεῖτε, κήτη καὶ πάντα τὰ κινούμενα ἐν ὕδασι, τὸν κύριον. Εὐλογεῖτε, πάντα τὰ πετεινὰ τοῦ οὐρανοῦ, τὸν κύριον. Εὐλογεῖτε, τὰ θηρία καὶ τὰ κτήνη. Εὐλογεῖτε, υἱοὶ τῶν ἀνθρώπων. Ἦν μὲν οὖν καὶ ἕτερα ἐπιθεωρῆσαι, ἀλλ’ εἰς τὸ προκείμενον ἐπανέλθωμεν. Καὶ ἔπλασεν ὁ θεὸς τὸν ἄνθρωπον. Οὐκ εἶπεν ἁπλῶς ἐποίησεν, ἀλλ’ ἔπλασεν. Πλάσις λέγεται ἐπὶ τῆς εὐπρεπείας, ὡς ὅταν τις θεασάμενος πρόσωπον εὔμορφον, ἐπειδὴ καλὸν πλάσμα, λέγῃ· Οὐδὲν ἐποίησεν ὁ θεὸς ἐν τῷ σώματι ἀπρεπές, ἀλλὰ καὶ πρὸς τὴν εὐπρέπειαν καὶ πρὸς τὴν χρῆσιν. Οἷον ὁ ὀφθαλμὸς δύο ἔχει καὶ χρῆσιν καὶ εὐπρέπειαν· καὶ γὰρ βλέπει καὶ φαιδρύνει τὸ πρόσωπον καὶ κοσμεῖ τὴν ὄψιν καὶ ὁρᾷ πάντα. Ἡ ἀκοὴ ἔχει τὴν χρῆσιν, ἔχει τὴν ὄψιν. Τὸ γὰρ περικείμενον κύμβαλον κοσμεῖ τὸ ζῷον. Ὁμοίως ἡ ῥὶς ἔχει τὴν ὄσφρησιν ἀναγκαίαν, ἀλλ’ ἔχει παρὰ τὰ ἄλλα ζῷα, ὥσπερ μεσότοιχον καὶ πληροῦν τὴν εὐπρέπειαν. Τοῦτο τῷ ἀνθρώπῳ ὑπάρχει. Τὰ γὰρ ἄλλα ζῷα μυκτῆρας οὐκ ἔχουσιν, ἀλλὰ μίαν καθόλου τὴν θέσιν. Τοῦτο δὲ διὰ τοῦτο ἔπλασεν ὁ θεός. Διὸ καὶ Δαυίδ · Ὁ φυτεύσας τὸ οὖς, οὐχὶ ἀκούει; ἢ ὁ πλάσας τὸν ὀφθαλμὸν, οὐχὶ κατανοεῖ; Οὕτω καὶ τὴν γῆν ἐποίησε πρὸς εὐπρέπειαν, πρὸς χρῆσιν. Καὶ ἵνα μὴ δείξω σοι πολλὰ εὐπρεπῆ, ἓν εἰπὼν ὑπερβήσομαι. Ἔδωκεν ὁ θεὸς τῷ ἀνθρώπῳ, λέγω δὴ τῷ ἀνδρί, μετὰ τῶν ἄλλων καὶ μαστῶν ἁρμονίαν. Ἀνδρὶ μαστὸς διὰ τί; Διὰ τὴν εὐπρέπειαν. Ἔστω γὰρ γυναικὶ διὰ τὸ ἀναγκαῖον τῆς φύσεως, διὰ τὴν χορηγίαν τοῦ γάλακτος. Ἀνδρὶ μαστὸς διὰ τί; Διὰ τὴν εὐπρέπειαν, διὰ τὴν εὐκοσμίαν. Ὥσπερ γὰρ ἐν τοῖς οἰκοδομήμασι τινὰ μὲν γίνεται διὰ τὸ ἀναγκαῖον, τινὰ δὲ διὰ τὴν εὐπρέπειαν, οὕτως ὁ θεὸς καὶ ἐκόσμησε τὸν ἄνθρωπον καὶ πρὸς τὴν χρῆσιν ἀπήρτισεν. Ἔπλασεν αὐτὸν χοῦν λαβὼν ἀπὸ τῆς γῆς. Μακάριαι αἱ Χριστιανῶν ἐλπίδες, ἐὰν ἐπιγνῶμεν, ἃ ἀκούομεν. Διὰ τί οὐκ εἶπε· Ἔλαβε βῶλον ἀπὸ τῆς γῆς; Τοσοῦτον σῶμα ἔπλασε· καὶ οὐ χρείαν ἔσχεν οὐδὲ βώλου, ἀλλὰ χοῦν λαμβάνει . Ὁ θεὸς προεῖδε τὰ μέλλοντα ὡς ὄντα. Ἐπειδὴ προῄδει, ὅτι μέλλει τελευτᾶν τὸ ζῷον καὶ εἰς χοῦν μεταβάλλεσθαι, προλαβὼν ἐν τῇ δημιουργίᾳ ἔδειξε τὴν ἐλπίδα τῆς ἀναστάσεως. Λαμβάνει χοῦν ἀπὸ τῆς γῆς , ἵν’ ὅταν ἴδῃς ἐν τάφῳ χοῦν, γνῷς ὅτι ὁ ἐκεῖνο πλάσας καὶ τοῦτο ἀνίστησιν. Ἔπλασε τὸν ἄνθρωπον, χοῦν λαβὼν ἀπὸ τῆς γῆς, καὶ ἐνεφύσησεν εἰς τὸ πρόσωπον αὐτοῦ πνοὴν ζωῆς. Βλέπε διαφορὰν ἀνθρώπων καὶ ἀλόγων. Τὰ ἄλλα πάντα ποιῶν ὁ θεός, ὁμοῦ πάντα ἐπήγαγε μετὰ τοῦ σώματος καὶ τὴν ψυχήν. Πρόσεχε, παρακαλῶ. Ἐποίησε τὰ νηκτὰ, ὁμοῦ σῶμα καὶ ψυχήν. Ἐξαγαγέτω ἡ γῆ ζῷα. Προῆλθεν ὁμοῦ μετὰ τῶν σωμάτων καὶ ἡ ψυχή. Τὸν ἄνθρωπον ποιεῖ τῷ σώματι πρῶτον, εἶτα τῇ ψυχῇ. Διὰ ποίαν ἐλπίδα; Οἵα ἡ πλάσις, τοιαύτη καὶ ἡ λύσις. Τὰ ζῷα διὰ τοῦτο ἀνάστασιν οὐκ ἔχει, ἐπειδὴ ὡς ἐγένετο, οὕτω καὶ ἀποθνήσκει. Ὁμοῦ τὸ σῶμα καὶ ἡ ψυχὴ ἀφανίζεται. Τὸ σῶμα τοῦ ἀνθρώπου ἔλαβεν ἀπὸ τῆς γῆς, τὴν δὲ ψυχὴν αὐτὸς δίδωσι κτίσας, δημιουργήσας, οὐκ ἐκ τῆς ἰδίας οὐσίας ἐκβαλών, ἵν’ ὅταν ἀποθάνῃ τὸ σῶμα ἢ ὁ ἄνθρωπος, μὴ ἀπογνῶμεν τῆς ψυχῆς. Τί γὰρ, ὅτι ἐτάφη ἐν τάφῳ τὸ σῶμα; Μὴ προσδοκήσῃς ἐκεῖ εἶναι τὴν ψυχήν. Οὐ γὰρ ἀπὸ γῆς ἐλήφθη, οὐδὲ εἰς γῆν ἀπέρχεται. Ἔστησεν οὖν τὴν ἐλπίδα. Διὰ τοῦτο καὶ ἐν τῷ Ἰεζεκιὴλ προφητεύει τὴν ἀνάστασιν οὕτω λέγων· Τοῖς νεκροῖς ὀστέοις ἐγένετο σῶμα. Εἶτά φησιν· Ἐκ τεσσάρων ἀνέμων ἐλθέτω τὸ πνεῦμα καὶ εἰσελθέτω εἰς τοὺς νεκροὺς τούτους καὶ ζησάτωσαν. Οὕτω καὶ Δαυὶδ βοᾷ· Ἀντανελεῖς τὸ πνεῦμα αὐτῶν καὶ ἐκλείψουσι καὶ εἰς τὸν χοῦν αὐτῶν ἐπιστρέψουσιν. Ἐξαποστελεῖς τὸ πνεῦμά σου καὶ κτισθήσονται καὶ ἀνακαινιεῖς τὸ πρόσωπον τῆς γῆς. Εἶδες δημιουργὸν τὸ πνεῦμα; Εἶδες συνεργὸν θεοῦ; Ἀλλ’ εἰς τὸ προκείμενον ἐπανέλθωμεν. Ἐνεφύσησεν. Διὰ τοῦ ἐνεφύσησεν τὸ ἁπλοῦν τῆς ψυχῆς ἔδειξε. Διὸ οὔτε πολυαρμόνιος. Πρόσεχε λοιπόν. Ἐπειδὴ ἐπαλαιώθη ἡ δημιουργία, ἀνακαινίζει αὐτὴν ὁ Χριστὸς ἐπὶ οἰκονομίᾳ. Ἐπλάσθη Ἀδὰμ ἀπὸ γῆς, ἔπλασεν ὁ Χριστὸς τοῦ τυφλοῦ τοὺς ὀφθαλμοὺς ἀπὸ πηλοῦ, ἵνα σὺ μάθῃς τὸν λαβόντα χοῦν ἀπὸ τῆς γῆς καὶ πλάσαντα . Ἐνεφύσησεν ὁ θεὸς εἰς τὸ πρόσωπον τοῦ Ἀδὰμ πνοὴν ζωῆς · Ἐνεφύσησεν ὁ Χριστὸς εἰς τὸ πρόσωπον τῶν ἀποστόλων καὶ λέγει· Λάβετε πνεῦμα ἅγιον. Ὃ ἀπώλεσεν ἐμφύσημα Ἀδάμ , ἐνταῦθα ὁ Χριστὸς ἀπέδωκε καὶ ἐγένετο πάλιν ὁ ἄνθρωπος εἰς ψυχὴν ζῶσαν. Πρόσεχε ἐνταῦθα τῇ ἀκολουθίᾳ. Εἰ γὰρ καὶ κάμνει τῆς φωνῆς τὸ ὄργανον, ἀλλὰ τῇ συνήθει ἐλπίδι προτρέχων καὶ τὰς τῶν ἀδελφῶν ἱκεσίας ὑποτέμνων πιστεύω δοθῆναί μοι λόγον, οὐ διὰ τὴν ἀξίαν ἐμήν, ἀλλὰ διὰ τὴν τῶν ἀκουόντων προθυμίαν. Εἰ καὶ ἀνάξιοι τῶν ἁγίων ἐσμέν, ἀλλ’ ἔπαθον κἀκεῖνοι ταῦτα καὶ ὑπὸ τῆς τοῦ σώματος ἀσθενείας ἐνεποδίζοντο. Μαρτυρεῖ Δαυὶδ λέγων· Ἐκοπίασα κράζων, ἐβραγχίασεν ὁ λάρυγξ μου. Βέλτιον δὲ βραγχιῶντα λέγειν τὰ ὀρθὰ ἢ ὀρθὴν ἔχοντα τὴν φωνὴν διεστραμμένην ἔχειν τὴν ψυχήν. Ἐφύτευσεν ὁ θεὸς παράδεισον ἐν Ἐδὲμ κατ’ ἀνατολάς. Τί ἐστιν Ἐδέμ ; Ἐδὲμ ἑρμηνεύεται τρυφή, ὡς ἂν εἴποι τις· Ἐφύτευσε παράδεισον ἐν τρυφῇ, ἀντὶ τοῦ ἐν τόπῳ τρυφερῷ, ἐν τόπῳ καλῷ. Διὰ τοῦτο ἐπὶ τέλει λέγει· Καὶ ἐξέβαλε τὸν Ἀδὰμ καὶ κατῴκισεν αὐτὸν ἀπέναντι τοῦ παραδείσου τῆς τρυφῆς. Ἐφύτευσεν ὁ θεὸς παράδεισον ἐν Ἐδὲμ κατ’ ἀνατολάς. Διὰ τί μὴ εἰς ἄλλο κλίμα, ἀλλὰ κατ’ ἀνατολὰς ὁ παράδεισος; Ὅθεν ἡ ἀρχὴ τοῦ δρόμου τῶν φωστήρων, ἐκεῖθεν καὶ ἡ ἀρχὴ τῆς διαγωγῆς τῶν ἀνθρώπων. Προμηνύει ὁ θεὸς τὸ μέλλον. Κατ’ ἀνατολὰς ἐν τῷ παραδείσῳ τίθησι τὸν ἄνθρωπον, ἵνα δείξῃ, ὅτι ὥσπερ οὗτοι οἱ φωστῆρες ἀνατέλλοντες τρέχουσιν εἰς δύσιν καὶ δύνουσιν, οὕτω καὶ τοῦτον δεῖ ἀπὸ ζωῆς εἰς θάνατον δραμεῖν καὶ δῦσαι κατὰ τὸν τύπον τῶν φωστήρων καὶ ἄλλην ἀνατολὴν πάλιν λαβεῖν ἐξ ἀναστάσεως νεκρῶν. Ἔδραμεν ὁ Ἀδὰμ εἰς δύσιν, ἔδυσεν εἰς τάφον. Ἠκολούθησεν αὐτῷ τὰ πράγματα τῆς γῆς καὶ συνετάφη τῷ δύσαντι. Ἦλθεν ὁ Χριστὸς καὶ ἐποίησεν ἀνατεῖλαι τὸν δύσαντα. Διὰ τοῦτο λέγει ὁ προφήτης περὶ αὐτοῦ· Ἰδοὺ ἀνήρ, ἀνατολὴ ὄνομα αὐτῷ, καὶ ὑποκάτωθεν αὐτοῦ ἀνατέλλει , τουτέστιν, ἐκ τῶν τάφων. Ἐν τῷ Ἀδὰμ ἔδυσεν ὁ ἄνθρωπος, ἐν Χριστῷ ἀνέτειλεν. Μαρτυρεῖ Παῦλος · Ὥσπερ γὰρ ἐν τῷ Ἀδὰμ πάντες ἀποθνήσκουσιν, οὕτω καὶ ἐν τῷ Χριστῷ πάντες ζωοποιηθήσονται. Καὶ ἔλαβεν ὁ θεὸς τὸν ἄνθρωπον, ὃν ἐποίησε, καὶ ἔθετο αὐτὸν ἐν τῷ παραδείσῳ. Εἰσήνεγκεν αὐτὸν εἰς ἕτοιμον οἶκον. Ὥσπερ ὁ καλῶν τινα εἰς ἑστίασιν, πρῶτον παρασκευάζει τὸν οἶκον καὶ τότε εἰσάγει τὸν κεκλημένον. Οὕτω καὶ ἐνταῦθα. Παρεσκεύασεν αὐτῷ ἐνδιαίτημα ἀξιοπρεπὲς τὸν παράδεισον καὶ οὕτως εἰσήγαγε τὸν κεκλημένον. Ποῦ ἐπλάσθη; Ἐν τῇ γῇ, ἔξω τοῦ παραδείσου. Ὥσπερ γὰρ φωστῆρες ἀλλαχοῦ ἐγένοντο καὶ ἐτέθησαν ἐν τῷ οὐρανῷ, οὕτως ὁ Ἀδὰμ ἐπλάσθη ἔξω εἰς ἄλλην γῆν καὶ τότε εἰσηνέχθη εἰς τὸν παράδεισον. Πόθεν τοῦτο; Λέγει ἡ γραφὴ ἐπὶ τέλει, ὅτε ἐξεβάλλετο ὁ Ἀδάμ · Καὶ ἐξαπέστειλεν ὁ θεὸς τὸν Ἀδὰμ ἐκ τοῦ παραδείσου τῆς τρυφῆς ἐργάζεσθαι τὴν γῆν, ἐξ ἧς ἐλήφθη. Ἔθετο αὐτὸν ἐν τῷ παραδείσῳ τῆς τρυφῆς, ἐργάζεσθαι καὶ φυλάττειν τὸν παράδεισον. Ἐργάζεσθαι. Τί γὰρ ἔλειπεν ἐν τῷ παραδείσῳ; Εἰ δὲ καὶ χρεία ἦν ἐργάτου, πόθεν ἄροτρον; Πόθεν τὰ ἄλλα τῆς γεωργίας ὄργανα; Ἐργάζεσθαι καὶ φυλάττειν τὴν ἐντολὴν τοῦ θεοῦ καὶ πιστεύειν τῇ ἐντολῇ τοῦ θεοῦ ἔργον ἦν. Λέγει ὁ σωτήρ· Τοῦτό ἐστιν ἔργον τοῦ θεοῦ, ἵνα πιστεύσητε εἰς ὃν ἀπέστειλεν ἐκεῖνος. Ὥσπερ οὖν τὸ πιστεῦσαι τῷ Χριστῷ ἔργον ἐστίν, οὕτω τὸ πιστεῦσαι τῇ ἐντολῇ, ὅτι ἐὰν ἅψηται, ἀποθνήσκει· ἐὰν δὲ μὴ ἅψηται, ζῇ. Ἔργον ἦν τῶν πνευματικῶν λόγων ἡ τήρησις. Παύλου ἔργον ποῖον; Μὴ γεωργὸς ἦν ὁ Παῦλος ; Μὴ ἑτέραν ἔσχεν ἐργασίαν; Οὐ τὸ πᾶν αὐτῷ ἔργον λόγος ἦν; οὐ κήρυγμα ἦν; Καὶ λέγει τοῖς μαθηταῖς· Τὸ ἔργον μου ὑμεῖς ἐστε ἐν κυρίῳ. Ἐργάζεσθαί φησιν αὐτὸν καὶ φυλάττειν. Ἀπὸ τίνος; Λῃστὴς οὐκ ἦν, ὁ παροδίτης οὐκ ἦν, ὁ ἐπιβουλεύων οὐκ ἦν. Ἀπὸ τίνος φυλάττειν; Ἵνα φυλάξῃ αὐτὸν ἑαυτῷ, ἵνα μὴ παραβὰς ἀπολέσῃ αὐτόν, ἀλλ’ ἵνα τὴν ἐντολὴν φυλάττων φυλάξῃ ἑαυτῷ τὸν παράδεισον. Συγκάμνει τῇ φωνῇ καὶ ἡ διάνοια· ἀλλὰ τῶν νοημάτων γενώμεθα. Ἔθηκεν αὐτὸν ἐν τῷ παραδείσῳ. Λοιπὸν σκιογραφεῖ ἡ γραφὴ τὰ μέλλοντα διὰ τῶν προλαβόντων. Ποταμὸς δὲ ἐκπορεύεται ἐξ Ἐδὲμ ποτίζειν τὸν παράδεισον. Ἀπὸ τούτου μάθε, ὅτι οὐ κηποῦριν ἦν ὁ παράδεισος μικρὸν ἔχων μέτρον. Ποταμὸς τοσοῦτος ἀρδεύει, ὥστε ἀπὸ τοῦ περιττεύματος αὐτοῦ τέσσαρας εἶναι ποταμούς. Ποταμὸς δὲ ἐκπορεύεται ἐξ Ἐδὲμ ποτίζειν τὸν παράδεισον. Ἐκεῖθεν μετὰ τὸ ποτίσαι μερίζεται εἰς τέσσαρας ἀρχάς· εἰς τὸν Τίγριν , εἰς τὸν Νεῖλον , εἰς τὸν Εὐφράτην , εἰς τὸν ἐν τῇ γραφῇ λεγόμενον Φεισών , ὃν νῦν λέγουσι Δανοῦβιν .