Πολλὰ μὲν καὶ μεγάλα τὰ παρὰ τοῦ φιλανθρώπου θεοῦ πρώτη δὲ αὐτοῦ καὶ μεγίστη πασῶν δωρεῶν ἡ τῶν γραφῶν διδασκαλία. Ἥλιος μὲν γὰρ καὶ σελήνη καὶ πᾶς ὁ τῶν ἄστρων χορὸς καὶ ποταμοὶ καὶ πηγαὶ καὶ λίμναι πρὸς τὴν τῶν σωμάτων θεραπείαν γεγένηται. Αἱ δὲ ἅγιαι γραφαὶ πρὸς τὴν τῶν ψυχῶν διόρθωσιν ἐδόθησαν· Ὅσῳ δὲ σωμάτων ἀνωτέρα ψυχή, τοσούτῳ τῶν ἄλλων δωρεῶν ἀνωτέρα ἡ τῶν θείων γραφῶν. Διὰ τοῦτο λέγει ὁ σωτήρ· Ἐρευνᾶτε τὰς γραφάς, ἐν αἷς δοκεῖτε ζωὴν αἰώνιον ἔχειν. Ἐρευνήσωμεν τοίνυν τοὺς θησαυροὺς τῶν γραφῶν καὶ τῆς ἐπαγγελίας ἁψώμεθα καὶ τοῦ ἀνθρώπου τὴν δημιουργίαν κατὰ δύναμιν ἐξειπεῖν ἐπιχειρήσωμεν. Μηδεὶς δὲ πάλιν μεμφέσθω τοῖς μετὰ ἀκριβείας ζητουμένοις. Ἴδιον γὰρ τῶν φλυαρεῖν ἐπιχειρούντων τὸ μέμφεσθαι ταῖς τοῦ θεοῦ διατάξεσι καὶ ἐγκαλεῖν τοῖς μετὰ ἀκριβείας λεγομένοις. Ἤκουσά τινων ἐγκαλούντων, ὅτι τίς χρεία ἦν εἰπεῖν περὶ πυρὸς καὶ ὕδατος, ὅτι τρίζει τὸ πῦρ ὕδατος ἐπιβαλλομένου; Ἡμεῖς, φησί, φυσιολογίαν οὐ θέλομεν μανθάνειν, ἀλλὰ θεολογίαν. Δεῖ δὲ εἰδέναι, ὅτι ταῦτα τὰ ῥήματα ἀργῶν ἐστι καὶ ῥᾳθύμων. Μετὰ γὰρ τὴν θεολογίαν ἡ φυσιολογία κρηπῖδα παρέχει τῇ εὐσεβείᾳ. Εἰ δὲ ἐκβάλλουσι φυσιολογίαν, ἐγκαλείσθωσαν τοῖς προφήταις, μεμφέσθωσαν τοῖς ἀποστόλοις. Ὁ ἀπόστολος φυσιολογεῖ· Οὐ πᾶσα σὰρξ ἡ αὐτὴ σάρξ, ἀλλ’ ἄλλη μὲν σὰρξ ἀνθρώπων, ἄλλη δὲ σὰρξ κτηνῶν, ἄλλη δὲ ἰχθύων, ἄλλη δὲ πετεινῶν, καὶ σώματα ἐπουράνια καὶ σώματα ἐπίγεια. Διὰ τί φυσιολογεῖ Παῦλος καὶ ἀπὸ μουσικῶν ὀργάνων ἐγκαλεῖ καὶ λέγει· Τοσαῦτα εἰ τύχοι, γένη φωνῶν ἐστιν ἐν κόσμῳ καὶ οὐδὲν ἄφωνόν ἐστι; Καὶ γὰρ ἐὰν ἄδηλον φωνὴν σάλπιγξ δῷ, τίς παρασκευάζεται εἰς πόλεμον; Εἴτε αὐλός, εἴτε κιθάρα, ἐὰν διαστολὴν τοῖς φθόγγοις μὴ δῷ, πῶς γνωσθήσεται τὸ αὐλούμενον ἢ τὸ κιθαριζόμενον; Τί κοινὸν εἶχεν ἡ Παύλου γλῶσσα πρὸς αὐλὸν καὶ κιθάραν; Ἀλλὰ φυσιολογεῖ ἀπὸ τῶν φαινομένων, ἵνα παραστήσῃ τὰ νοούμενα. Τίς ἦν χρεία ἐν τῇ βίβλῳ τοῦ Ἰὼβ φυσιολογηθῆναι τοσαῦτα; Σθένος λέοντος, φωνὴ λεαίνης, γαυρίαμα δρακόντων ἐσβέσθη. Μυρμηκολέων ὤλετο παρὰ τὸ μὴ ἔχειν βοράν. Νεοσσοὶ δὲ γυπῶν τὰ ὑψηλὰ πέτονται. Διὰ τί ἄλλος προφήτης ἔλεγεν· Ὃν τρόπον ἐὰν λάβῃ λέων καὶ ἁρπάσῃ καὶ βοήσῃ ἐπὶ τῇ θήρᾳ καὶ πλησθῇ τὰ ὄρη τῆς φωνῆς αὐτοῦ; Καὶ αὐτὸς ὁ σωτὴρ φυσιολογεῖ· Ὁμοία ἐστὶν ἡ βασιλεία τῶν οὐρανῶν κόκκῳ σινήπεως, ὃ μικρότερον μὲν ἔστι τῶν ἄλλων σπερμάτων· αὐξηθὲν δέ, μεῖζον πάντων γίνεται τῶν λαχάνων· καὶ πάλιν· Ὁμοία ἐστὶν ἡ βασιλεία τῶν οὐρανῶν, ὡς ἐὰν ἄνθρωπος βάλῃ τὸν σπόρον αὐτοῦ καὶ βλαστάνῃ καὶ μηκύνηται, ὡς οὐκ οἶδεν αὐτός· αὐτομάτη γὰρ ἡ γῆ βλαστάνει, πρῶτον χόρτον, εἶτα στάχυν, εἶτα σῖτον πληροῖ ἐν τῷ στάχυι. Φυσιολογεῖ καὶ τὸν οὐρανὸν ὁ σωτήρ· Ἐὰν γένηταί φησιν ὁ οὐρανὸς ὀψίας πυρρός, λέγετε εὐδία, πυρράζει γὰρ ὁ οὐρανός· καὶ ὑπὸ τὸν ὄρθρον σήμερον χειμών, πυρράζει γὰρ στυγνάζων ὁ οὐρανός. Τίς οὖν χρεία τούτων; Ταῦτα λέγω διὰ τοὺς ἀπαιδεύτως ἐγκαλεῖν ἐπιχειροῦντας. Περὶ θεοῦ κινεῖται λόγος καὶ φεύγεις τὴν ἀκριβῇ τῶν δογμάτων ἀκρόασιν; Ἐπεὶ τοίνυν πρόκειται θεοῦ χάριτι εἰς τὴν τοῦ ἀνθρώπου δημιουργίαν εἰπεῖν, οὐ κατ’ ἀξίαν τοῦ πράγματος, ἀλλὰ κατὰ δύναμιν τὴν ἡμετέραν, ἀναγκαίως εἰς τὴν ὑπόθεσιν καθήξωμεν.