Ἄκουε περὶ τούτου Δαυὶδ μαρτυροῦντος· Τί ἐστιν ἄνθρωπος ὅτι μιμνήσκῃ αὐτοῦ ἢ υἱὸς ἀνθρώπου ὅτι ἐπισκέπτῃ αὐτόν; Ἠλάττωσας αὐτὸν βραχύ τι παρ’ ἀγγέλους. Τέως ἠλαττωμένοι ἐσμὲν παρ’ ἀγγέλους· ἡμεῖς ἐλάττους, οἱ ἄγγελοι μείζους. Εἰ τὸν ἄνθρωπον τὸν ἐλάττονα ποιῶν, χρείαν ἔσχε συμβούλων τῶν ἀγγέλων ἢ συνεργῶν, ὅτε τοὺς μείζους ἐποίει, οὐχ ἕνα ἄγγελον, ἀλλ’ ὁμοῦ τὰς μυριάδας ἐκείνας τὰς ἀναριθμήτους. Ὥσπερ γὰρ τοὺς φωστῆρας ὁμοῦ πάντας ἐποίησεν, οὕτω ἀγγέλους καὶ ἀρχαγγέλους ὁμοῦ. Καὶ τοσοῦτοί εἰσι ὅτι τὴν τῶν ἀριθμῶν ὑπερβεβήκασι φύσιν, καὶ βοᾷ Δανιήλ · Μύριαι μυριάδες ἐλειτούργουν αὐτῷ, καὶ χίλιαι χιλιάδες παρειστήκεισαν αὐτῷ. Μυρίας μυριάδας ἐποίησεν ἀγγέλων καὶ χιλίας χιλιάδας ἀρχαγγέλων καὶ οὐ χρεία συμβούλου ἢ συνεργοῦ καὶ ἕνα ποιῶν πήλινον ἄνθρωπον βουλῇ κέχρηται, λόγον εἰσάγει, συμβουλὴν λαμβάνει; Τί ἐστιν ἄνθρωπος; οὐ γῆ καὶ ἀπὸ γῆς; οὐ κόνις μόνον καὶ τέφρα; Καὶ βοᾷ Ἀβραὰμ τὴν ἑαυτοῦ κηρύττων εὐτέλειαν· Ἐγὼ δέ εἰμι γῆ καὶ σποδός. Τί εἰσιν ἄγγελοι; οὐ πνεῦμα; οὐ πῦρ; Καὶ ἄκουε τοῦ Δαυὶδ βοῶντος· Ὁ ποιῶν τοὺς ἀγγέλους ἀυτοῦ πνεύματα καὶ τοὺς λειτουργοὺς αὐτοῦ πῦρ φλέγον. Τὴν τοῦ πυρὸς φύσιν ἐργαζόμενος, τὰ νοερὰ καὶ ἀσώματα πνεύματα, οὐ χρείαν ἔσχε συμβούλου, οὐ συνεργοῦ, οὐχ ἑτέρου τινὸς πρὸς συμμαχίαν τῶν γενομένων· καὶ τὸν ἀπὸ γῆς ποιῶν, τὸν οἰκτρόν, τὸν εὐτελῆ, τὸν μικρὸν ὕστερον οὐκ ἐσόμενον, τὸν τάφῳ διαλυόμενον, τὸν καιροῖς δαπανώμενον, βουλὴν εἰσάγει, σκέψιν ποιεῖται; Ναί, φησίν, ἐνδέχεται δεσπότην διὰ πολλὴν ἀγαθότητα εἰπεῖν δούλοις παρεστῶσι· Τί δεῖ γενέσθαι· τί ποιῶμεν; Συγχωρῶ καὶ τοῦτο, καὶ μετὰ τὸν τοσοῦτον ἀγῶνα δίδωμι τὸ ποιήσωμεν πρὸς ἀγγέλους εἰρῆσθαι. Τὸ ποιήσωμεν ἤκουσας, τὸ κατ’ εἰκόνα καὶ ὁμοίωσιν οὐκ εἶδες; Τούτῳ γὰρ ὀφείλω τῷ λόγῳ καὶ Ἰουδαίων καὶ αἱρετικῶν ἀπορράψαι στόματα. Οὔτε γὰρ Ἰουδαῖος οὔτε πάλιν αἱρετικὸς ὁ αὐτὸς κατ’ ἀλήθειαν Ἰουδαῖος , μᾶλλον δὲ καὶ χείρων· Οἱ μὲν γὰρ τὸ σῶμα ἐσταύρωσαν τὸ ὁρώμενον, οἱ δὲ τὴν θεότητα τὴν ἀόρατον πολεμοῦσι, μᾶλλον δὲ τὴν ἑαυτῶν σωτηρίαν. Ἀλλὰ κἀκεῖνοι ἠλέγχθησαν ἀδυνάτοις ἐπιχειρήσαντες πράγμασιν. Διὸ καὶ δίκην μερικὴν ταύτης τῆς τόλμης ἐπὶ τοῦ παρόντος δεδώκασιν ἀνὰ πᾶσαν τὴν οἰκουμένην τὸ ἑαυτῶν διεσπαρμένον θεασάμενοι γένος. Ὕστερον γὰρ αὐτοῖς ἡ τελεία ἐπαχθήσεται δίκη, ὅτε τὸ πάνδημον μέλλει συγκροτεῖσθαι κριτήριον. Καὶ αὐτοὶ δὲ τῷ δέοντι καιρῷ τὰς ἀξίας παρὰ τοῦ αὐτοῦ ἀπαιτηθήσονται δίκας. Τοῦτό τι οὖν ἐστι, διὸ πάντας ὑμῖν τούτους παρεθέμην λόγους; Βούλομαι γὰρ πάλιν τῆς ἀκολουθίας γενέσθαι. Οὐ τολμᾷ οὔτε αἱρετικὸς οὔτε Ἰουδαῖος εἰπεῖν, ὅτι μία εἰκὼν καὶ ὁμοίωσις θεοῦ καὶ ἀγγέλων. Μὴ γὰρ ἄγγελοι οἱ γενόμενοι συνεργοὶ ἦσαν τοῦ θεοῦ; Λειτουργοὶ μόνον ὑμνοῦντες, εὐχαριστοῦντες, εἰδότες ὅτι ἐγένοντο, ὅτι πρὸ τούτου οὐκ ἦσαν καὶ νεύματι ἀγαθότητος ἐγένοντο· καὶ ἑστήκασι θεωροὶ βλέποντες τὰ γινόμενα μετ’ αὐτούς. Ἔβλεπον γὰρ οὐρανὸν ἐκ τοῦ μὴ ὄντος γινόμενον καὶ ἐξεπλήττοντο, θάλασσαν ἀφοριζομένην καὶ ἐθαύμαζον· ἐθεώρουν γῆν κοσμουμένην καὶ ἔφριττον. Ὅτι δὲ οὐκ ἦσαν ἄγγελοι συνεργοί, ἀλλὰ θαυμασταί, λέγει ὁ θεὸς πρὸς τὸν Ἰώβ · Ὅτε ἐποίησα ἄστρα, ᾔνεσάν με πάντες ἄγγελοι καὶ ὕμνησαν. Ποιήσωμεν ἄνθρωπον. Τὸ ῥῆμα δηλοῖ τὸν λέγοντα καὶ τὸν ἀκούοντα. Ὅρα τῆς ὀρθοδόξου πίστεως τὴν ἀκτῖνα λάμπουσαν ἀεί· καὶ ἥλιος φαίνων τὴν ἑαυτοῦ ἀκτῖνα συνῆψεν. Ποιήσωμεν ἄνθρωπον κατ’ εἰκόνα ἡμετέραν καὶ ὁμοίωσιν. Ἐφύλαξε καὶ τῶν ὑποστάσεων τὴν τάξιν καὶ τῆς οὐσίας τὸ μονοειδές. Ποιήσωμεν ἄνθρωπον κατ’ εἰκόνα. Οὐ κατ’ εἰκόνας. Οὐκ ἄλλη γὰρ εἰκὼν πατρὸς καὶ ἄλλη υἱοῦ. Ποιήσωμεν , ἵνα τὸ πληθυντικὸν τῶν ὑποστάσεων δείξῃ, κατ’ εἰκόνα ἡμετέραν , ἵνα τὸ ὁμοούσιον ἑρμηνεύσῃ. Τίς ἐστι τούτου τοῦ μεγάλου λόγου καὶ τῆς θαυμαστῆς δημιουργίας κοινωνός; Ἰουδαῖοι ἀντιλέγουσι καὶ ἐπιστομιζόμενοι ἐπαισχυντοῦσιν, αἱρετικοὶ μαίνονται, ἡ ἀλήθεια πολεμεῖται, ὁ τῆς εὐσεβείας λόγος ἀήττητον ἔχει τὴν ὁμολογίαν. Πόθεν οὖν παραστήσομεν τίνι εἶπεν ποιήσωμεν ἄνθρωπον ; ἢ τις ἐστιν αὐτοῦ σύμβουλος; Τὸ γὰρ ποιήσωμεν ὄψιν ἀπαιτεῖ συμβούλου. Λέγει τοίνυν ὁ μακάριος Ἡσαΐας περὶ τοῦ μονογενοῦς υἱοῦ τοῦ θεοῦ τοῦ δι’ ἡμᾶς σχήματι τῷ καθ’ ἡμᾶς ἐπιδημήσαντος, ὅτι παιδίον ἐγεννήθη ἡμῖν, υἱὸς καὶ νεάνισκος ἐδόθη. Τὸ μὴ ὂν παιδίον ἐγεννήθη· ὁ δὲ ὢν υἱὸς ἐδόθη. Καὶ καλεῖται τὸ ὄνομα αὐτοῦ μεγάλης βουλῆς ἄγγελος , τοῦ παιδίου υἱοῦ μὲν διὰ τὴν θεότητα, παιδίου δὲ διὰ τὴν ἀνθρωπότητα. Μεγάλης βουλῆς ἄγγελος, θαυμαστὸς σύμβουλος. Εἰ δὲ τὸν σύμβουλον, ᾧ εἶπεν ποιήσωμεν ἄνθρωπον κατ’ εἰκόνα καὶ καθ’ ὁμοίωσιν ἡμετέραν , μεγάλης βουλῆς ἄγγελον καλεῖς, οὐδέπω, προφῆτα, ἐμήνυσας τὸ ἀξίωμα τοῦ παρὰ σοῦ κηρυσσομένου συμβούλου. Ἐγένετο γὰρ καὶ Μωϋσῆς σύμβουλος. Ἐδόκει γὰρ συμβουλεύειν λέγων· Μὴ ἀποκτείνῃς αὐτούς, μήποτε εἴπωσι τὰ ἔθνη· Διὰ τὸ μὴ δύνασθαι αὐτοὺς τεκνῶσαι, ἀπέκτεινεν αὐτούς. Ἀλλὰ μὴ στήσῃς τὸ θαῦμα μέχρι τοῦ συμβούλου, μὴ κοινοποιήσῃς τὸ ὄνομα. Εἰ καὶ πολλοὶ σύμβουλοι, μὴ ὑβριζέσθω ὁ μόνος. Ἀλλ’ οὐδέπω ἐνόησας, φησί, τὸ ἀξίωμα τοῦ κηρυττομένου. Ἄκουε περὶ τοῦ θαυμαστοῦ συμβούλου. Ἑρμηνεύει γὰρ ὁ Ἡσαΐας ἀπὸ τοῦ προεξελθόντος τὸ ἑπόμενον. Θαυμαστός φησι σύμβουλος, θεὸς ἰσχυρός. Καλῶς προσέθηκε τῷ θεῷ τὸ ἰσχυρόν. Διὰ τί; Ὥσπερ γὰρ ἐγένοντο πολλοὶ σύμβουλοι, καὶ οὐ διὰ τοῦτο ἔδει τρωθῆναι τὸ ἀξίωμα τοῦ ἑνὸς συμβούλου, οὕτως ἐπειδὴ πολλοὶ ἐγένοντο θεοί – Ἐγὼ γὰρ εἶπα, θεοί ἐστε καὶ υἱοὶ ὑψίστου πάντες. Καὶ πάλιν εἶπεν ὁ θεὸς τῷ Μωϋσεῖ · Ἰδοὺ τέθεικά σε εἰς θεὸν τῷ Φαραώ . – οὗτος ὁ κηρυττόμενος οὐκ ὤφειλεν ὑβρισθῆναι. Καὶ ἵνα μὴ νομίσῃς, ὅτι θεὸς ὡς ὁ Μωϋσῆς ἢ ὡς οἱ ἀπόστολοι, ἐπήγαγε θεὸς ἰσχυρός. Μωϋσῆς θεός, οὐκ ἰσχυρός, ἀλλ’ ἐνισχυόμενος. Ἄλλο ἐστὶν ἐνισχυόμενος, ἄλλο ἰσχυρός. Ἄλλο δανείζων χάριν, ἄλλο λαμβάνων. θεὸς ἰσχυρός. Μωϋσῆς θεὸς ἐνισχυόμενος, κἂν μεγάλων ᾖ θαυμάτων ἐργάτης, ἀλλὰ λαμβάνει τὴν χάριν. Ὑπεξούσιοι οἱ ἀπόστολοι, ἐξουσιαστὴς ὁ σωτὴρ καὶ δίδωσι. Θεὸς ἰσχυρός. Οὐκ ἠρκέσθη δὲ οὐδὲ τούτῳ, ἀλλ’ ἐπάγει ὁ ἐξουσιαστής , ἵνα παιδεύσῃ καὶ ἡμᾶς καὶ αἱρετικοὺς μὴ ὑπεξούσιον λέγειν τὸν τῆς ἐξουσίας ἄρχοντα. Ἄλλο ὑπεξούσιος, ἄλλο ἐξουσιαστής. Θέλεις μαθεῖν αὐτεξουσίου καὶ ὑπεξουσίου διαφοράν; Οἱ ἀπόστολοι ὑπεξούσιοι, ὁ σωτὴρ ἐξουσιαστής. Παῦλος εἶδεν ἐν τῇ Μακεδονίᾳ παιδίσκην ἔχουσαν πνεῦμα Πυθῶνος καὶ λέγουσαν ἐπὶ πάντων· Οὗτοι οἱ ἄνθρωποι δοῦλοι τοῦ θεοῦ τοῦ ὑψίστου εἰσίν. Διαπονηθεὶς δὲ ὁ Παῦλος καὶ ἐπιστρέψας, εἶπε τῷ πνεύματι , οὐ τῇ ἐνεργουμένῃ, ἀλλὰ τῷ ἐνεργοῦντι · Παραγγέλλω σοι ἐν ὀνόματι κυρίου Ἰησοῦ Χριστοῦ ἐξελθεῖν ἀπ’ αὐτῆς. Καλεῖ κύριον, ἵνα δείξῃ ἑαυτὸν δοῦλον. Ἐπειδὴ τὸ θαῦμα ἦν ὑπὲρ ἄνθρωπον τὸ δαίμονας ὑπακούειν ἀνθρώποις, ἵνα μὴ ὄψις ἁρπάσῃ τὴν φωνὴν καὶ νομισθῶσι θεοὶ οἱ τοῦ θεοῦ ὑπηρέται παραγγέλλω σοι , φησὶν, ἐν τῷ ὀνόματι τοῦ κυρίου. Δούλου τὸ παραγγέλλειν, δεσπότου τὸ ἐξουσιάζειν. Εἶδες οἰκέτην παραγγέλλοντα; Βλέπε δεσπότην ἐπιτάσσοντα. Προσηνέχθη τις τῷ δεσπότῃ δαιμονιῶν κωφὸς καὶ ἄλαλος. Οὐκ εἶπεν ὁ δεσπότης παραγγέλλω σοι , τὸ ἄλαλον καὶ κωφὸν δαιμόνιον, ἀλλ’ ἐγώ σοι ἐπιτάσσω. Τὸ παράγγελμα Παύλου , τοῦ ἐξουσιαστοῦ τὸ ἐπιτάσσειν. Ἐγώ σοι ἐπιτάσσω, ἔξελθε ἀπ’ αὐτοῦ καὶ μηκέτι εἰσέλθῃς. Ὑπήκουσεν ὁ δαίμων. Ἐπέγνω γὰρ τὴν ἐξουσίαν. Λεγέτω ὁ μακάριος Ἰεζεκιὴλ πρὸς τὴν αἱρετικὴν συναγωγήν· Ζῶ ἐγώ, λέγει κύριος, ἐδικαιώθη ἡ ἀδελφή σου Σόδομα ὑπὲρ σέ. Καὶ τί ἐστιν ὃ λέγει; Ἐὰν γὰρ μὴ μάθῃς ὃ λέγει, οὐ δύνῃ ἐφοδιασθῆναι πρὸς τὴν τῆς θεωρίας κατάληψιν. Οἱ Σοδομῖται ἀπειρημένοι τυγχάνοντες – Παρανομίᾳ γὰρ συνέζων. Διὸ καὶ θεηλάτῳ κατηναλώθησαν πυρί. Καὶ ἦν Ἱερουσαλὴμ μετὰ τὴν ἐκείνων ἀναίρεσιν καὶ τῆς πόλεως αὐτῶν τὴν πυρπόλησιν, μετὰ πολλὰς γενεάς, ἀνθοῦσα μὲν τῇ ὄψει, τῇ δὲ κακίᾳ μείζονα ποιοῦσα. Ὅτε τοίνυν τὴν τῶν Σοδόμων ὑπερέβησαν οὗτοι κακίαν, ὄμνυσιν ὁ θεὸς διὰ τοῦ Ἰεζεκιὴλ λέγων οὕτως· Ζῶ ἐγὼ Ἀδωναΐ, λέγει κύριος, εἰπὲ πρὸς τὴν ἀσύνθετον τὴν θυγατέρα Ἱερουσαλήμ · Οὐχ ἥμαρτεν ἡ ἀδελφή σου Σόδομα κατὰ τὰ ἡμίσεια τῶν ἁμαρτιῶν σου, καὶ ἐδικαιώθη Σόδομα ἐκ σοῦ , ἀντὶ τοῦ πρὸς σύγκρισιν σὴν Σόδομα δικαία ἐστίν. Οἷον εἴ τις ἔλεγεν αἱρετικοῖς · Ἐδικαιώθησαν καὶ Ἰουδαῖοι ἀπὸ τῆς ὑπερβολῆς τῆς κατὰ τοὺς αἱρετικοὺς μανίας, ἐδικαιώθησαν δαίμονες, ὅτι οἱ μὲν υἱὸν λέγουσιν, οἱ δὲ ποίημα. Ἐδικαιώθη Σόδομα ἐκ σοῦ. Ζητῶ δὲ ἐν παρόδῳ τὴν αἰτίαν, δι’ ἣν οἱ τὰ Σοδομιτῶν πράξαντες οὐκ ἀπώλοντο ὡς Σοδομῖται , μᾶλλον δέ, εἰ ἐδιπλασίασαν τὰ ἁμαρτήματα, διὰ τί μὴ ἐρημώθησαν ὡς ἐκεῖνοι; Ὁ θεὸς οὖν οὐ μόνον ἔβλεπε τὴν τῶν Ἰουδαίων ἀκμάζουσαν ἀσέβειαν, ἀλλὰ καὶ τὴν μετὰ ταῦτα τῶν πιστῶν εὐσέβειαν. Προῄδει, ὅτι ἔμελλε προιέναι ἐκ τῆς Ἰουδαίας ἡ ἁγία θεοτόκος παρθένος, προεώρα τὸν χορὸν τῶν ἀποστόλων, προέβλεπε τὰ τάγματα τῶν ὁμολογητῶν, τὰς μυριάδας τῶν Ἰουδαίων τῶν μελλόντων πιστεύειν. Οὑ γὰρ ἀνῆλθεν ὁ Παῦλος εἰς Ἱερουσαλὴμ , λέγουσιν οἱ συναπόστολοι· Θεωρεῖς, ἀδελφὲ Παῦλε , πόσαι μυριάδες εἰσὶ τῶν πιστευσάντων Ἰουδαίων . Προïδὼν οὖν τοὺς πιστεύοντας ἐφείσατο τῶν ἀπιστησάντων· οὐ δι’ ἐκείνους, ἀλλὰ διὰ τὸν ἐξ αὐτῶν μέλλοντα τίκτεσθαι καρπόν. Καὶ μαρτυρεῖ Ἡσαΐας · Καὶ εἰ μὴ κύριος σαβαὼθ ἐγκατέλιπεν ἡμῖν σπέρμα, ὡς Σόδομα ἂν ἐγενήθημεν καὶ ὡς Γόμορρα ἂν ὡμοιώθημεν. Ἀλλ’ ἆρα μὴ ἡμεῖς ἐβιασάμεθα τὸ ῥῆμα καὶ περὶ ἄλλου εἶπεν Ἡσαΐας ; Ἀλλ’ ἄκουε ταῦτα Παύλου τοῦ τῶν προφητῶν ἀδελφοῦ καὶ ἑρμηνέως λέγοντος· Ἀδελφοὶ, νῦν λεῖμμα κατ’ ἐκλογὴν χάριτος γέγονεν, ἵνα σωθῇ τὸ κατάλειμμα. Καὶ καθὼς εἶπεν Ἡσαΐας · Εἰ μὴ κύριος σαβαὼθ ἐγκατέλιπεν ἡμῖν σπέρμα, ὡς Σόδομα ἂν ἐγενήθημεν. Ἅπαντα γὰρ προεῖδεν ὁ θεός, καὶ οὐχ ὡς ἡμεῖς χρόνῳ διδασκόμεθα τὰ πράγματα, οὕτω καὶ ὁ θεὸς διὰ τῆς πείρας μανθάνει. Πάλιν, ὡς πολλάκις εἶπον, τὰ τέλη τῶν αἰώνων ἔβλεπεν· τὸν Ἀδὰμ εἶδεν ἁμαρτάνοντα, προεώρα καὶ τοὺς ἐξ αὐτοῦ μέλλοντας δικαίους, ἔβλεπεν αὐτὸν ἐκβαλλόμενον τοῦ παραδείσου, ἀλλὰ προεώρα, ὅτι ἡτοίμασται αὐτῷ βασίλειον. Τὸ δὲ θαυμαστόν, πρὸ τοῦ παραδείσου ἡ βασιλεία ἐγένετο· Θαυμάζεις, ὅτι Ἀδὰμ ἐξεβλήθη τοῦ παραδείσου; Θαύμασον, ὅτι πρὸ τοῦ παραδείσου ἡ βασιλεία τῶν οὐρανῶν αὐτῷ ἡτοίμαστο. Λέγει ὁ σωτήρ· Δεῦτε, οἱ εὐλογημένοι τοῦ πατρός μου, κληρονομήσατε τὴν ἡτοιμασμένην ὑμῖν βασιλείαν ἀπὸ καταβολῆς κόσμου. Αἰσχυνθήτωσαν αἱρετικοί . Τὰ ἡτοιμασμένα τοῖς ἁγίοις πρὸ καταβολῆς κόσμου καὶ ὁ υἱὸς ἦν ποτε ὅτε οὐκ ἦν; Σχήματι ὁμολογοῦσι μονογενῆ, ἐπειδὴ ἀπαλεῖψαι τὸ γράμμα οὐ δύνανται· τὸ ῥῆμα χαρίζονται καὶ τὸ πρᾶγμα κλέπτουσιν. Ἐὰν εἴπωμεν μονογενῆ υἱόν, εὐθέως λέγουσι· Γέγραπται καὶ πρωτότοκος πάσης τῆς οἰκουμένης . Οὐκοῦν κατὰ τοὺς αἱρετικοὺς τὰ δύο μάχεται. Εἰ γὰρ πρωτότοκος, οὐ μονογενής. Ὁ γὰρ πρωτότοκος, ὅταν ἀδελφοὺς ἔχῃ, πρωτότοκος λέγεται, ὁ δὲ μονογενής, ἐὰν ἀδελφοὺς ἔχῃ, μονογενὴς οὐ λέγεται. Μονογενὴς γάρ ἐστιν ὁ μόνος ἔκ τινος γεννηθείς, καθὼς καὶ ἡ γραφὴ μαρτυρεῖ πρὸς τὸν Ἀβραὰμ λέγουσα· Λάβε τὸν υἱόν σου τὸν μονογενῆ. Πρωτότοκος λέγεται ὁ ἀδελφοὺς ἔχων. Πρωτεύει γὰρ τῷ γενέσθαι πρῶτος, ὁ δὲ μονογενὴς τῷ μὴ ἔχειν ἀδελφοὺς λέγεται μονογενής. Καὶ ἑτέρως δὲ μονογενής ἐστιν, ὁ μονογενὴς ἔκ τινος γεννηθείς, οὐχ ὁ μόνος γενόμενος, ὡς ῥᾳδιουργοῦσιν αἱρετικοί . Μονογενής, ὅτι μόνος ἐγένετο τοιοῦτος. Οὐκοῦν καὶ ὁ Ἡλίας μονογενής, ὅτι μόνος ἐγένετο τοιοῦτος. Ὅπερ οὐκ ἔχει λόγον. Ἀλλὰ μονογενῆ ἔθος λέγειν τῇ γραφῇ τὸν μόνον ἔκ τινος γεννηθέντα κατὰ τὴν προπαρατεθεῖσαν ἀπόδειξιν τῷ ῥήματι. Πρόσεχε. Ὁ πρωτότοκος, ἐὰν ἀδελφοὺς μὴ ἔχῃ, μονογενής ἐστιν. Ἐγὼ οὐχ ἕνα, οὐ δύο, οὐ τρεῖς, ἀλλὰ πολλοὺς πρωτοτόκους εὑρίσκω. Ξένον πρᾶγμα. Πρωτότοκοι πῶς πολλοί; Εἷς γὰρ ὀφείλει εἶναι. Ἐξέτεινα τὸν λόγον διὰ τὸν πρωτότοκον καὶ τὸν μονογενῆ· λύωμεν δὲ τὸ ἄπορον. Τὸν πρῶτον πιστεύοντα θεὸς ἐν τῇ ἰδίᾳ γενεᾷ πρωτότοκον καλεῖ, οὐχ ὡς πρῶτον ἄλλων πιστῶν, ἀλλὰ ἐν τοῖς ἰδίοις χρόνοις πρῶτον φανέντα. Οἷον ἐν Αἰγύπτῳ ἦν ὁ λαός, λέγει ὁ θεὸς διὰ Μωϋσέως · Υἱὸς πρωτότοκός μου Ἰσραήλ . Εἶπα· Ἐξαπόστειλόν μοι τὸν λαόν μου. Ἰδοὺ λαὸς πρωτότοκος, ἐπειδὴ ἐν τῷ καιρῷ ἐκείνῳ πρῶτος ἦν λαὸς ἐπεγνωκὼς τὸν θεόν. Ἀνέκυψε μετὰ ταῦτα Δαυίδ , μετὰ τὸν νόμον, μετὰ πολλὰς γενεάς, καὶ ἐπαγγέλλεται λέγων ὁ θεὸς ἐκ τοῦ σπέρματος αὐτοῦ τὸν Χριστὸν ἀναστήσειν καὶ λέγει οὕτως· Εὗρον Δαυὶδ τὸν δοῦλόν μου, ἐν ἐλαίῳ ἁγίῳ ἔχρισα αὐτόν. Αὐτὸς ἐπικαλέσεταί με, πατήρ μου εἶ σύ. Κἀγὼ πρωτότοκον θήσομαι αὐτόν. Εἰ δὲ πρωτότοκος ὁ Δαυίδ , πρωτότοκος καὶ ὁ λαός. Ὁ Ἀδὰμ πρωτότοκος ἐν τῇ ἰδίᾳ γενεᾷ, Νῶε , Σὴμ πρωτότοκοι, Ἀβραὰμ πρωτότοκος ἐν τῇ ἰδίᾳ γενεᾷ, Μωϋσῆς , Ἡσαΐας , ἐπειδὴ κατὰ τοὺς ἑαυτῶν χρόνους προέκυψαν εἰς εὐσέβειαν. Ἐκ τούτων πολλῶν πρωτοτόκων συνήχθη μεγάλη ἐκκλησία καὶ ἔστιν ἐν οὐρανῷ. Μαρτυρεῖ Παῦλος · Προσεληλύθατε Σιὼν ὅρει καὶ πόλει θεοῦ ζῶντος Ἱερουσαλὴμ καὶ μυριάσιν ἀγγέλων πανηγύρει καὶ ἐκκλησίᾳ πρωτοτόκων ἀπογεγραμμένων ἐν οὐρανοῖς. Ἐκείνων τῶν πρωτοτόκων εἷς ἐστι κατὰ σάρκα Χριστὸς κατὰ τὴν θεότητα μονογενής. Ἐπειδὴ γὰρ τοὺς ἐν ἑκάστῃ γενεᾷ προκόπτοντας προσλαμβάνεται, μετὰ πάντων καὶ αὐτὸς πρωτότοκος λέγεται. Διὰ τοῦτο λέγει Παῦλος · Πρωτότοκος ἐν πολλοῖς ἀδελφοῖς. Ἀλλ’ ἔνι περὶ τοῦ ἀνθρώπου πολλὰ εἰπεῖν, τηρεῖται δὲ τὸ διήγημα τῇ ἑξῆς ἐν τῇ ἕκτῃ ἡμέρᾳ, ἐν ᾖ καὶ ἐπλάσθη, ἵνα τῆς τοῦ θεοῦ χάριτος συνεργούσης ἐντελέστερον σαφηνισθῇ κατὰ δύναμιν τὴν ἡμετέραν ὁ λόγος. Οὐκ ἐξ ὧν λογιζόμεθα, ἀλλ’ ἐξ ὧν παιδευόμεθα. Κοινὴ γὰρ ἡ πηγή, κοινὰ πάντα τὰ προκείμενα δῶρα, ἐὰν μόνον θέλωμεν ἡμεῖς μετὰ πάσης προθυμίας σπουδάζειν. Τρέψωμεν δὲ τὸν λόγον ἐπὶ τὴν τῶν ἠθῶν ἐπιμέλειαν. Χθὲς ἐδείχθη πῶς δεῖ εἶναι ἔπαρσιν χειρῶν πεπαρρησιασμένων ἐν εὐσεβείᾳ. Ὁ διδοὺς πένησι λεγέτω ἔπαρσις τῶν χειρῶν μου . Ὁ ἐγείρων τὸν πεσόντα λεγέτω ἔπαρσις τῶν χειρῶν μου. Ζητήσωμεν δὲ τὸ προοίμιον τοῦ ψαλμοῦ, ἐπειδὴ ἃ ψάλλομεν πάντως εἰδέναι χρή. Διὰ τί λέγομεν· Κατευθυνθήτω ἡ προσευχή μου ὡς θυμίαμα ἐνώπιόν σου ; Πᾶν γὰρ θυμίαμα κατευθύνεται· Οὐ γὰρ θεὸς εὐωδίᾳ τέρπεται μύρων. Τί οὖν ἐστι κατευθυνθήτω ἡ προσευχή μου ; Τὸ ἄρθρον λείπει, ἵνα ᾖ τὸ λεγόμενον τοιοῦτον· Κατευθυνθήτω ἡ προσευχή μου ὡς θυμίαμα ἐνώπιόν σου. Ποῖον θυμίαμα; Δύο ἦν θυσιαστήρια ἐν τῇ σκηνῇ· ἓν ἐν τῇ αὐλῇ ἔξω ἐν ὑπαίθρῳ, ἕτερον δὲ εἰς τὰ ἅγια ὑπὸ στέγην. Τὸ ἔσω θυσιαστήριον θυμιαμάτων ἦν μόνον, οὐχ αἱμάτων χύσεως, τὸ δὲ ἔξω θυσιαστήριον τῶν θυομένων ζῴων καὶ ἄρτων προσφορᾶς καί τινων ἄλλων. Καὶ τὸν μὲν ἔξω βωμὸν κελεύει ὁ θεὸς τῷ Μωϋσεῖ ἐκ λίθων ἀπελεκήτων ποιῆσαι· τὸν δὲ ἔνδον ἐν τῇ σκηνῇ ἐκ χρυσίου τετορνευμένου. Τί αἰνίττεται ἡ τοῦ θεοῦ χάρις διὰ τούτων ἀναγκαῖον ζητῆσαι. Δύο λαοὺς ὑπηρετουμένους τῇ τοῦ θεοῦ δόξῃ καὶ τὸν μὲν ἀπαίδευτον λαόν, τὸν δὲ πεπαιδευμένον. Ὁ περὶ λέξιν σολοικίζων ἢ βαρβαρίζων τοὺς λόγους ἔχει λίθους ἀπελεκήτους, ἀλλ’ ὅμως εἰς θυσιαστήριον προχωροῦνται. Πάλιν τετορνευμένος χρυσὸς ὁ ἔντιμος λέγεται λίθος. Καὶ οὔτε οὗτος ὑπεραίρεται οὔτε οὗτος ἐκβάλλεται. Καὶ γὰρ ἐκεῖ θεοῦ θυσιαστήριον καὶ ἐνταῦθα θεοῦ θυσιαστήριον. Ἦν δὲ ἐκ τεσσάρων εἰδῶν συγκείμενον τὸ μύρον, στακτῆς, ὄνυχος, χαλβάνης, λιβάνου. Ἐπεὶ οὖν καὶ τὸ μύρον ἐκ διαφόρων σύγκειται καὶ ἡ ἀρετὴ δὲ ἐκ διαφόρων, φησὶ κατευθυνθήτω ἡ προσευχή μου ὡς θυμίαμα ἐνώπιόν σου ὡς ἐκεῖνο τὸ ἐκ πολλῶν συγκείμενον καὶ εἰς μίαν εὐωδίαν ἀποτελούμενον. Ἐπειδὴ μετὰ τῆς εὐχῆς εἰσέρχεταί τις νηστείαν ἔχων, ἐλεημοσύνην, πίστιν, ἀπεικασθήτω, φησίν, ἡ τετραπλῆ ἀρετὴ ἐκείνῳ τῷ θυμιάματι τῳ ἐνώπιόν σου κατευθύνοντι. Οὕτω καὶ ὁ μακάριος Δαυὶδ ἀλλαχοῦ· Ἰδού φησι τί καλὸν ἢ τί τερπνόν, ἀλλ’ ἢ τὸ κατοικεῖν ἀδελφοὺς ἐπὶ τὸ αὐτό; Ὡς μύρον ἐπὶ κεφαλῆς τὸ καταβαῖνον ἐπὶ τὸ αὐτό; Ὡς μύρον ἐπὶ κεφαλῆς τὸ καταβαῖνον ἐπὶ πώγωνα, τὸν πώγωνα τοῦ Ἀαρών. Ἀπεικάζει τὴν ἀγάπην μύρῳ ἱερατικῷ, τὴν εὐχὴν θυμιάματι ἱερατικῷ. Ἔχεις τὴν σωφροσύνην; Ἀδελφὸς εἶ τοῦ ἱερέως. Ἱερωσύνην, φέρε εἰπεῖν, οὐκ ἔχω, σωφροσύνην ἔχω. Ἀδελφή ἐστιν ἡ ἐμὴ σωφροσύνη τῆς σῆς ἱερωσύνης. Πόθεν τοῦτο; Καὶ γὰρ ἐκεῖνον ἁγνὸν δεῖ εἶναι τὸν ἱερουργοῦντα καὶ ἐμὲ ἁγνὸν τὸν λατρεύοντα. Ἐὰν ἔχω σωφροσύνην, λαμβάνω ἱερωσύνην. Πόθεν τοῦτο; Δαυὶδ φεύγων τὸν Σαοὺλ ἦλθε πρὸς Ἀβιάθαρ τὸν ἀρχιερέα καὶ λέγει αὐτῷ· Δός μοι ἄρτους , ἐπειδὴ ἐξαίφνης ἀπεστάλην παρὰ βασιλέως καὶ ἐφόδια οὐκ ἔχω. Λέγει ὁ ἀρχιερεὺς ὁ τῶν νόμων ἔμπειρος· Οὐκ ἔστιν ἡμῖν ἄρτος ἄλλος, ἀλλ’ ἢ ἅγιος, ὃν οὐκ ἐξὸν ἄλλῳ φαγεῖν, ἀλλ’ ἢ τῷ ἱερεῖ. Ἐπεὶ οὖν ἔβλεπε τὴν ἀνάγκην, ἐφοβεῖτο δὲ τοὺς τῆς προθέσεως ἄρτους προδοῦναι, ζητεῖ παρὰ τῶν μὴ οὐκ ὄντων ἱερέων καθαρότητα καὶ λέγει· Εἰ ἔστι τὰ παιδάρια τὰ μετὰ σοῦ καθαρὰ ἀπὸ γυναικῶν, λάβε. Τὴν γὰρ σωφροσύνην ἀδελφὴν τῆς ἱερωσύνης ἡγεῖτο. Καὶ ἵνα μή τις εἰς διαβολὴν τοῦ ἱερέως ἐκλάβοι τὸ δοθῆναι τοὺς ἄρτους τοῖς μὴ οὖσιν ἱερεῦσιν, ἄκουε πῶς ὁ σωτὴρ ὡς καλῶς αὐτοῦ γεγονότος μνημονεύει. Ἐνεκάλουν τοῖς ἀποστόλοις ποτὲ Ἰουδαῖοι , ὅτι στάχυας τίλλουσι καὶ ψώχοντες ταῖς χερσὶν ἐσθίουσι. Λέγει αὐτοῖς ὁ σωτήρ· Οὐκ ἀνέγνωτε τί ἐποίησε Δαυὶδ ὅτε ἐπείνασε, καὶ τοὺς ἄρτους τῆς προθέσεως ἔφαγεν, οὓς οὐκ ἐξὸν ἦν φαγεῖν, οὔτε αὐτὸν, οὔτε τοὺς μετ’ αὐτοῦ, εἰ μὴ τοὺς ἱερεῖς μόνον; Εἶδες ἀδελφὴν ἱερωσύνης σωφροσύνην; Εἶδες πῶς ὁ θεὸς οὐ πρόσωπα βλέπει, ἀλλ’ ἀλήθειαν δοκιμάζει; Παρασκευασώμεθα τοίνυν πρὸς εὐποιίαν, πρὸς δικαιοσύνην, ἵνα ἡ νηστεία λάβῃ πτερά. Ὥσπερ γὰρ πετεινόν, ἐὰν μὴ ἔχῃ τὴν τῶν πτερύγων συνέργειαν, ἵπτασθαι οὐ δύναται, οὕτως καὶ ἡ νηστεία δύο πτερὰ ἔχει, προσευχὴν καὶ ἐλεημοσύνην, ὧν ἄνευ ἄνω τρέχειν οὐ δύναται. Βλέπε τὸν Κορνήλιον μετὰ τῆς νηστείας καὶ ταῦτα τὰ πτερὰ κεκτημένον. Διὸ καὶ φωνῆς αὐτῷ γενομένης ἤκουσεν οὐρανόθεν· Κορ νήλιε , αἱ προσευχαί σου καὶ αἱ ἐλεημοσύναι σου ἀνέβησαν πρὸς τὸν θεόν. Ὑπόθου ζῷον εἶναι τὴν νηστείαν, ἀγαπητέ. Πτερὰ δὲ πάλιν ταύτης ἐλεημοσύνην καὶ προσευχὴν καθεστάναι, ὧν ἄνευ ταύτην ἄνω μὴ δύνασθαι τρέχειν. Ὁ τοιοῦτος, κἂν μὴ λαλῇ, γλώττῃ μεγάλῃ τὸ δίκαιον βοᾷ. Μεγάλη γὰρ δικαιοσύνης συνήγορος ἀρετή. Διὸ λέγει· Εἰσάκουσον, κύριε, δικαιοσύνης μου. Πρῶτον μὲν οὖν καὶ μέγιστον ἀγαθὸν προσευχὴ καὶ ἐλεημοσύνη καὶ δικαιοπραγία, τὸ δὲ ἀσφαλὲς καὶ ἀσάλευτον καὶ ῥίζα πάντων ἡ περὶ τὸν θεὸν γνῶσις, ἡ τοῦ μονογενοῦς προσκύνησις, ἡ τοῦ ἁγίου πνεύματος ὁμολογία, μία πίστις, ἀδιαίρετος, ἀσφαλής, ἄσχιστος, ἀμέριστος. Εἴρηται, ὃ μέλλω λέγειν, ἀλλ’ ὅμως πάλιν λέγω. Ὁ θεὸς σοφὸς ὢν συνεχώρησεν ἀπὸ τῶν ἰδίων ἐξάρχων τὰς αἱρέσεις ἔχειν τὰς ἐπωνυμίας τῶν ἰδίων δογμάτων, ἵνα φανῇ, ὅτι οὐ θεοῦ δόγμα, ἀλλ’ ἀνθρώπων ἐστὶν εὕρεμα τὰ παρ’ αὐτῶν δοξαζόμενα· οἷον, Μακεδονιανοὶ ἀπὸ Μακεδονίου , Ἀρειανοὶ ἀπὸ Ἀρείου , Εὐνομιανοὶ ἀπὸ Εὐνομίου · ὁμοίως καὶ αἱ λοιπαὶ αἱρέσεις. Τὴν μέντοι πίστιν τῶν ἀποστόλων ἄτρωτον θέλων φυλάξαι οὐ συνεχώρησεν αὐτοῖς ἀπὸ ἀνθρώπου ὀνομάζεσθαι. Κἂν γὰρ καλῶσιν ὁμοουσιαστάς, οὐκ ἄνθρωπον ἑρμηνεύουσιν, ἀλλὰ τὴν πίστιν κηρύττουσιν. Ὅτι γὰρ τὸ ἀπὸ ἀνθρώπων καλεῖσθαι οὐκ ἔστι πιστῶν, ἀλλ’ αἱρετικῶν , λέγει Παῦλος Κορινθίοις μεμφόμενος· Ἀκούω ἐν ὑμῖν σχίσματα εἶναι· ὁ μὲν γὰρ λέγει ἐγὼ μέν εἰμι Παύλου , ἐγὼ δὲ Ἀπολλώ , ἐγὼ δὲ Κηφᾶ . Ὁρᾷς, ὅτι τὸ ἀπὸ ἀνθρώπων καλεῖσθαι σχισμάτων ἐστίν; Οὐκ ἦν ἀξιοπιστότερος Μακεδονίου Πέτρος ; Τὰ ὀνόματα τῶν ἀποστόλων φεύγει παραχωροῦντα τῇ δόξῃ τοῦ Χριστοῦ , καὶ σὺ κατατέμνεις τὴν πίστιν, τὴν ἀδιαίρετον βασιλείαν, τὴν ἀμέριστον δόξαν; Ἀλλὰ μέχρι τούτου. Ἔχομεν γὰρ τὸν λύχνον καὶ τὸ φῶς. Λύχνος γὰρ τοῖς ποσί μου ὁ νόμος σου καὶ φῶς ταῖς τρίβοις μου. Διὰ τί λύχνος; διὰ τί φῶς; Λύχνος γὰρ τοῖς κατηχουμένοις, φῶς τοῖς τελειουμένοις. Παρακαλῶ τὴν ὑμετέραν ἀγάπην, ἄχραντον ὑμῶν τὴν νηστείαν φυλάξαι, ἀμόλυντον ἀπὸ ἀδικίας, καθαρὰν ἀπὸ πλεονεξίας. Βλέπε ματαιότητα τῶν περὶ τὴν ἀποχὴν τῶν βρωμάτων σχολαζόντων καὶ τὴν ἀποχὴν τῶν ἁμαρτημάτων μὴ φροντιζόντων. Οὐ πίνω, φησίν, οἶνον, οὐκ ἐσθίω ἔλαιον, οὐ τρώγω κρέα. Καλῶς ἀληθῶς διὰ θεόν. Καλὰ καὶ ταῦτα. Ἀλλὰ ζητήσωμεν τὸ πρᾶγμα. Ἄρτος, ὕδωρ, οἶνος, κρέα, ἔλαιον, πάντα ταῦτα θεοῦ δημιουργήματα· πλεονεξία δὲ καὶ ἀδικία καὶ ἀσέβεια τοῦ διαβόλου ἔργα. Τῶν ἔργων τοῦ θεοῦ ἀφίστασαι διὰ νηστείαν, τῶν ἔργων τοῦ διαβόλου οὐκ ἀφίστασαι διὰ νηστείαν; Ἄρτος καὶ οἶνος καὶ ἔλαιον καὶ ὅσα ἄλλα θεοῦ εἰσιν ἔργα, ὅλα καλὰ καὶ καλὰ λίαν . Λέγει Παῦλος · Πᾶν κτίσμα θεοῦ καλὸν καὶ οὐδὲν ἀπόβλητον· μετ’ εὐχαριστίας λαμβάνωμεν· ἁγιάζεται γὰρ διὰ λόγου θεοῦ καὶ ἐντεύξεως. Εἰ οὖν εὐλογεῖται, εἰ οὖν ἁγιάζεται, διὰ τί ἀπεχόμεθα; Ἀδικίαι δὲ καὶ πλεονεξίαι καὶ τὰ τοιαῦτα τοῦ διαβόλου ἔργα εἰσί. Τῶν ἔργων τοῦ θεοῦ ἀφίστασαι διὰ νηστείαν καὶ τῶν ἔργων τοῦ διαβόλου οὐ χωρίζῃ δι’ εὐσέβειαν; Καὶ μήν, ἀδελφοί, κατὰ τοῦ μὴ νηστεύοντος κρίσις οὐχ ὥρισται, κατὰ δὲ τοῦ ἀδικοῦντος τιμωρίαν ἠπείλησεν. Τὰ ἀνεύθυνα φεύγομεν καὶ τὰ ὑπόδικα οὐ φεύγομεν; Ἀγαθὸν ἡ ἐλεημοσύνη· τῇ μὲν γὰρ ὄψει σκορπιζομένη, τῇ δὲ ἀληθείᾳ συνάγει. Ὥσπερ γὰρ γεωργὸς τῇ γῇ δανείζει, ἀφ’ ἧς ἐκδέχεται τὰ σπέρματα, οὕτως ἡ ἐλεημοσύνη δοκεῖ μὲν ἄλλοις δίδοσθαι, τῇ δὲ ἀληθείᾳ τῷ δεδωκότι ταμιεύεται. Ἐσκόρπισε γάρ φησιν ὁ Δαυίδ , ἔδωκε τοῖς πένησιν· ἡ δικαιοσύνη αὐτοῦ μένει εἰς τὸν αἰῶνα. Οὕτω νηστεύσωμεν, οὕτω προσκυνήσωμεν, οὕτω πιστεύσωμεν, τὸν πατέρα δοξάζοντες, τὸν υἱὸν ὑμνοῦντες, τὸ πνεῦμα τὸ ἅγιον προσκυνοῦντες, ὅτι αὐτῷ ἡ δόξα εἰς τοὺς αἰῶνας. Ἀμήν.