Εἶτα ὃς μὴ οὔσας τοσαύτας μορφὰς παρήγαγε, λύσας ἀνανεῶσαι οὐ δύναται; Μὴ ὡς ταλαίπωρος ἄνθρωπος μέτρει τοῖς σοῖς λογισμοῖς θεοῦ δύναμιν καὶ θεοῦ σοφίαν . Μὴ νόμιζε, ὅτι τοσαῦτα δύναται ὁ θεός, ὅσα σὺ δύνασαι λογίσασθαι. Εἰ δὲ τοσαῦτα δύναται, ὅσα ἐγὼ νοῶ, τολμῶ εἰπεῖν, πολλῷ μικρὸς ὁ θεός. Ἐμέτρησε γὰρ αὐτὸν ἡ ἐμὴ διάνοια. Εἰ δὲ ὑπερβαίνει διάνοιαν καὶ νικᾷ λογισμὸν, ἀνεξιχνίαστος ὁ ποιήσας καὶ ἀκατάληπτα τὰ ἔργα. Ἐρωτάσθωσαν αἱρετικοὶ ἀπὸ τῶν φαινομένων, ἵνα μάθωσιν ἑαυτῶν τὴν ἀπορίαν. Ἐπειδὴ εἶπεν ὁ θεὸς γενηθήτω στερέωμα καὶ εὐθέως ὁ λόγος εἰργάσατο, κατέλιπεν ἡμῖν ἐνέχυρον τοῦτο, ὅτι αὐτὸς ἐποίησεν. Σήμερον καταλιμπάνομεν τὸν οὐρανὸν γυμνὸν ἀπὸ ἑσπέρας καὶ ἀθρόον ἐγερθέντες εὑρίσκομεν ἄλλο στερέωμα ἀπὸ τῶν νεφελῶν παγέν. Μερικὰ ἐνέχυρά ἐστι τῶν πρώτων, ὅταν ἴδῃς τὸν οὐρανὸν ἐσκοτασμένον καὶ ἄλλο στερέωμα ἐκ τῶν νεφελῶν. Ὁ νῦν συντόμως ποιῶν νεφέλας δείκνυσι, πῶς τότε συντόμως τὸν οὐρανὸν ἐποίησε. Καὶ τί ποιεῖ; Πῶς αἱ νεφέλαι βρέχουσιν; Ἐποίησε τὰς νεφέλας ὡς ἀσκοὺς καὶ ἀντλεῖ δι’ αὐτῶν τὰ τῆς θαλάσσης ὕδατα ἁλμυρά ὄντα καὶ πληροῖ τὰς νεφέλας καὶ μεταβάλλει τὸ ὕδωρ καὶ ποτίζει τὴν γῆν. Εἰπάτωσαν, πῶς ἀναφέρεται τὸ βάρος εἰς ὕψος, πῶς ἀντλεῖται, πῶς αἱ νεφέλαι ἀντλοῦνται. Οὐκ εὐθέως κενοῦσιν, ἀλλὰ τρέχουσιν ἐπιπολύ, ὅπου ἂν κελεύσῃ ὁ δεσπότης, καὶ ἔστι τὸ πρόσταγμα τοῦ θεοῦ ὥσπερ δεσμὸς ἐπικείμενος ταῖς νεφέλαις καὶ μὴ συγχωρῶν βρέχειν, ἕως ἂν νεύσῃ. Ὅτι δὲ ἀσκοί εἰσι, μαρτυρεῖ Δαυίδ · Ὁ συνάγων φησὶν ὡσεὶ ἀσκὸν ὕδατα θαλάσσης. Καὶ ὅρα τὸ θαυμαστόν. Συνάγει τὰ ὕδατα, ἐπίκειται ἡ χεὶρ ἡ ἀθάνατος, ἡ ἀόρατος, μὴ συγχωροῦσα ὁμοῦ κενωθῆναι, ἀλλὰ κατὰ μέρος. Ὥσπερ στήμονα λεπτὸν γυνὴ διανήσασα τέμνει τὸ ἔριον εἰς πολλὰς καὶ διαφόρους ὄψεις, οὕτω τὸν ἄπειρον βυθὸν τῆς θαλάσσης εἰς σταγόνας ὥσπερ σχήματι κατατέμνων, οὕτω πέμπει τῇ γῇ. Ἀλλὰ τὸ θαυμαστόν· εἰ λέλυται, πῶς οὐ συντόμως κενοῦται; εἰ δέδεται, διατί ῥέει; Ἔχεις ὑπόδειγμα ἀσθενὲς μέν, δυνάμενον δέ σε πεῖσαι. Εἶδες ἁρπαγέα ὑδάτων; Εἶδες, πῶς κατατέτρηται κάτωθεν; Ἐπικείμενος ἔχει τὴν φορὰν καὶ φράττεται κάτω διὰ τὸ ἄνωθεν ἐπικείμενον. Οὕτως ὁ ἀθάνατος δάκτυλος τοῦ θεοῦ ἐπίκειται ταῖς νεφέλαις, καὶ χαλᾷ ὅσον βούλεται καὶ τηρεῖ ὅσον βούλεται, ἵνα κατὰ πάσης τῆς γῆς παραπέμπῃ τὴν δωρεάν. Καὶ μάλιστα τοῦτο ποιεῖ ἐν τοῖς ὀψίμοις ὄμβροις, ὅτε πᾶσαν μεθύσκει τὴν γῆν· ὅτε ποτὲ μὲν τοῦτο, ποτὲ δὲ ἄλλο κλίμα ποτίζει. Διὰ τοῦτο λέγει ὁ προφήτης· Καὶ βρέξει ἐπὶ πόλιν μίαν, ἐπὶ δὲ πόλιν μίαν οὐ βρέξει. Μερὶς μία βραχήσεται, καὶ μερίς, ἐφ’ ἣν οὐ βρέξει, ξηρανθήσεται. Ἐπίκειται δὲ οὐ δάκτυλος θεοῦ, ἀλλὰ στολή. Ἐσχημάτισα δὲ τὸν λόγον εἰς τύπον ἡμέτερον. Ἐντέλλεται, καὶ οὐ βρέχουσι. Καὶ τοῦτο λέγει ἡ γραφή· Ταῖς νεφέλαις φησὶν ἐντελοῦμαι τοῦ μὴ βρέξαι ὑετόν. Ὡς ἐμεγαλύνθη γὰρ τὰ ἔργα σου, κύριε. Πάντα ἐν σοφίᾳ ἐποίησας. Εἶδες θεοῦ δημιουργίαν; Εἶδες, πῶς ἐμφράττει τῶν αἱρετικῶν τὰ στόματα, τῶν τὴν κτίσιν ἀγνοούντων καὶ τὸν κτίστην πολυπραγμονούντων; Πάντα πείθεται θεοῦ νόμῳ. Ὁ οὐρανὸς ἕστηκεν, οὐκ ἰδίᾳ δυνάμει βασταζόμενος, ἀλλὰ θείῳ νόμῳ στερεούμενος. Ὅταν γὰρ ἀπορήσω, πῶς ἐξ ὑδάτων ὁ οὐρανὸς πέπηκται, λύει μου τὴν ἀπορίαν ὁ μακάριος Δαυὶδ λέγων· Τῷ λόγῳ κυρίου οἱ οὐρανοὶ ἐστερεώθησαν. Διὰ τί γὰρ ἐστερεώθησαν; Ἐπειδὴ ἀπὸ ὑδάτων. Οὐδέποτε γὰρ τὸ στερεὸν λέγεται, ὅτι ἐστερεώθη· οὐδὲ τις δύναται εἰπεῖν· Ἡ πέτρα ἐστερεώθη. Ἄλλο στερεωθῆναι, ἄλλο εἶναι στερεόν. Στερεωθὲν λέγεται, ὅταν τὸ ἠραιωμένον καὶ κεχαυνωμένον παγῇ. Διὰ τοῦτο ὁ Πέτρος , ὅτε τὸν παραλελυμένον ἤγειρε, λέγει· Ἄνδρες Ἰσραηλῖται , τί θαυμάζετε ἐπὶ τοῦτο ἢ ἡμῖν τί ἀτενίζετε, ὡς ἡμῶν τῇ ἰδίᾳ δυνάμει καὶ εὐσεβείᾳ πεποιηκότων τοῦ περιπατεῖν αὐτόν; Ὁ θεὸς τῶν πατέρων ἡμῶν, ὁ θεὸς Ἀβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακὼβ , ἐδόξασε τὸν παῖδα αὐτοῦ Ἰησοῦν · καὶ ἐπὶ τῇ πίστει τοῦ ὀνόματος αὐτοῦ τοῦτον, ὃν θεωρεῖτε καὶ οἴδατε, ἐστερέωσε τὸ ὄνομα αὐτοῦ. Τὸν παραλελυμένον ἐστερέωσεν. Διὰ τοῦτο τῷ λόγῳ κυρίου οἱ οὐρανοὶ ἐστερεώθησαν . Ἐκ τῶν ἀραιῶν καὶ διαλελυμένων ὑδάτων τῷ λόγῳ κυρίου αἱ νεφέλαι εἰς ὕψος αἵρονται. Βλέπε, παρακαλῶ. Τὸ ὕδωρ τὸ πικρὸν μεταβάλλεται· ἀπὸ θαλάσσης ἀντλοῦσιν αἱ νεφέλαι καὶ τὸ ἐκ βάθους ἀντληθὲν πικρὸν γλυκὺ καὶ πότιμον ποιοῦσιν. Ἀπὸ βυθῶν ἡμᾶς ἤγειρε Χριστός , καὶ τὴν πικρίαν ἡμῶν οὐκ ἀποτιθέμεθα. Τίς ἐστιν ὁ ποιήσας τὸν οὐρανὸν καὶ τὴν γῆν; Ἐγὼ λέγω, ὅτι ὁ Χριστός . Καὶ πόθεν τοῦτο; Ὅτι εἰ μὴ ἦν δεσπότης τῶν ἁπάντων, οὐκ ἂν ἐν τῷ εὐαγγελίῳ ἐποίει τὰ θαύματα δι’ ὅλων τῶν κτισμάτων. Ἐποίησε γὰρ δι’ ὅλων στοιχείων, διὰ γῆς, διὰ θαλάσσης, δι’ ἀέρος, διὰ πυρός, ἵνα φανῇ πάντων τῶν κτισμάτων δεσπότης. Ἐπεισῆλθε τῷ τῆς ἡμέρας φωτὶ τὸ τῆς ἑσπέρας. Ἥλιος λάμπει καὶ λύχνος δᾳδουχεῖ· ἡμέρας τέλος καὶ νυκτὸς προοίμιον. Ἀλλὰ σύ, ὅταν ἴδῃς λύχνον καὶ ἥλιον, εἰπέ· Σή ἐστιν ἡ ἡμέρα καὶ σή ἐστιν ἡ νύξ· σὺ κατηρτίσω φαῦσιν καὶ ἥλιον. Ἀλλ’ οὐ διακόπτει τὸν λόγον ἡ δᾳδουχία. Δεῖ γὰρ τὸν ἥλιον δραμεῖν ἐπὶ τὴν αὐτοῦ κέλευσιν. Ὁ ἥλιος γὰρ ἔγνω τὴν δύσιν αὐτοῦ , ἵνα δειχθῇ, ὅτι Χριστὸς πάντων τῶν δημιουργημάτων δεσπότης ἐστί. Κηρύττει μὲν Ἰωάννης τοῦτο ὅτι πάντα ἐγένετο δι’ αὐτοῦ καὶ χωρὶς αὐτοῦ οὐδὲ ἓν γέγονεν ὃ γέγονεν. Ἀλλ’ ἔδει μὴ μόνον τῷ λόγῳ λάμψαι, ἀλλὰ καὶ ἔργῳ. Λέγει τῇ θαλάττῃ· Σιώπα, πεφίμωσο · καὶ ἐφιμώθη καὶ ἔγνω τὸ ἔργον τὸν τεχνίτην. Εἶπε γὰρ τῇ θαλάττῃ, καὶ ἐσιώπησεν· Εἶπε τῷ ἀνέμῳ, καὶ ἐφιμώθη. Εἰ μὴ ὑπήκουσε, οὐκ ἂν ἐποίησεν αὐτόν. Εἰ μὴ ἦν ὕδατος δεσπότης, οὐκ ἂν μετέβαλε τὸ ὕδωρ εἰς οἶνον. Εἰ μὴ ἦν οὐρανοῦ δεσπότης, οὐκ ἂν αὐτὸν ἀστὴρ ἐξ οὐρανοῦ ἐκήρυττεν. Εἰ μὴ ἦν ἡλίου δεσπότης, οὐκ ἂν σκότος ἐνεδύσατο ἐν τῷ σταυρῷ. Χριστὸς ἐπὶ σταυροῦ, καὶ ὁ ἥλιος ἐσκοτίσθη. Ὢ τοῦ θαύματος. Οὐδὲ ἡ κτίσις ἤνεγκε τὴν ὕβριν τοῦ δεσπότου. Ἐσκοτίσθη ὁ ἥλιος, ἵνα μάθῃς καὶ ἐν αὐτῷ σταυρῷ ἡλίου δεσπότην. Ἐσείσθη ἡ γῆ, ἵνα μάθῃς, ὅτι περὶ αὐτοῦ ὁ Δαυὶδ εἶπεν· Ὁ ἐπιβλέπων ἐπὶ τὴν γῆν καὶ ποιῶν αὐτὴν τρέμειν. Ἐσχίσθησαν αἱ πέτραι, ἵνα μάθῃς περὶ τίνος εἶπεν ὁ προφήτης· Ὁ θυμὸς αὐτοῦ τήκει ἀρχὰς καὶ αἱ πέτραι ἐθρύβησαν ἀπ’ αὐτοῦ. Ἠνοίγη τὰ μνήματα, ἵνα φανῇ ἡ ἀνάστασις καὶ ὁ ἐγείρων θεὸς διὰ τῶν πάντων λάμψῃ. Ἀλλὰ δεῖ ἡμᾶς καὶ ἠθικὸν κινῆσαι λόγον. Ὁ λύχνος ἡμᾶς καλεῖ ἐπὶ τὸ εἰπεῖν· Λύχνος τοῖς ποσί μου ὁ λόγος σου καὶ φῶς ταῖς τρίβοις μου. Κατέλαβεν ἑσπέρα, ἵνα λέγωμεν· Κατευθυνθήτω ἡ προσευχή μου ὡς θυμίαμα ἐνώπιόν σου, ἔπαρσις τῶν χειρῶν μου θυσία ἑσπερινή. Καὶ διατί μὴ ἑωθινή; Ὧδε τὸν νοῦν. Ἃ γὰρ ψάλλομεν, ὀφείλομεν εἰδέναι. Λέγει Δαυίδ · Ψάλατε συνετῶς. Ἔπαρσις τῶν χειρῶν μου θυσία ἑσπερινή . Δύο θυσίας ἐκέλευσε Μωϋσῆς γίνεσθαι, μᾶλλον δὲ θεός· μίαν ἑωθινήν, μίαν ἑσπερινήν. Ἡ ὀρθρινὴ εὐχαριστία ἦν ὑπὲρ τῆς νυκτός. Ὁ γὰρ διασωθεὶς τὴν νύκτα, εὐχαριστεῖ ἐν τῇ ἡμέρᾳ. Ἡ ἑσπερινὴ θυσία εὐχαριστία ἦν ὑπὲρ τῆς ἡμέρας. Ἐπειδὴ διετήρησάς με φησὶν ἐν τῇ ἡμέρᾳ, εὐχαριστῶ σοι ὑπὲρ ὅλης τῆς ἡμέρας. Ἡ ἑωθινὴ θυσία οὐ δέχεται τὸν ἁμαρτήσαντα ἐν νυκτί. Διὰ τοῦτο λέγει· Ἔπαρσις τῶν χειρῶν μου θυσία ἑσπερινή. Εἰσέρχῃ ἑσπέραν, ἁπλοῖς τὰς χεῖρας· εἰ ἔχουσι παρρησίαν, ἁπλούσθωσαν· εἰ μὴ ἔγραψαν ἀδικίαν, εἰ μὴ ἥρπασαν πένητας, εἰ μὴ ἐπλεονέκτησαν ὀρφανούς, ὡς πρόσωπον ἔχουσαι ὑψούσθωσαν. Ἔπαρσις τῶν χειρῶν μου , ἀντὶ τοῦ βλέπε, κύριε, καθαραὶ αἱ χεῖρες. Ὥσπερ γὰρ ὁ ἁμαρτήσας, πρόσωπον ἐπᾶραι οὐ δύναται, ἀλλ’ ὑπὸ συνειδήσεως κάμπτεται, οὕτω χεὶρ μεμολυσμένη οὐδὲ τολμᾷ ἀντιπρόσωπος γενέσθαι θεῷ. Βλέπε· εἰ καθαραὶ αἱ χεῖρες ἀπὸ ἀδικίας, ἁπλούσθωσαν. Διὰ τοῦτο ὁ πατριάρχης Ἀβραὰμ παρῃτήσατο λαβεῖν ἀπὸ αἰσχροκερδείας κέρδη, ὅτε ἔλεγεν αὐτῷ ὁ βασιλεὺς Σοδόμων · Λάβε πάντα· μόνον τὰς γυναῖκας ἀπόλυσον. Ἵνα οὖν παρρησίαν ἔχῃ, οὐδὲν ἔλαβεν· καθαρὰς δὲ ἔχων τὰς χεῖρας ἔλεγεν· Ἐκτενῶ τὰς χεῖράς μου πρὸς τὸν θεόν, ὃς ἐποίησε τὸν οὐρανὸν καὶ τὴν γῆν. Καὶ ἐξέτεινεν, ἐπειδὴ οὐκ ἦσαν μεμολυσμέναι κέρδει ἀδίκῳ. Ἔπαρσις τῶν χειρῶν μου. Ἑρμηνεύει τὸ ἔπαρσις τῶν χειρῶν μου Παῦλος · Βούλομαι οὖν τοὺς ἄνδρας προσεύχεσθαι ἐν παντὶ τόπῳ, ἐπαίροντας ὁσίους χεῖρας χωρὶς ὀργῆς καὶ διαλογισμῶν. Ἡ ἑσπέρα ἀπαιτεῖ ἡμᾶς τὰ τῆς ἑσπέρας ἔργα. Ἁπλοῖς τὰς χεῖρας, ἐρευνᾷ ὁ τεχνίτης. Ἔρχεται ὁ ἑωθινὸς καιρός, καὶ ἐὰν μὴ ἔχῃς καθαρὰν τὴν χεῖρα ἢ τὴν διάνοιαν, ἑωθινὸν καιρὸν οὔτε ἰδεῖν τολμᾷς. Ἡ πεῖρα διδάσκαλος. Ἐννόησον, ὅταν τις καθαρὸς διαμείνῃ, πῶς εἰσέρχεται διὰ παρρησίας, ὡς ἰδίαν αὐλὴν πατῶν. Παρρησίαν γὰρ αὐτῷ δίδωσιν ἐν τῷ ἑωθινῷ καιρῷ ἡ ἐν νυκτὶ σωφροσύνη. Διὰ τοῦτο Δαυὶδ λέγει· Εἰ ἐμνημόνευόν σου ἐπὶ τῆς στρωμνῆς μου, ἐν τοῖς ὄρθροις ἐμελέτων εἰς σέ. Εὐχαριστῶ τῷ θεῷ· μέμνημαι, ὅτι κάμνουσαν ἡμῖν τὴν φωνὴν ὁ τοῦ θεοῦ ἀνώρθωσε λόγος, οὐ πρὸς τὴν ἡμετέραν ἀξίαν ὁρῶν, ἀλλὰ πρὸς τὸν ὑμέτερον πόθον. Εὐξώμεθα τοίνυν ἐν ἀληθείᾳ καρδίας καὶ εἰρήνην ἔχειν καὶ ἐν ὄρθροις παρρησιάζεσθαι καὶ αἱρετικὴν μανίαν φεύγειν καὶ ὀρθόδοξον πίστιν μεταδιώκειν καὶ δόξαν ἀναπέμπειν τῷ πατρὶ καὶ τῷ υἱῷ καὶ τῷ ἁγίῳ πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.