Ὁ μὲν τοῦ κόσμου τεχνίτης ἡλίῳ καὶ σελήνῃ καὶ ἄστροις τὸν οὐρανὸν ἐκαλλώπισε καὶ τὴν γῆν ἄνθεσι καὶ φυτοῖς ἐστεφάνωσε καὶ πᾶσαν τὴν κτίσιν διαφόρως ἐποίκιλλεν. Ἡμᾶς δὲ δεῖ τὸν τῆς δημιουργίας λόγον ἀναλαβόντας θαυμάζειν μὲν τὰ γεγενημένα, προσκυνεῖν δὲ τὸν τεχνίτην. Οὐ γὰρ ἐγράφη ταῦτα, ἵνα μάθωμεν ὅτι γέγονε μόνον, ἀλλὰ καὶ θαυμάσωμεν τὸν ποιήσαντα. Εἴρηται ὅτι τῇ πρώτῃ τὰς ὕλας τῶν κτισμάτων παρήγαγε, τῇ δευτέρᾳ πῶς τὸ στερέωμα ἐξ ἠραιωμένης φύσεως τῶν ὑδάτων συνεστήσατο καὶ διὰ τοῦτο στερέωμα ἐκλήθη. Διὰ τοῦτο δὲ καὶ ὁ Χριστὸς τὴν οἰκουμένην πᾶσαν ἐξηραιωμένην καὶ κεχαυνωμένην, διαφόροις πολυθέου πλάνης ὕλαις ἐσκορπισμένην συνήγαγε καὶ μίαν ἐποίησε πίστιν καὶ καλεῖ αὐτὴν ὁ ἀπόστολος στερέωμα λέγων· Κατὰ τὸ στερέωμα τῆς εἰς τὸν Χριστὸν πίστεως. Ἐμερίσθη τοίνυν ἡ ἄβυσσος καὶ ἦν τὸ μεῖναν κάτω ὕδωρ ἄβυσσος καὶ τὸ ὑψωθὲν ἄνω ἄβυσσος. Πόθεν τοῦτο; Λέγει Δαυίδ · Ἄβυσσος ἄβυσσον ἐπικαλεῖται εἰς φωνὴν τῶν καταρακτῶν σου. Ἐμερίσθη τοίνυν ἡ ἄβυσσος καὶ ἐγένετο στερέωμα. Λοιπὸν ἡ γῆ ἐκεκάλυπτο ὕδατι. Καὶ εἶπέ φησιν ὁ θεός· Συναχθήτω τὸ ὕδωρ τὸ ὑποκάτω τοῦ οὐρανοῦ εἰς συναγωγὴν μίαν, καὶ ὀφθήτω ἡ ξηρά. Ἐπειδὴ πάντα βούλονται οἱ ἄθλιοι τῶν αἱρετικῶν παῖδες καὶ τρόπον ἐρευνῶσιν ἀκαταλήπτου φύσεως, εἴπωσι πῶς συνήχθη τὸ ὕδωρ καὶ ποῦ συνήχθη ἢ συναχθὲν ποῦ ἐχώρησεν. Οὐ γὰρ ἀκολουθεῖν δεῖ, καθ’ ὑμᾶς, ἁπλῶς ταῖς φωναῖς, ἀλλὰ ζητεῖν τὰ πράγματα. Εἶπεν ὁ θεός· Συναχθήτω τὸ ὕδωρ. Ποῦ συνήχθη; Εἰς τὴν θάλασσαν. Οὐ γὰρ ἦν τότε πεπληρωμένη ἡ θάλασσα; Ἡ γῆ ἐπεπλήρωτο, πάντως καὶ ἡ θάλασσα. Ποῦ οὖν συνήχθη; Οἱ τὰ ἐν ποσὶ καὶ ὁρώμενα μὴ δυνάμενοι καταλαβεῖν, πολυπραγμονοῦσι βυθὸν ἀνεξιχνίαστον καὶ ἄβυσσον θεότητος ἀκατάληπτον καὶ οὐκ ἐντρέπει αὐτοὺς ἡ θάλασσα ἀκατάληπτος οὖσα ἐρευνᾶν περὶ τοῦ τεχνίτου. Διὰ τοῦτο καὶ πρὸς αἱρετικοὺς λεγέτω ὁ προφήτης. Αἰσχυνθήτωσαν αἱρετικοί , εἶπεν ἡ θάλασσα, ὥσπερ εἶπεν· Αἰσχύνθητι Σιδών , εἶπεν ἡ θάλασσα. Ποῦ οὖν συνήχθη τὰ ὕδατα, ἄκουε. Ὅτε τὴν γῆν ἐποίησεν ὁ θεός, οὐδέπω ἦν τὰ κοιλώματα τῶν ὀρέων, ἀλλ’ ἅμα εἶπε Συναχθήτω τὸ ὕδωρ καὶ ἐρράγη ἡ γῆ καὶ κόλπους ἐποίησε. Μαρτυρεῖ τῷ πράγματι, ὅτι γῆ ἐστιν ἡ σχισθεῖσα, αἱ νῆσοι, τὰ ὄρη μεταξύ. Καὶ διὰ τοῦτο κατέλιπεν ὁ θεὸς τὰς νήσους καὶ τὰ ὄρη, ἵνα μάθῃς, ὅτι ἀπ’ ἀρχῆς συνῆπτο. Θεοῦ δὲ λόγος αὐτὰ ἔρρηξεν. Συναχθήτω τὸ ὕδωρ , ἐγυμνώθη ἡ γῆ. Δεῖ δὲ εἰδέναι, ὅτι ὁ θεὸς τὴν γῆν τὴν σήμερον οὕτω καλουμένην οὔτε γῆν ἐποίησεν οὔτε ὄνομα αὐτῇ τοιοῦτον ἔδωκεν· ἀλλ’ ἦν τὸ ὄνομα τῆς κοσμοποιίας ἀπ’ ἀρχῆς ἡ ξηρά, ὡς λέγει Δαυίδ · Ὅτι αὐτοῦ ἐστιν ἡ θάλασσα καὶ αὐτὸς ἐποίησεν αὐτὴν καὶ τὴν ξηρὰν αἱ χεῖρες αὐτοῦ ἔπλασαν. Ξηρὰ ἐγένετο, ἐπεκλήθη δὲ γῆ, ὥσπερ τοῦτο τὸ στερέωμα ἐγένετο, ἐπεκλήθη δὲ οὐρανός. Χωρισθέντων τοίνυν τῶν ὑδάτων προῆλθεν ἡ ξηρὰ ὄψιν ἔχουσα γῆς μεμεθυσμένης. Νεωστὶ γὰρ ὑπεχώρησαν τὰ ὕδατα. Ὡς οὖν ἐγυμνώθη ἡ γῆ, κελεύει ὁ δημιουργός· Βλαστησάτω ἡ γῆ βοτάνην χόρτου, σπεῖρον σπέρμα κατὰ γένος καὶ καθ’ ὁμοιότητα, καὶ ξύλον κάρπιμον, οὗ τὸ σπέρμα αὐτοῦ ἐν αὐτῷ κατὰ γένος καὶ καθ’ ὁμοιότητα. Οὐδὲ τοῦτο αἰσχύνει τοὺς αἱρετικούς . Βοτάνη καὶ ξύλα καὶ χόρτος γεννᾷ καθ’ ὁμοιότητα καὶ ὁ θεὸς ἀνόμοιον ἐγέννησε; Καὶ ὅτε τὰ τετράποδα πάλιν καὶ τὰ ἑρπετὰ καὶ πετεινὰ ἐγένετο, λέγει ὁ θεός· Ἐξαγαγέτω τὰ ὕδατα ἑρπετὰ ψυχῶν ζωσῶν καὶ πετεινὰ πετόμενα ἐπὶ τῆς γῆς κατὰ γένος. Τὰ θηρία, τὰ ἑρπετά, τὰ πετεινά, τὰ νηκτά, ἡ βοτάνη, ὁ χόρτος, τὰ ξύλα κατὰ γένος καὶ καθ’ ὁμοιότητα γεννᾷ καὶ μόνος ὁ θεὸς ἀνόμοιον ἐγέννησεν; Καὶ ἡμᾶς μὲν δημιουργῶν ὁ θεὸς εἶπε· Ποιήσωμεν ἄνθρωπον κατ’ εἰκόνα ἡμετέραν καὶ ὁμοίωσιν. Τὸ ἔργον καθ’ ὁμοίωσιν καὶ ὁ τεχνίτης ἀνόμοιος; Ἀλλ’ ὅρα τὸ θαυμαστόν. Πολλάκις γὰρ ἡ αἱρετικὴ κακία εὑρίσκει φωλεόν· Ἐὰν οὕτω φησὶν εἴπῃς τὸν υἱὸν καθ’ ὁμοίωσιν, ὡς καὶ ἡμᾶς, δεχόμεθα. Ἄλλο γὰρ φύσεως ὁμοιότης, ἄλλο χάριτος. Ἡμεῖς καθ’ ὁμοίωσιν, ἐκεῖνος ὁμοίωσις. Ὁ γὰρ ἑωρακὼς ἐμέ, ἑώρακε τὸν πατέρα · ἡμεῖς δὲ καθ’ ὁμοίωσιν. Δεῖ δὲ τοὺς δούλους τοῦ θεοῦ ἐρωτᾶν τὰς διαφορὰς τῶν λέξεων. Λέγει ὁ θεός· Βλαστησάτω ἡ γῆ βοτάνην χόρτου καὶ ξύλον κάρπιμον ποιοῦν καρπόν. Εἶτα λέγει· Ἐξαγαγέτω ἡ γῆ τετράποδα καὶ θηρία. Διὰ τί ἐκεῖ βλαστησάτω καὶ ὧδε ἐξαγαγέτω ; Τὰ βλαστήματα καὶ τὰ ξύλα καὶ οἱ καρποὶ κατ’ ἐνιαυτὸν βλαστάνουσιν. Ἐπειδὴ οὖν ἔμελλε τὰ ὕδατα παραμένειν τῇ γῇ καὶ πάντως ἐξ αὐτῆς προέρχεσθαι, διὰ τοῦτο βλαστησάτω . Τὰ μέντοι ζῷα διὰ τοῦτο ἐξαγαγέτω , ἐπειδὴ ἅπαξ ἀπὸ γῆς γεννηθέντα, οὐκέτι πάλιν ἀπὸ γῆς, ἀλλ’ ἀπὸ τῶν διαδοχῶν τίκτονται. Ἐγένετο οὕτως. Ἔδραμεν εἰς ἔργον ὁ λόγος, ἐκοσμήθη ἡ γῆ. Ἔδει λοιπὸν κοσμηθῆναι καὶ τὸν οὐρανόν. Διὰ τί δὲ προγενεστέραν ποιεῖ τὴν διακόσμησιν τῆς γῆς τοῦ οὐρανοῦ; Διὰ τὴν μέλλουσαν ἀνακύπτειν πολύθεον πλάνην περὶ ἥλιον καὶ σελήνην καὶ ἄστρα. Εἶπεν ὁ θεός· Γενηθήτωσαν φωστῆρες ἐν τῷ στερεώματι τοῦ οὐρανοῦ. Τῇ πρώτῃ ἡμέρᾳ διατί οὐκ ἐποίησεν ἥλιον καὶ σελήνην; Ἐπειδὴ οὐδέπω ἦν τὸ στερέωμα γενόμενον, ἐν ᾧ ἔμελλε πεπῆχθαι. Καὶ οὐ διὰ τοῦτο μόνον, ἀλλ’ ἐπειδὴ οὐδέπω ἦσαν καρποὶ οἱ ὑφείλοντες θάλπεσθαι. Τῇ γὰρ τρίτῃ ἐβλάστησαν οἱ καρποί. Καὶ ἵνα μὴ νομισθῇ πάλιν, ὅτι τῇ φύσει τοῦ ἡλίου ἐβλάστησαν, ὅτε ἀπηρτίσθη ἡ δημιουργία, τότε λοιπὸν ποιεῖ ὁ θεὸς ἥλιον, σελήνην, ἄστρα. Πόθεν τὰ αὐτὰ ἐποίησεν; Εἴρηται γάρ, ὅτι τῇ πρώτῃ ἡμέρᾳ ἐκ μὴ ὄντων ἐποίησε τὰ πάντα, ταῖς δὲ ἄλλαις ἐξ ὄντων. Πόθεν οὖν ὁ ἥλιος; Ἐκ τοῦ γενομένου φωτὸς τῇ πρώτῃ ἡμέρᾳ, ὃ μετέβαλεν ὡς ἠθέλησεν ὁ τεχνίτης, καὶ εἰς διαφόρους μετεσκεύασεν ὄψεις, ἐκεῖ τὴν ὕλην τοῦ φωτός, ὧδε τοὺς ἀστέρας. Ὡς εἴ τις προβάλοιτο μᾶζαν χρυσοῦ καὶ μετὰ ταῦτα νομίσματα κατακόψας, οὕτω διαθείη τοῦ φωτὸς τὴν διακόσμησιν. Ὥσπερ γὰρ τὴν ἄβυσσον τότε ἓν ὕδωρ ὑπάρχουσαν ἐμέρισεν εἰς τὰς θαλάσσας, εἰς ποταμούς, εἰς πηγάς, εἰς λίμνας, εἰς φρέατα, οὕτω καὶ τὸ φῶς ἓν ὑπάρχον, μονοειδές, κατατεμὼν ὁ τεχνίτης, ἐμέρισεν εἰς ἥλιον καὶ σελήνην καὶ ἄστρα. Θέλω δὲ ζητῆσαι, πῶς ἐποίησεν ὁ θεὸς τοὺς φωστῆρας. Φαίνεται γὰρ ποιήσας αὐτοὺς ἔξω τοῦ οὐρανοῦ καὶ τότε πήξας ἄνω. Ὥσπερ τεχνίτης, ἐπειδὰν ἀπαρτίσῃ εἰκόνα, τότε πήγνυσιν αὐτὴν ἐν τοίχῳ, οὕτως ὁ θεὸς πρῶτον ἐποίησε τοὺς φωστῆρας ἔξω τοῦ οὐρανοῦ καὶ τότε ἔπηξεν ἄνω ὥσπερ τεχνίτης, ὡς μαρτυρεῖ ἡ γραφή· Καὶ ἐποίησεν ὁ θεὸς τοὺς δύο φωστῆρας, καὶ ἔθετο αὐτοὺς ἐν τῷ οὐρανῷ. Πῶς οὖν αὐτοὺς ἔπηξεν; Ἆρα μὴ ὁμοῦ ἦσαν οἱ δύο πεπηγμένοι; Οὐκ ἔχει λόγον. Ἀλλὰ τί; Κατὰ τὴν φωνὴν αὐτοῦ τοῦ θεοῦ ἡ πῆξις. Ἔθετό φησιν ὁ θεὸς τοὺς φωστῆρας, τὸν φωστῆρα τὸν μέγαν εἰς ἀρχὰς τῆς ἡμέρας καὶ τὸν φωστῆρα τὸν ἐλάσσω εἰς ἀρχὰς τῆς νυκτός. Ὅτε ὁ ἥλιος ἐπάγη εἰς ἀνατολήν, ἐπάγη ἡ σελήνη εἰς δύσιν· ἐπειδὴ ἐκείνη μὲν ἄρχειν τῆς νυκτὸς ἐκελεύσθη, ὁ δὲ τῆς ἡμέρας. Ἐγένετο οὖν ἡ σελήνη καὶ γεννᾶται τῇ πρώτῃ ἡμέρᾳ πανσέληνος. Οὐ γὰρ ἔδει ἠκρωτηριάσθαι τὸ ἔργον εὐθέως, ἀλλ’ ἔδει δειχθῆναι τὸν φωστῆρα οἷος ἐγένετο. Μετὰ δὲ ταῦτα τῇ ἀλλοιώσει ἔδειξε χρόνους καὶ καιροὺς καὶ διαφορὰς ἡμερῶν. Ποιεῖ οὖν αὐτὴν ὁ θεὸς ὡς πεντεκαιδεκαταίαν πεπληρωμένην. Ὁ ἥλιος ἀνέτελλεν ὄρθρου· ὅτε γὰρ ἐπάγη ἡ σελήνη ἐν τῷ ὄρθρῳ, ἐφαίνετο πρὸς δύσιν. Ὡς οὖν ἔτρεχεν ὁ ἥλιος τὸν ἴδιον δρόμον πρὸς δύσιν, ἡ σελήνη ἤρχετο εὐθέως τοῦ ἀνατέλλειν, ἵνα πληρωθῇ τὸ ἀρχέτωσαν τῆς ἡμέρας καὶ τῆς νυκτός. Λοιπὸν ζήτημα· Διὰ τί ὁ θεὸς πεπληρωμένην ἐποίησε τὴν σελήνην; Πρόσεχε. Τὸ γὰρ νόημα βαθύ. Ἐχρῆν αὐτὴν τῇ τετάρτῃ ἡμέρᾳ γεναμένην, ὡς τεταρταίαν φαίνεσθαι. Ἀλλὰ πάλιν εἰ ἦν τεταρταία, τὸ ἄκρον τῆς δύσεως οὐκ ἀντεῖχεν. Εὑρέθη οὖν πλεονεκτοῦσα ἕνδεκα ἡμέρας. Τεταρταία ἐγένετο καὶ ἐφαίνετο ὡς πεντεκαιδεκαταία. Ἕνδεκα ἡμέρας ἐπλεονέκτει λοιπὸν ἡ σελήνη τὸν ἥλιον, οὐ τῇ ποιήσει, ἀλλὰ τῇ φαύσει. Διὰ τοῦτο ἃς τότε ἐπλεονέκτησεν ἡ σελήνη, ἀποδίδωσι τῷ ἡλίῳ. Ὁ γὰρ κατὰ σελήνην καὶ καθ’ ἕκαστον μῆνα ἀπὸ εἴκοσι ἐννέα ἥμισυ ἡμερῶν ἀριθμὸς γιγνόμενος, ποιεῖ ἐν τοῖς δεκαδύο μησὶ τοῦ ἐνιαυτοῦ ἡμέρας τριακοσίας πεντήκοντα τέσσαρας. Ἐὰν γὰρ οὕτω ψηφίσῃς τὸν μῆνα ἀπὸ εἴκοσι ἐννέα ἥμισυ ἡμερῶν, γίγνονται τοῦ ἐνιαυτοῦ ἡμέραι τριακόσιαι πεντήκοντα τέσσαρες, ἵνα ἃς ἐπλεονέκτησε τότε ἡμέρας ἡ σελήνη κατ’ ἐνιαυτὸν ἀποδίδωσι τῷ ἡλίῳ. Ὁ ψηφιστὴς ψηφιζέτω. Γενηθήτωσαν φωστῆρες ἐν τῷ στερεώματι τοῦ οὐρανοῦ, ὥστε φαίνειν ἐπὶ τῆς γῆς. Ἐπειδὴ ἡ φύσις τοῦ πυρὸς ἀνώδρομος ἦν, χαλινὸν ἐπιτίθησιν ὁ θεὸς τῇ φύσει, ὥστε μὴ ἄνω πέμπειν τὴν αὐγήν, ἀλλὰ κάτω. Πῦρ γὰρ οὐκ ἀνέχεται προσέχειν κάτω, ἀλλ’ ἄνω. Ἐὰν ἔχῃς δᾷδα, στρέψον αὐτὴν κάτω, καὶ ὁρᾷς ὅτι κἂν τὸ ὄργανον στρέψῃς, τὸ πῦρ ἄνω τρέχει. Ἐπειδὴ οὖν ᾔδει αὐτοῦ τοιαύτην εἶναι τὴν φύσιν, ἐπέδησεν αὐτήν, ἵνα μὴ κατὰ τὴν φύσιν λάμπῃ, ἀλλὰ κατὰ τὸ πρόσταγμα. Εἴ τις ὑμῶν παρετηρήσατο ἔλαιον ἀπὸ λύχνου, πῶς συγκατασπᾶται τῷ ἐλαίῳ τὸ πῦρ, καὶ ἡ μὲν βία τοῦ ἐλαίου κάτω ἕλκει, ἡ δὲ φύσις τοῦ πυρὸς ἄνω τρέχει καὶ ὥσπερ βίαν ὑφιστάμενον καταβοᾷ· εἴ ποτε γὰρ ἀναγκάζεται πῦρ τρέχειν παρὰ τὴν ἀκολουθίαν, φωνὴν ἀφίησιν ὡς βίαν πάσχον, ὡς παρὰ φύσιν ὁδεῦον. Ὅταν γάρ τι παρὰ φύσιν ἐν τῷ στοιχείῳ γένηται, βοᾷ. Διὰ τί; Ὅταν ἐπιβληθῇ ἔλαιον τῷ πυρί, φωνὴν οὐκ ἀφίησιν· ἐὰν δὲ ὕδωρ ἐπιβληθῇ, τρίζει. Καὶ τοῦτο ὑγρὸν κἀκεῖνο ὑγρόν. Ἀλλ’ ἐπειδὴ κἀκεῖνο ἀπὸ ξύλου ὄψον, καὶ ἡ ἐλαία τρέφουσα, φίλον δὲ ἀεὶ τῷ ξύλῳ τὸ πῦρ, δέχεται ἡδέως τὰ ἀπὸ τοῦ συγγενοῦς. Ἐὰν δὲ ὕδωρ πυρὶ ἐπιβληθῇ, τρίζει. Τῷ γὰρ ἐναντίῳ μάχεται. Τὸ πῦρ ἴδιόν ἐστι τοῦ ἀέρος. Συγγενὲς γάρ. Φυσᾷς εἰς λύχνον καὶ καπνίζει ὁ ἀὴρ τὸ πῦρ καὶ οὐδαμοῦ εὑρίσκεται. Τὸ γὰρ συγγενὲς ἔδραμε. Βλέπε τοῦ τεχνίτου τὴν σοφίαν, βλέπε τὴν δύναμιν. Ἔθηκε τοὺς φωστῆρας ἐν τῷ οὐρανῷ, ὥστε φαίνειν ἐπὶ τῆς γῆς· Καὶ ἔστωσάν φησιν εἰς σημεῖα καὶ εἰς ἡμέρας καὶ εἰς ἐνιαυτούς. Τί ἐστιν εἰς σημεῖα ; Οἱ μὲν ματαιολόγοι περὶ ἀστρολογίας ἑαυτῶν ἐκένωσαν τὰς ἐλπίδας, σημειούμενοι πράγματα ἀνυπόστατα. Ὅτι γὰρ οὐκ ἔστι τι σημειώσασθαι περὶ ζωῆς ἀνθρώπων ἀπὸ ἄστρων, μαρτυρεῖ Ἡσαΐας λέγων· Ἀναστήτωσαν οἱ ἀστρολόγοι τοῦ οὐρανοῦ καὶ οἱ βλέποντες τὰ σημεῖα, καὶ εἰπάτωσάν σοι τί μέλλει γίνεσθαι. Περὶ μὲν οὖν ζωῆς ἀνθρώπων οὐδὲν σημεῖον δίδωσιν οὐρανός. Θέλεις δὲ μαθεῖν αὐτοῦ τὰ σημεῖα; Σημαίνει ὄμβρους, ἀνέμους, χειμῶνα, εὐδίαν. Τὰ ἄστρα ταῦτα σημαίνει, καὶ τοῦτο διὰ θεοῦ φιλανθρωπίαν, ἵνα ὁ ναυτίλος ἴδῃ τὸ σημεῖον καὶ φύγῃ τὸν κίνδυνον, ἵνα ὁ γεωργὸς ἴδῃ ὀσμὴν χειμῶνος καὶ προλαβὼν ἀροτριάσῃ γῆν. Γίνεται σημεῖον καὶ πολέμου καὶ εἰρήνης. Ταῦτα ὁ σωτὴρ ἐβεβαίωσεν, ἅτινά εἰσιν ἁπλᾶ καὶ ἀπερίεργα. Λέγει γὰρ τοῖς Ἰουδαίοις · Ὑποκριταὶ, ἐὰν ἴδητε νεφέλην ἀπὸ δυσμῶν ἀνατέλλουσαν, λέγετε χειμὼν γίνεται καὶ γίνεται οὕτως. Κἂν ἴδητε ὀψὲ πυρράζοντα τὸν οὐρανὸν, λέγετε εὐδία καὶ γίνεται εὐδία. Κἂν ἴδητε ὀψὲ στυγνάζοντα τὸν οὐρανὸν, λέγετε χειμὼν γίνεται . Καὶ ἐπάγει εἶτα· Τὸ πρόσωπον τοῦ οὐρανοῦ καὶ τῆς γῆς οἴδατε δοκιμάζειν, τὸν δὲ καιρὸν τοῦτον οὐκ οἴδατε; Ταῦτά ἐστι τὰ σημεῖα τὰ ἀκίνδυνα παρατηρήσασθαι, θέρος, χειμῶνα, ὑετόν, εὐδίαν. Ταῦτα καὶ τῆς εὐσεβείας οὐκ ἀλλότρια καὶ τοῦ θεοῦ ἴδια. Ἦν δὲ περὶ ἀστρολογίας πολὺν ἀποτεῖναι λόγον. Ἀλλὰ χρείαν ἔχει καὶ τετονωμένης φωνῆς καὶ ὀργάνου μὴ ὀκλάζοντος. Συμβαδίζει γὰρ τῷ λόγῳ ἡ διάνοια καὶ συνασθενεῖ τῇ γλώττῃ ὁ λογισμός. Ἐπὶ οὖν τὰ ἁπλούστερα χωρήσω μεν. Ἔστωσαν εἰς σημεῖα καὶ εἰς καιρούς. Ἄλλο γὰρ χρόνος καὶ ἄλλο καιρός. Χρόνος μῆκός ἐστι, καιρὸς εὐκαιρία. Καὶ οὐδεὶς λέγει· Χρόνος ἐστὶ τοῦ τρυγῆσαι. Οὐδεὶς λέγει χρόνος ἐστὶ τὴν παρθένον γῆμαι, ἀλλὰ καιρὸς τὴν παρθένον γῆμαι, καιρὸς σπόρου, καὶ καιρὸς θερισμοῦ. Καὶ Σολομὼν λέγει· Καιρὸς τοῦ τεκεῖν καὶ καιρὸς τοῦ ἀποθανεῖν, καὶ καιρὸς τοῦ οἰκοδομῆσαι καὶ καιρὸς τοῦ καταλῦσαι. Καιρὸν τὴν εὐκαιρίαν λέγει. Σημαίνει δὲ τὰ ἄστρα τοῦτο· οἷον ἀνατολὴ Πλειάδων, ἀρχὴ θερισμοῦ· δύσις Πλειάδων, ἀρχὴ σπόρου. Ταῦτα ἀλλότρια μὲν τῆς ἀσεβείας, ἴδια δὲ τῆς εὐσεβείας. Καιροὶ λέγονται καὶ ἑορταὶ τοῦ θεοῦ. Λέγει ὁ θεός· Τρεῖς καιροὺς τοῦ ἐνιαυτοῦ ἑορτάσετέ μοι· τὴν ἑορτὴν τῶν ἀζύμων, τὴν ἑορτὴν τῆς πεντηκοστῆς, τὴν ἑορτὴν τῶν σκηνοπηγίων. Τρεῖς καιροί. Ἰδοὺ σημεῖα καὶ καιροί. Ἡμέρας πάλιν ἐπὶ τοῦ σαββάτου καὶ μῆνας ἡ σελήνη ἐργάζεται. Ὁ ἥλιος ἐνιαυτῶν τὰς τροπὰς φυλάττει, ἐαρινήν, ἰσημερίαν, θερινήν, μετοπωρινήν. Ἑστήκασιν οἱ νόμοι ἀσάλευτοι. Εἶπε καὶ ἐπάγησαν· ἐκέλευσε, καὶ ἐθεμελιώθησαν. Λοιπὸν ὧδε τὸν νοῦν. Τίς ὁ τούτων τεχνίτης; Τίς ταῦτα ἐποίησεν; Ὁ πατήρ; Οὐδεὶς ἀντιλέγει. Ὁ υἱός; Καὶ αἱρετικοὶ συντίθενται μέν, οὐ καλῶς δέ. Λέγουσι γάρ, ὅτι τὸν υἱὸν ὁ πατὴρ ἐποίησεν, ὁ δὲ υἱὸς τὰ πάντα. Δέχομαι τὴν ἀσέβειαν; Ἐπειδὴ δεσμοῖς ἀλύτοις σφίγγει τῶν αἱρετικῶν τὸν λογισμὸν, ἐρωτήσωμεν τοὺς προφήτας, εἰ ὁ ποιήσας τὰ πάντα ἔχει τινὰ μείζω ἢ πάντων ἐστὶν ἀνώτερος. Τῇ γὰρ προτάσει τῇ ἰδίᾳ πίπτουσιν. Λέγουσιν, ὅτι πάντα ἐποίησεν ὁ υἱός, αὐτὸν δὲ ὁ πατήρ. Ἵλεως ἡμῖν γένηται ἐπὶ τῇ βλασφημίᾳ. Ἐπ’ ἀληθείας γὰρ φρίκη ἐστὶ δευτερῶσαι τῶν ἀσεβῶν τὰ ῥήματα. Ὅμως δὲ τοὺς ἰατροὺς μιμούμενοι, ἐμβάλλοντες τὰς χεῖρας εἰς τὰ τραύματα, ἵνα καθαίρωμεν τὰ ἕλκη, ἠναγκάσθη καὶ ἀπόστολος μνημονεῦσαι αἰσχρῶν πραγμάτων, οὐχ ἵνα τὴν γλῶτταν μολύνῃ, ἀλλ’ ἵνα τὰ ἁμαρτήματα καθάρῃ. Λέγουσιν, ὅτι πάντα ἐποίησεν ὁ υἱός, αὐτὸν δὲ ὁ πατήρ. Ἐρωτήσω τοὺς προφήτας· Τίς ὁ ποιήσας τὸν οὐρανὸν καὶ ποταπός ἐστι. Λέγει ὁ προφήτης Ἡσαΐας · Τάδε λέγει κύριος, ὁ ποιήσας τὸν οὐρανὸν, καὶ πήξας αὐτόν· ὁ στερεώσας τὴν γῆν, καὶ τὰ ἐν αὐτῇ· ὁ διδοὺς πνοὴν τῷ λαῷ τῷ ἐπ’ αὐτῆς, καὶ πνεῦμα τοῖς πατοῦσιν αὐτήν· Ἐγὼ κύριος. Ἔμπροσθέν μου θεὸς οὐκ ἔστι, καὶ μετ’ ἐμὲ θεὸς οὐκ ἔστιν. Ἐγώ εἰμι, καὶ οὐκ ἔστιν ἄλλος. Ταῦτα λέγει ὁ ποιήσας τὸν οὐρανὸν καὶ τὴν γῆν, ὁ μονογενής, ὁ κατὰ τοὺς αἱρετικοὺς γενάμενος, καὶ τότε κτίσας. Ἀλλ’ ἐν τοῖς λόγοις τῶν χειλέων αὐτοῦ συνελήφθη ὁ ἁμαρτωλός. Λέγει ὁ μακάριος Ἱερεμίας · Οὕτως εἴπατε. Τίσι; Τοῖς Ἕλλησι · Θεοί, οἳ τὸν οὐρανὸν καὶ τὴν γῆν οὐκ ἐποίησαν, ἀπολέσθωσαν ἐκ τῆς γῆς. Κύριος, ὃς ἐποίησε τὸν οὐρανὸν ἐν συνέσει , αὐτὸς θεὸς ζῶν καὶ ἀληθινός. Εἰ ἀληθινός ἐστιν ὁ θεὸς ὁ ποιήσας τὸν οὐρανόν, ὁμολογοῦσι δὲ καὶ οἱ αἱρετικοί , ὅτι ὁ υἱός ἐστιν ὁ ποιήσας τὸν οὐρανὸν καὶ τὴν γῆν, ποία μάχη, ὅταν λέγῃ ὁ Χριστός · Ἵνα γινώσκωσί σε τὸν μόνον ἀληθινὸν θεὸν καὶ ὃν ἔπεμψας Ἰησοῦν Χριστόν ; Ὅτε ὁ σωτὴρ ἢ διὰ τῶν προφητῶν ἢ δι’ αὐτοῦ ταῦτα ἔλεγεν, οὐ πρὸς ἀν τιπαράθεσιν αὐτοῦ ταῦτα ἔλεγεν· Ἵνα γινώσκωσί σε τὸν μόνον θεόν , ἀλλὰ πρὸς ἀντιδιαστολὴν τῶν ψευδωνύμων. Ὅθεν καὶ ὁ Παῦλός φησιν· Ἐπεστρέψατε ἀπὸ τῶν εἰδώλων, δουλεύειν θεῷ ζῶντι καὶ ἀληθινῷ. Ἀληθινὸν καλεῖ, ἵνα τοὺς ψευδωνύμους ἐλέγξῃ, ζῶντα, ἵνα τὰ νεκρὰ εἴδωλα στηλιτεύσῃ. Ἐγὼ μὲν νομίζω, μᾶλλον δὲ πιστεύω, ὅτι ἀγανακτοῦσι καθ’ ἡμῶν οἱ νεκροί, ἐὰν ἀκούσωσιν, ὅτι τὰ εἴδωλα νεκρὰ καλοῦμεν. Ὑβρίζετε γὰρ ἡμῶν τὴν τάξιν, φησίν. Ἡμεῖς νεκροὶ καλούμεθα οἱ ποτὲ ζήσαντες· οἱ μηδέποτε ζήσαντες διατί νεκροὶ καλοῦνται; Θεοὶ οἳ τὸν οὐρανὸν καὶ τὴν γῆν οὐκ ἐποίησαν, ἀπολέσθωσαν. Κύριος, ὃς ἐποίησε τοὺς οὐρανοὺς ἐν συνέσει , αὐτὸς ζῶν θεὸς καὶ ἀληθινός . Τίς ὁ ζῶν; Ὁ ποιήσας τὸν οὐρανόν. Μὴ ἑστήκασι τῶν αἱρετικῶν οἱ ὅροι; οὐ πίπτει αὐτῶν ἡ ἀσέβεια; οὐκ ἐλέγχεται ἡ θεοσέβεια; οὐ διαλύεται ἡ σκαιωρία; Τὰ ἔργα τοῦ ποιητοῦ καταλαβεῖν οὐκ ἰσχύεις καὶ τὸν τεχνίτην περιεργάζῃ καὶ ἐξιχνεύεις; Τί βοᾷ Δαυίδ ; Ὡς ἐμεγαλύνθη τὰ ἔργα σου, κύριε. Πάντα ἐν σοφίᾳ ἐποίησας. Προφῆται τὰ ἔργα μεγαλύνουσιν, αἱρετικοὶ τὸν τεχνίτην σμικρύνουσιν. Ὁ μέγας τῇ βουλῇ καὶ δυνατὸς τοῖς ἔργοις, ὁ τὸν οὐρανὸν πήξας ἐξ ὑδάτων. Οὐ γὰρ ἀφίσταμαι τοῦ θαύματος. Ἐξ ὑδάτων πέπηκται καὶ ὕδωρ φέρει· ἀπὸ ὑδάτων ἐπάγη καὶ ἄβυσσον βαστάζει· ὅλως δὲ ἔχεται ὑποδείγματος, τὸ κακὸν τοῦτο θαῦμα λέγω. Εἶδες πλάκας ἀπὸ ὕδατος βασταζομένας καὶ ἄνωθεν χιόνα φερούσας; Χειμὼν εἰργάσατο. Θεὸς οὐκ ἐργάζεται; Ἐποίησε τὸν οὐρανὸν οὐχ ὡς σφαῖραν, ὡς φιλοσοφοῦσιν οἱ ματαιολόγοι. Οὐ γὰρ ἐποίησε σφαῖραν κυλιομένην, ἀλλ’ ὥς φησιν ὁ προφήτης, ὁ ἥλιος πῶς τρέχει; Ὁ στεγάσας τὸν οὐρανὸν ὡς καμάραν καὶ διατείνας αὐτὸν ὡς σκηνήν. Οὐδεὶς ἡμῶν οὕτως ἀσεβὴς ὥστε πεισθῆναι τοῖς ματαιολόγοις. Οἱ προφῆται λέγουσιν, ὅτι ἀρχὴν ἔχει καὶ τέλος ὁ οὐρανός. Διὰ τοῦτο καὶ ὁ ἥλιος οὐκ ἀναβαίνει, ἀλλ’ ἐξέρχεται. Λέγει ἡ γραφή· Ὁ ἥλιος ἐξῆλθεν ἐπὶ τὴν γῆν καὶ Λὼτ εἰσῆλθεν εἰς Σηγώρ . Ὥστε δῆλον, ὅτι ἐξῆλθεν ὁ ἥλιος κατὰ τὴν γραφὴν καὶ οὐκ ἀνῆλθεν. Καὶ πάλιν ἀπ’ ἄκρου φησὶ τοῦ οὐρανοῦ ἡ ἔξοδος αὐτοῦ , οὐκ ἄνοδος. Εἰ σφαῖρά ἐστιν, ἄκρον οὐκ ἔχει. Τὸ γὰρ πανταχόθεν περιφερές, ποῦ ἔχει τὸ ἄκρον; Ἆρα οὖν ὁ Δαυὶδ μόνος λέγει ἢ καὶ ὁ σωτήρ; Ἄκουε αὐτοῦ λέγοντος· Ὅταν ἔλθῃ ὁ υἱὸς τοῦ ἀνθρώπου ἐν τῇ δόξῃ αὐτοῦ, ἀποστελεῖ τοὺς ἀγγέλους αὐτοῦ μετὰ σάλπιγγος καὶ φωνῆς μεγάλης, καὶ συνάξουσι τοὺς ἐκλεκτοὺς αὐτοῦ ἀπ’ ἄκρου τοῦ οὐρανοῦ ἕως ἄκρου τοῦ οὐρανοῦ. Ζητοῦμεν δέ, ποῦ δύνει ὁ ἥλιος καὶ ποῦ τρέχει τὴν νύκτα. Κατὰ τοὺς ἔξω ὑπὸ τὴν γῆν· καθ’ ἡμᾶς δὲ τοὺς σκηνὴν αὐτὸν λέγοντας τί; Πρόσεχε, παρακαλῶ, εἰ μὴ διαψεύδεται τὸ ῥῆμα. Ἀλλ’ εἰ ἔχεις σφραγῖδα μεμαρτυρημένην ὑπὸ τῆς ἀληθείας, συντρέχει τῇ φράσει καὶ ὁ τόπος. Νόμισον εἶναι καμάραν ἐπικειμένην. Ἡ ἀνατολὴ ἐκεῖ ἐστι κατὰ τὸν τύπον, ἄρκτος ὧδε, μεσημβρία ἐκεῖ, δύσις ἐκεῖ. Ἥλιος ἀνατέλλων καὶ μέλλων δύνειν, οὐχ ὑπὸ γῆν δύνει, ἀλλ’ ἐξελθὼν τὰ πέρατα τοῦ οὐρανοῦ, τρέχει εἰς τὰ βορρινὰ μέρη, ὥσπερ ὑπό τινα τοῖχον κρυπτόμενος μὴ συγχωρούντων τῶν ὑδάτων φανῆναι αὐτοῦ τὸν δρόμον καὶ τρέχει κατὰ βορρινὰ μέρη καὶ καταλαμβάνει τὴν ἀνατολήν. Καὶ πόθεν τοῦτο δῆλον; Λέγει ὁ μακάριος Σολομὼν ἐν τῷ Ἐκκλησιαστῇ – γραφὴ δέ ἐστι μεμαρτυρημένη, οὐ παραγραφομένη –· Ἀνατέλλει φησὶν ὁ ἥλιος καὶ δύνει ὁ ἥλιος. Ἀνατέλλων πορεύεται εἰς δύσιν καὶ κυκλοῖ πρὸς βορρᾶν· κυκλοῖ κυκλῶν καὶ εἰς τὸν τόπον αὐτοῦ ἀνατέλλει. Κατὰ μεσημβρίαν τρέχοντα καὶ τὸν βορρᾶν κυκλοῦντα λοιπὸν μάθε ἐν τῇ τοῦ χειμῶνος καταστάσει· ἐπειδὴ οὐκ ἀπὸ μέσης τῆς ἀνατολῆς ἀνατέλλει, ἀλλὰ περὶ τὸ κλίμα τῆς μεσημβρίας πλαγιάζει καὶ ὀλίγον τεμὼν διάστημα ποιεῖ μικρὰν ἡμέραν. Δύσας δὲ καὶ πάλιν κύκλον τρέχων ποιεῖ μακρὰν νύκτα. Ἴσμεν, ἀδελφοί, ὅτι ὁ ἥλιος οὐ πάντως ἀπὸ τοῦ αὐτοῦ κέντρου προέρχεται. Πῶς οὖν γίνονται μικραὶ αἱ ἡμέραι; Πλησιάζει αὐτοῦ ἡ ἀνατολὴ τῷ κλίματι τῆς μεσημβρίας. Εἶτα οὐ τὴν ὑψηλὴν ἐλθών, ἀλλὰ τὴν πλαγίαν συντεμών τὰς ἡμέρας ποιεῖ μικράς. Δύσας δὲ εἰς τὸ ἄκρον τῆς δύσεως, ἀνάγκην ἔχει κυκλεῦσαι διὰ τῆς νυκτὸς δύσιν ὅλην καὶ ἄρκτον ὅλην καὶ ἀνατολὴν ὅλην καὶ φθάσαι ἐπὶ τὸ ἄκρον τῆς μεσημβρίας· καὶ ἀνάγκη μεγάλην γενέσθαι τὴν νύκτα. Ὅταν μέντοι ἐξισοῦται τῷ μήκει καὶ ἴσον βῆμα ἔχῃ, ἰσημερίαν ποιεῖ. Πάλιν κλίνας κατὰ τὸν βορρᾶν, ὥσπερ χειμῶνος εἰς μεσημβρίαν, καὶ εἰς τὰ ἄκρα τοῦ βορρᾶ ἀναβαίνων ὑψοῦται καὶ μεγάλην ποιεῖ τὴν ἡμέραν. Ὀλίγον δὲ μικρὸν ἔχων τὸν κύκλον μικρὰν ποιεῖ τὴν νύκτα. Οὐ παῖδες Ἑλλήνων ἐδίδαξαν ἡμᾶς ταῦτα. Οὐδὲ γὰρ τοῦτο βούλονται. Ἀλλ’ ὑπὸ τὴν γῆν φασι τρέχειν τὰ ἄστρα καὶ τὸν ἥλιον. Ἡ γραφὴ δὲ ἡμῶν, ἡ θεία διδάσκαλος, ἡ γραφὴ ἡμᾶς παιδεύει, φωτίζει. Εἶτα ἐποίησε τὸν ἥλιον ἀδιάλειπτον φωστῆρα , τὴν σελήνην ἐνδυομένην καὶ ἀποδυομένην τὸ κάλλος καὶ ἀμφιεννυμένην πάλιν. Δείκνυσι δὲ τὸ ἔργον τὸν τεχνίτην. Ἀνεκλιπὴς ὁ τεχνίτης, ἀίδιον τὸ ἔργον. Οὐ γὰρ ἀναλίσκεται τὸ φῶς τῆς σελήνης, ἀλλὰ κρύπτεται. Γίνεται δὲ καὶ εἰκὼν ἡμῶν τῶν θνητῶν ἀνθρώπων. Ἐννόησον πόσους αἰῶνας ἔχει ἀνατέλλουσα. Καὶ ἐὰν ᾖ πρώτη, λέγομεν· Σήμερον γεννᾶται ἡ σελήνη. Διὰ τί; Ἐπειδὴ εἰκών ἐστι τῶν ἡμετέρων σωμάτων. Γεννᾶται, αὔξει, πληροῦται, ἐλαττοῦται, μειοῦται, δύνει, ἐπειδὴ καὶ ἡμεῖς γεννώμεθα, αὐξάνομεν, πληρούμεθα, παρακμάζομεν, λήγομεν, γηρῶμεν, ἀποθνήσκομεν, δύνομεν. Ἀλλὰ πάλιν γεννᾶται, ἐπειδὴ καὶ ἡμεῖς μέλλομεν ἀνίστασθαι καὶ μένει ἡμᾶς γέννησις ἄλλη. Διὰ τοῦτο ὁ σωτὴρ βουλόμενος δεῖξαι, ὅτι, ὡς ἐγεννήθημεν ὧδε, πάλιν γεννώμεθα, λέγει· Ὅταν ἔλθῃ ὁ υἱὸς τοῦ ἀνθρώπου ἐν τῇ παλιγγενεσίᾳ. Ἐγγυᾶται ἡ σελήνη τὴν ἀνάστασιν. Ἐμέ φησι βλέπετε κρυπτομένην καὶ πάλιν φαινομένην καὶ ἀπαγορεύετε ὑμῶν τὰς ἐλπίδας; Ὁ ἥλιος οὐ δι’ ἡμᾶς ἐγένετο; ἡ σελήνη οὐ δι’ ἡμᾶς; τὰ γενόμενα πάντα; Τί γὰρ οὐκ ἐγγυᾶται ἡμῶν τὴν ἀνάστασιν; Ἡ νὺξ οὐκ ἔστιν εἰκὼν τοῦ θανάτου; Ἔρριπται τὰ σώματα ὑπὸ τῷ σκότει, μορφὰς οὐ διακρίνεις; Πολλάκις τῇ χειρὶ ψηλαφᾷς τὰ πρόσωπα τῶν κοιμωμένων καὶ οὐκ οἶδας, ποῖον τούτου πρόσωπον, ποῖον ἐκείνου, ἀλλ’ ἐρωτᾷς, ἵνα ἡ φωνὴ κήρυξ γένηται τῶν ἐν σκότει κρυπτομένων. Ὥσπερ οὖν ἡ νὺξ καλύπτει ἡμῶν τὰς μορφάς, κἂν πάντες ὦμεν ἐπὶ τὸ αὐτό, καὶ οὐδεὶς τὸν ἕτερον γνωρίζει, οὕτως ἔρχεται θάνατος καὶ λύει τὰς μορφάς, ὡς οὐδεὶς οὐδένα γνωρίζῃ. Παρέρχῃ μνημεῖα. Ἐὰν ἴδῃς πολλὰ κρανία ἐν τάφῳ, οἶδας τοῦτο τίνος; Ἀλλ’ ὁ σκευάσας οἶδεν· ὁ λύσας ἐπίσταται, πόθεν προῆλθον αὗται αἱ μορφαί. Οὐ θαυμάζεις θεοῦ δημιουργίαν; Τοσούτων μορφῶν ἐν τοσαύταις μυριάσι οὐδεμία ὁμοιότης. Κἂν εἰς τὰ πέρατα τῆς οἰκουμένης δράμῃς, οὐδένα ὅμοιον εὑρίσκεις· ἀλλὰ καὶ εἰ εὕρῃς, παρὰ ῥῖνα ἢ παρ’ ὀφθαλμόν, ἵνα φανῇ τὸ ξένον. Δίδυμοι ἐξέρχονται ἐκ μιᾶς κοιλίας καὶ τέμνεται ἡ ὁμοιότης.