Ξένον πρᾶγμα. Ἀπὸ τῆς δοξολογίας, δέον προστεθῆναι δόξαν, καὶ ἡ οὖσα ἀπώλετο καὶ καπνὸς εἰσῆλθε. Καπνὸς δὲ ἐρημίας ἐστὶν εἰκών. Τί οὖν ἐστι τοῦτο; Προῄδει τὸ πνεῦμα τὸ ἅγιον, ὅτι τὸ ἅγιος, ἅγιος, ἅγιος ἥρμοσται τῷ κόσμῳ, τῷ κηρύγματι τῶν ἀποστόλων, καὶ οὐ δέχεται αὐτὸ ὁ ναὸς τῶν Ἰουδαίων . Λέγει οὖν, ὅτι μετὰ τὸ κήρυγμα τοῦ εὐαγγελίου ἐρημίας καὶ καπνοῦ πληροῦται ἡ συναγωγή. Ἐπήρθη δὲ οὐχ ἡ θύρα, ἀλλὰ τὸ ὑπέρθυρον. Πρόσ εχε. Πᾶσα θύρα οὐδὸν ὑποκείμενον ἔχει καὶ ὑπέρθυρον ἐπικείμενον ταῖς παραστάσι. Καὶ οὔτε στῆναι δύνανται παραστάδες μὴ ἔχουσαι οὐδὸν οὐδὲ στηριχθῆναι ἀσάλευτοι δύνανται μὴ λαβοῦσαι τὸ ὑπέρθυρον. Ἐπήρθη οὖν τῆς συναγωγῆς τὸ ἄνω σχῆμα. Οὐχ ὅλη μὲν ἡ συναγωγή, θύρας μὲν ἔχουσα, ὑπέρθυρον δὲ οὐκ ἔχουσα. Τὸ ὑπέρθυρόν ἐστιν ἡ ἄνω κρατοῦσα δύναμις. Ἐπήρθη τὸ ὑπέρθυρον , ἐγυμνώθη τῆς χάριτος. Ἀφ’ οὗ τὸ ὑπέρθυρον ἐπήρθη , ἀνάγκη τὰς παραστάδας καὶ ὑπὸ τῆς τυχούσης χειρὸς σαλεύεσθαι. Διὰ τοῦτο πᾶσα χεὶρ σαλεύει τὰ Ἰουδαïκά. Καὶ διὰ τοῦτο προφήτης τις ἔλεγε· Καὶ θήσω τὴν Ἱερουσαλὴμ ὡς πρόθυρα σαλευόμενα. Καὶ ὁ οἶκός φησιν ἐπληρώθη καπνοῦ. Καὶ ποῦ ἡ δόξα ἀπῆλθε; Πρόσεχε, παρακαλῶ. Λέγει Ἡσαΐας · Καὶ πλήρης τῆς δόξης ὁ οἶκος αὐτοῦ. Εἶτα λέγει ὅτι ἐπλήσθη καπνοῦ. Εἰσελθόντος τοίνυν τοῦ καπνοῦ, ἀνάγκῃ ἡ δόξα μετετέθη. Καὶ ποῦ μετετέθη; Οὐκ ἐν ἑνὶ οἴκῳ, ἀλλ’ ἐπλήρωσε τὰς ἐκκλησίας ἀνὰ πᾶσαν τὴν οἰκουμένην. Καὶ ἵνα δείξῃ τὰ χερουβίμ , ποῦ ἀπῆλθεν ἡ δόξα ἡ ἐν τῷ ναῷ, λέγει· Πλήρης πᾶσα ἡ γῆ τῆς δόξης αὐτοῦ. Ἐγυμνώθη ἓν ἔθνος καὶ ἐφωτίσθη τὰ πέρατα τῆς γῆς. Ταύτην τὴν ἁγίαν φωνὴν κυρίου, τὴν βασιλικὴν δοξολογίαν, ταύτην τὴν ἔνθεον μυσταγωγίαν ἔλεγε διαβολικὸν στόμα, περίελε ἀπὸ τοῦ θυσιαστηρίου. Ὅτι δὲ κατ’ αὐτοῦ τοῦ Χριστοῦ χωρεῖ ἡ βλασφημία, δήλη ἡ μαρτυρία. Τίνα εἶδεν Ἡσαΐας ἐν τῷ θρόνῳ; Λέγει γάρ· Ἤκουσα φωνὴν κυρίου λέγοντος· Τίνα ἀποστείλω; καὶ τίς πορεύσεται πρὸς τὸν λαὸν τοῦτον; Κατηλλάγη μὲν τῷ δούλῳ, ἀκμὴν δὲ ἔφερεν ἀγανακτήσεως. Ὥσπερ ἡμεῖς ἐὰν διαλλαγῶμεν οἰκέτῃ, οὐκ εὐθέως αὐτῷ τὸ ὅλον ὄμμα χαριζόμεθα, ἀλλὰ ἠρέμα ὑποκλέπτομεν τὴν ὄψιν· οὕτως ὁ θεὸς μὴ θέλων δεῖξαι ὅλον τὸ πρόσωπον, ἑστῶτος αὐτοῦ λέγει· Τίνα ἀποστείλω; Ὥσπερ ἐὰν ὦσι δοῦλοι ἑστῶτες ἐπὶ δεσπότου καὶ θέλῃ αὐτῶν μέμψασθαι τὴν ῥᾳθυμίαν, λέγει· Τίνα ἀποστείλω; Εἰς τήνδε τὴν χρείαν οὐκ ἔχω ἄνθρωπον. Οὐχ ὡς μὴ ἔχων, ἀλλ’ ὡς σπουδαῖον μὴ ἔχων. Οὕτω καὶ ὁ θεός· Τίνα ἀποστείλω ἀντὶ τούτου; Τὸν σιωπήσαντα, τὸν πολεμοῦντα τὴν ἱερωσύνην; Τί οὖν Ἡσαΐας ; Ὡς οἰκέτης ἐν προσκρούσει γενόμενος, καὶ δηχθεὶς καὶ σπεύδων ὑπὲρ τῶν πρώτων ἀπολογήσασθαι· Ἰδοὺ ἐγώ, ἀπόστειλόν με. Πόθεν οὖν δείξωμεν, ὅτι Χριστοῦ ἦν ἡ δόξα; Λέγει Ἰωάννης ὁ εὐαγγελιστής· Τοιαῦτα δὲ σημεῖα πεποιηκότος τοῦ Ἰησοῦ , οὐκ ἐπίστευσαν αὐτῷ Ἰουδαῖοι , ἵνα πληρωθῇ τὸ ῥηθὲν διὰ Ἡσαΐου · Ἀκοῇ ἀκούσετε, καὶ οὐ μὴ συνῆτε. Ταῦτα δὲ εἶπεν, ὅτε εἶδεν τὴν δόξαν αὐτοῦ, καὶ ἐλάλησε περὶ αὐτοῦ. Εἶδες τὸ κεφάλαιον ἡμῶν τῆς σωτηρίας τὸν ἁγιασμόν; Ἁγιασμὸς ἐὰν μὴ γένηται, οὐδὲ τὸ μυστήριον τελεῖται. Ἔχεις τὴν εἰκόνα. Μόνον εἶπε τὰ χερουβίμ . Ἅγιος, ἅγιος, ἅγιος κύριος. Ἡγιάσθη ἡ θυσία. Καὶ ἀπεστάλη φησὶ πρός με ἓν τῶν χερουβίμ , καὶ ἐν τῇ χειρὶ αὐτοῦ εἶχεν ἄνθρακα, ὃν τῇ λαβίδι ἔλαβεν ἀπὸ τοῦ θυσιαστηρίου. Μὴ ἔλαβεν, ἕως οὗ ἡγιάσθη. Ἥψατό φησι τῶν χειλέων μου. Διὰ τί τῶν χειλέων; Τὰ πρόθυρα τῶν μυστηρίων. Τί λέγομεν οἱ πιστοί; Τοῦτο τὸ μυστήριον ἀφίησιν ἁμαρτίας. Λέγει καὶ τὰ χερουβίμ · Ἰδοὺ ἀφῄρηκα τὰς ἁμαρτίας σου. Εἶδες τὸν τύπον; Εἶδες τὴν ἀλήθειαν λάμπουσαν; Αὐτὸν τοίνυν τὸν ἐπὶ θρόνου ὑψηλοῦ καὶ ἐπηρμένου μὴ διαλείπωμεν ἁγιάζοντες. Εὐχαριστήσωμεν δὲ καὶ ὑπὲρ τῆς ψυχῆς τῆς δελεασθείσης, ἣν ἥρπασεν ὁ λύκος καὶ ἀπέσπασεν ὁ ποιμὴν καὶ ἥρπασεν ὁ διάβολος καὶ ἀφείλατο ὁ φιλάνθρωπος, ἵνα πᾶν στόμα αἱρετικὸν καὶ πᾶσα γλῶσσα μαινομένη βλασφημίαν ὑμνήσῃ πατέρα καὶ υἱὸν καὶ ἅγιον πνεῦμα εἰς τοὺς αἰῶνας. Ἀμήν.