Πρόσεχε τοίνυν. Ἐπειδὴ παρενέπεσεν ὁ λόγος, δεῖ ἡμᾶς καὶ τὴν αἰτίαν εἰπεῖν καθ’ ἣν ὁ μακάριος Ἡσαΐας τὸν ἁγιασμὸν τοῦτον ἤκουσε τῷ θεῷ ἀναπεμπόμενον. Ἡσαΐας ἐγένετο ἀνὴρ θαυμαστός, ζήλου πεπληρωμένος, ἀνὴρ τολμηρός· τολμηρὸς δὲ οὐκ ἀπὸ θρασύτητος, ἀλλ’ ἀπὸ ζήλου. Κατὰ τοὺς χρόνους τούτους ἐγένετο βασιλεὺς Ὀζίας ὀνόματι, ὃς μετὰ τῆς ἄλλης τῆς βασιλικῆς δόξης ἠθέλησε καὶ ἱερωσύνην ἐνδύσασθαι. Οἱ ἱερεῖς μὲν τὴν ἀκολουθίαν ᾔδεσαν. Βασιλεῖ δὲ ἐπὶ πλεῖστον ἀντειπεῖν οὐκ ἠθέλησαν· Ἠιδέσθησαν τὸ ἀξίωμα, ἐτίμησαν τὸν θρόνον, ἐδυσωπήθησαν τὰ στρατεύματα. Ἡσαΐας καὶ αὐτὸς ἐσιώπησεν, οὐκ ἀντέστη τῷ βασιλεῖ. Ὡς εἶδεν ὁ θεὸς τοὺς ἱερεῖς φοβηθέντας, τὸν προφήτην ὀκλάσαντα, καὶ τὸν βασιλέα τολμήσαντα, ἐπέβαλεν αὐτῷ λέπραν ἐν τῷ προσώπῳ ὡς τολμήσαντι ἅψασθαι τῶν ἁγίων. Καὶ ἐξεβλήθη λοιπὸν οὐ μόνον τῆς ἱερωσύνης, ἀλλὰ καὶ τῆς βασιλείας καὶ διέμενε λεπρός. Ὁ δὲ θεὸς ἐποίησε μὲν τὸ ἴδιον, ἠγανάκτει δὲ τοῖς ἱερεῦσι καὶ μάλιστα τῷ προφήτῃ, ὅτι παρὼν προέδωκε τὴν εὐσέβειαν. Ἦν οὖν ὁ θεὸς ἐν παρασιωπήσει πρὸς τὸν προφήτην καὶ οὐ μετέδωκε λόγους, ἕως ἐτελεύτησεν ὁ παράνομος. Ὅτε λοιπὸν ἀπέθανεν ὁ ἀσεβής, τότε ὁ θεὸς ἀποθέμενος τὴν ἀγανάκτησιν, διαλλάσσεται τῷ προφήτῃ. Λέγει τοίνυν Ἡσαΐας · Καὶ ἐγένετο ἐν τῷ ἐνιαυτῷ, ᾧ ἀπέθανεν Ὀζίας ὁ βασιλεύς, εἶδον τὸν κύριον καθήμενον ἐπὶ θρόνου ὑψηλοῦ καὶ ἐπηρμένου. Καὶ διατί θεὸς ἐπεφάνη ἐπὶ θρόνου ὑψηλοῦ καὶ ἐπηρμένου; Ἐπειδὴ ἀόρατός ἐστιν ὁ θεός, ὁ δὲ βασιλεὺς ὁρώμενος φόβον ἔσχε, δείκνυσι τῷ προφήτῃ τὴν οὐράνιον δόξαν, ἵνα πείσῃ αὐτὸν ποίου θρόνου καταφρονήσαντες ποῖον θρόνον ἐτίμησαν, ποίαν δορυφορίαν οὐράνιον καὶ ἀγγελικὴν μὴ τιμήσαντες μηδὲ ἐννοήσαντες δορυφορίαν ἀνθρωπίνην ἐδυσωπήθησαν. Καὶ ἦν φησι πλήρης ὁ οἶκος τῆς δόξης αὐτοῦ, καὶ τὰ σεραφὶμ εἱστήκεισαν κύκλῳ αὐτοῦ. Τὰ χερουβὶμ θρόνος ἐστί, τὰ σεραφὶμ δορυφορία. Τὰ χερουβὶμ γὰρ οὐδὲν ἄλλο ἑρμηνεύεται ἢ σοφία πε πληρωμένη. Ὥσπερ δὲ οὗτος ὁ θρόνος ἢ ἕτερος ἀναπαύει τὸν καθήμενον καὶ ἐστι τιμὴ καὶ ἀνάπαυσις, οὕτω καὶ θεοῦ θρόνος σοφία, ἐφ’ ᾗ ἐπαναπαύεται θεός. Διὰ τοῦτο ὁ Δαυίδ φησιν· Ὁ καθήμενος ἐπὶ τῶν χερουβίμ , ἀντὶ τοῦ ὁ ἐπὶ τῆς πεπληρωμένης σοφίας ἐπαναπαυόμενος. Διὰ τοῦτο τὰ χερουβὶμ πλήρη ὀφθαλμῶν, τὰ νῶτα, τὴν κεφαλήν, τὰς πτέρυγας, τοὺς πόδας, τὰ στήθη. Καὶ πάντα ὀφθαλμῶν ἐπεπλήρωτο, ἐπειδὴ ἡ σοφία πανταχόθεν βλέπει, πανταχόθεν ἠνεῳγμένον ἔχει τὸ ὄμμα. Ἕξ φησι πτέρυγες τῷ ἑνὶ καὶ ἕξ πτέρυγες τῷ ἑνί. Καὶ ταῖς μὲν δυσὶ κατεκάλυπτον τὸ πρόσωπον καὶ ταῖς δυσὶ τοὺς πόδας, ταῖς δὲ δυσὶν ἐπέτοντο. Καὶ ἐκέκραγον ἕτερος πρὸς τὸν ἕτερον· Ἅγιος, ἅγιος, ἅγιος κύριος σαβαώθ , τουτέστι, κύριος στρατιῶν. Ἓξ πτέρυγες τῷ ἑνὶ καὶ ἓξ πτέρυγες τῷ ἑνί. Ὀκτὼ ἡσυχάζουσι καὶ τέσσαρες βοῶσι. Τί οὖν διδάσκει ἡμᾶς ἡ γραφή; Μὴ πάντα κινεῖν λογισμὸν περὶ θεοῦ, ἀλλὰ τὰ μὲν σιωπῇ κηρύττειν, τὰ δὲ πίστει δοξάζειν καὶ θεολογεῖν. Διὰ τί δὲ σκεπάζουσι τοὺς πόδας καὶ τὴν κεφαλήν; Ἐπειδὴ οὔτε ἀρχὴ εὑρίσκεται οὔτε τέλος. Ταῖς δὲ δυσὶ καλύπτουσι τὴν κεφαλὴν, ταῖς δυσὶ τοὺς πόδας· δηλονότι ταῖς μέσαις πτέρυξι πέτονται, οὐ ταῖς ἄνω, οὐ ταῖς κάτω. Δεῖ γὰρ ἡμᾶς περὶ θεοῦ λαλοῦντας τὰ μέσα λαλεῖν· ὅτι θεός, ὅτι δημιουργός, ὅτι δεσπότης, ὅτι εὐεργέτης. Ταῦτα πάντα μέσα. Ἐὰν εἴπῃς πῶς ἐγέννησε, τὴν κεφαλὴν ἐγύμνωσας, ἣν σκέπει τὰ χερουβίμ . Ἐὰν δὲ εἴπῃς ποῦ τὸ τέλος τοῦ θεοῦ, τοὺς πόδας γυμνοῖς, οὓς σκέπει τὰ χερουβίμ . Σκέπει δὲ τὴν κεφαλὴν καὶ τοὺς πόδας, οὐχ ἵνα κρύψῃ, ἀλλ’ ἵνα διδάξῃ, ὅτι ἀνεξερεύνητα, ὅτι ἀκατάληπτα. Λάβε καὶ τὸν τύπον. Ἦσαν ἓξ καὶ ἕξ, δώδεκα πτέρυγες· ὀκτὼ ἡσυχάζουσι καὶ τέσσαρες κινοῦνται. Τύπος τῶν ἀποστόλων. Δώδεκα ἀπόστολοι, ἀλλὰ τέσσαρες βοῶσιν εὐαγγελισταί. Καὶ τί βοῶσιν; Ἣν ἐσπούδασεν ὁ σατανᾶς ἀνατρέψαι φωνήν. Πρόσεχε, παρακαλῶ. Οὐχ ἁπλῶς ἔλεγον ὡς ἡμεῖς ἅγιος, ἅγιος, ἅγιος , ἀλλὰ εἷς τῷ ἑνὶ ἀντέβαλλον, ὡς γέγραπται· Καὶ ἐκέκραγον ἕτερος πρὸς τὸν ἕτερον . Ἅγιος , φησίν, ἅπαξ ὀφείλομεν εἰπεῖν. Ὁ ἄλλος λέγει· Ἅγιος . εἶτα ὁ ἕτερος, πρόσθες τὸ τρίτον Ἅγιος . Ἐπεῖ οὖν τρία ἠριθμήσαμεν, μὴ νομίσῃς εἶναι τρεῖς θεούς. Τί οὖν Ἅγιος, ἅγιος, ἅγιος κύριος ; Εἷς γὰρ κύριος, μία πίστις, ἓν βάπτισμα. Καὶ ὥσπερ ἐν ταῖς ψαλμῳδίαις ἀντιπέμπουσιν ἀλλήλοις τὰ μέλη, οὕτως αἱ ἄνω δυνάμεις ἀντιχορεύουσιν ἀλλήλαις καὶ ὥσπερ ἐξ ἀντιφώνου μελῳδίας ἀναπέμπουσι τὴν δοξολογίαν. Εἶτα· Πλήρης φησὶν ὁ οἶκος τῆς δόξης αὐτοῦ. Καὶ ἐπήρθη τὸ ὑπέρθυρον ἀπὸ τῆς κραυγῆς ἧς ἐκέκραγον, καὶ ὁ οἶκος ἐπληρώθη καπνοῦ.