Λέγεται δέ, ἀδελφοί, ὅτι ἐν τῇ ἡμέρᾳ τῆς κρίσεως ὑποχωρεῖ τὸ ὕδωρ τὸ ἄνω καὶ ὁ οὐρανὸς λύεται μὴ ἔχων τῶν ὑδάτων τὴν σύστασιν καὶ ἄστρα πίπτει μὴ ἔχοντα ὁδὸν ἢ βάσιν. Ταῦτα οὖν οὐ λέγομεν ἁπλῶς, ἀλλ’ ἡ γραφὴ διδάσκει· Εἱλιγήσεται γὰρ ὁ οὐρανὸς ὡς βιβλίον – ἀντὶ τοῦ φρυγόμενος· τὸ γὰρ φρυγόμενον εἰλεῖται. – καὶ τὰ ἄστρα πεσεῖται ὡς φύλλα ἀμπέλου. Πρόσεχε δέ, παρακαλῶ, καὶ ἑτέραν χρείαν· Τὰ ὕδατα ἐπάνω τῶν οὐρανῶν, οὐ μόνον συντηρεῖ τὸν οὐρανόν, ἀλλὰ καὶ τὴν φλόγα τοῦ ἡλίου καὶ τῆς σελήνης καταπέμπει. Εἰ γὰρ ἦν διαφανὴς ὁ οὐρανός, ὅλη ἡ αὐγὴ ἄνω ἔτρεχε. Τὸ γὰρ πῦρ ἀνωφερὲς ὄν, ἔρημον τὴν γῆν κατελίμπανε. Διὰ τοῦτο γοῦν ἐπίλησε τὸν οὐρανὸν ἄνωθεν ἀπείροις ὕδασιν, ἵνα ἡ αὐγὴ στενουμένη κάτω πέμπηται. Ὅρα τοῦ τεχνίτου τὴν σοφίαν. Ἔχεις δὲ καὶ ἐν ἑαυτῷ τοῦ τεχνίτου τῆς σοφίας τὴν εἰκόνα· ἐποίησεν ὁ θεὸς καὶ ἐν σοὶ τῶν τεσσάρων στοιχείων τὴν εἰκόνα. Καὶ πρόσεχε, παρακαλῶ. Νόησόν μοι τὴν κεφαλὴν ταύτην τὸν οὐρανὸν τὸν ἄνω, τὰ ἐπάνω τῆς γλώσσης, τὸν ἄλλον οὐρανόν, τουτέστι τὸ στερέωμα· ὅθεν καὶ οὐρανίσκος καλεῖται. Ἄνω ἐν τοῖς ἀοράτοις ἐγκέφαλος μὴ φαινόμενος, ἐν τῷ κάτω γλῶσσα φαινομένη. Ὥσπερ οὖν ὁ οὐρανὸς ὁ ἄνω ἐν τοῖς ἀοράτοις, ὁ δὲ κόσμος ἐν τοῖς λαλουμένοις. Καὶ ὥσπερ ἐν τοῖς στοιχείοις εὑρίσκεις τὴν μὲν γῆν βαρεῖαν, τὸ δὲ ὕδωρ τῆς μὲν γῆς κουφότερον, τοῦ δὲ πυρὸς βαρύτερον, πάλιν τὸν ἀέρα τῶν ὑδάτων κουφότερον, τοῦ δὲ πυρὸς βαρύτερον, οὕτω καὶ ἐν ἡμῖν αἱ αἰσθήσεις, γεῦσις, ὄσφρησις, ἀκοὴ, ὄψις, καὶ οὐ πᾶσαι ἴσαι. Λάβε τὴν ἀπόδειξιν. Ἐὰν θέλῃς τινὸς γεύσασθαι, ἐὰν μὴ πλησιάζῃς τῇ γλώσσῃ, τοῦ γευομένου οὐ λαμβάνεις αἴσθησιν. Παχεῖα γάρ ἐστι, καὶ οὐ δύναται πόρρωθεν οὖσα ἀντιλαμβάνεσθαι. Ἡ ὄσφρησις δὲ μακρόθεν ἀντιλαμβάνεται. Οἷον· παρέρχῃ δι’ οἰκίας, ὀσφραίνῃ θυμιάματος, ὃ μὴ ὁρᾷς. Πάλιν ἡ ὄψις τῆς ὀσφρήσεως ταχυτέρα. Βλέπει γὰρ ἀπὸ ὅρους πλάτη μεγάλα. Τῆς ὄψεως πάλιν ὀξύτερος ὁ νοῦς· ἐννοεῖ οὐρανὸν, γῆν, θάλασσαν καὶ πάντη εὑρίσκεται. Διὰ τοῦτο καὶ εἰκὼν θεοῦ ὁ νοῦς. Ἐννοεῖ ὁ νοῦς, καὶ εὐθέως κτίζει παρ’ ἑαυτῷ ἀγοράς, ἀναζωγραφεῖ ὄχλον, δῆμον. Αἰδεσθῶσιν αἱρετικοί . Νοῦς τοιαῦτα ἐργάζεται καὶ ὁ τοῦ νοῦ τεχνίτης, ὁ πάσης ὀσφρήσεως ὀξύτερος, οὐ ταχυτέραν ἔχει τὴν ἐνέργειαν, οὐ σύντομον τὴν δημιουργίαν, οὐκ ἀκατάληπτον τὴν φύσιν; Βούλομαι δέ, ἀδελφοί, εἰπεῖν εἰς ὑμᾶς τὸ ξένον μὲν ὅσον εἰς ἀσέβειαν, σύντροφον δὲ τῆς πίστεως, ὅσον εἰς ἐξέτασιν, ἵνα μάθητε πόσα καινοτομεῖ ὁ διάβολος, πόσα εὑρίσκει, πόσα ὑποβάλλει τοῖς αἱρετικοῖς , μᾶλλον δὲ ἐκείνῳ οἱ αἱρετικοί . Σήμερόν τις ἐπὶ ἁγίων ἀνδρῶν καὶ πατέρων ἐλθὼν πρὸς ἡμᾶς αἱρετικὸς ἔλεγε. Λέγω δὲ ἵνα μήποτε ὁ λόγος ἄλλως ἀκουσθείς, ἄλλως πλήξῃ. Πατὴρ γάρ, φησί, καὶ υἱὸς καὶ ἅγιον πνεῦμα μία θεότης, μία δύναμις, μία βασιλεία. Δεῖ δέ, φησίν, ἐξαιρεθῆναι ἀπὸ τῆς ψυχῆς αὐτοῦ – Οὐ γὰρ λέγω ἀπὸ τοῦ θυσιαστηρίου. – τὸ λέγειν ἐν ἁγιασμῷ· Ἅγιος, ἅγιος, ἅγιος κύριος σαβαώθ. Ἐὰν τοῦτο, φησί, μὴ περιέλητε, Χριστιανοὶ οὐκ ἐστέ. Εἶδες τοσαύτην τόλμαν καὶ μανίαν τοῦ διαβόλου; Εἶδες ῥίζαν θεομαχίας; Εἶδες ὑπερβολὴν βλασφημίας; Ἀποκεφαλίσαι ἠθέλησε τὴν εὐσέβειαν, ἐκνευρῶσαι τὸ μυστήριον, ἀφανίσαι τὴν πίστιν, ἐκριζῶσαι τὰ θεμελιωθέντα. Καὶ ὅρα τὸ δεινὸν τοῦ διαβόλου· Προσέπηξεν αὐτῷ εἰπεῖν· Πατὴρ καὶ υἱὸς καὶ ἅγιον πνεῦ μα, μία πίστις, μία δύναμις, μία βασιλεία. Ἐκέρασε τὸ δηλητήριον μέλιτι. Ἀεὶ γὰρ τὸ ψεῦδος, ὅταν θέλῃ πιστευθῆναι, ἐὰν μὴ πήξῃ θεμέλιον δοκούσης ἀληθείας, οὐ πιστεύεται. Καὶ ὅπως ἄκουε. Οὐδὲν μὲν ὅμοιον, λέγω δὲ· Ῥαὰβ ἡ πόρνη, ὅτε ἐδέξατο τοὺς κατασκόπους, ἠρωτήθη· Εἰσῆλθον πρὸς σὲ οἱ ἄνδρες; Λέγει· Ναί . Τὸ πρῶτον ἀληθές. Ἀλλ’ ἐξῆλθον , φησί. Τὸ δεύτερον ψεῦδος. Εἰ εἶπεν οὐκ ἐξῆλθον , ἠρευνᾶτο ἡ οἰκία. Εἶτε τὸ ἀληθές, ἵνα ἐντρέψῃ· ἐπήγαγε τὸ ψεῦδος, ἵνα ἀπατήσῃ. Οὕτω καὶ οὗτος· Ἐρωτώντων ἡμῶν διὰ τί ἐξέλωμεν τὸν ἁγιασμόν, λέγετε κύριος σαβαώθ. Ἀλλ’ οὐκ ἔστι θεοῦ ὄνομα, οὐκ ἔστιν οὔτε τοῦ Χριστοῦ , οὔτε τοῦ πατρός. Εἶδες τὸ ἐξουθενημένον καὶ μιαρὸν στόμα; Ἠγνόησε δὲ ἀπὸ ἰδιωτείας, ὅτι τὸ σαβαὼθ οὐκ ἔστιν ὄνομα θεοῦ, ἀλλ’ ὄνομα στρατιῶν, τουτέστι, κύριος τῶν δυνάμεων. Λέγω δὲ καὶ τὴν αἰτίαν. Ἀλλὰ πρὸ τοῦ τέλους εὐαγγελίζομαι ὑμᾶς· μετενόησε, προσέπεσεν, ἀνεθεμάτισεν, ηὔξατο, ἐδέχθη.